1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

95

ἐτῶν ἐν τῷ καιρῷ τῆς παιδοποιίας, ἵνα τὰ χʹ τυχὸν ἐπ' ἴσης μερίσωμεν. οὐ μόνον δὲ αἱ ἐξ Ἰούδα εʹ γενεαὶ ἀπὸ Ναασσὼν ἕως ∆αβὶδ κολοβῶσαι τοὺς χρόνους τῶν υνʹ ἐτῶν ἀναγκάζουσιν, ἀλλὰ καὶ οἱ τῶν κατὰ τοὺς αὐ τοὺς χρόνους ἀρχιερατευσάντων ςʹ ἀπὸ Ἐλεαζάρου τοῦ ἱερέως καὶ Ἰησοῦ ἕως τοῦ Σαμουὴλ χρόνοι ἥττονες ὀφείλοντες εἶναι. μετὰ γὰρ τὸν Ἀαρὼν καὶ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ Φινεὲς ἀρχιεράτευσε, μεθ' ὃν Ἀβιούδ, εἶτα Μοχθεὶ καὶ Ὀζεὶ καὶ Ἡλεὶ καὶ Ἀχιτώβ. ὥστε ἐκ πάντων δείκνυσθαι, φησίν, ἀναγκαῖον τὸ ὑπεξαιρεῖν τὰς τοῦ Ἰσραὴλ δουλείας, ἤτοι τὰς τῶν ἀλλοφύλων ρκʹ, ἵνα καὶ αἱ γενεαὶ προσφόρως καὶ τὰ υμʹ ἔτη ἀπὸ τῆς ἐξόδου ἐπὶ τὴν τοῦ ναοῦ κατασκευὴν καὶ Σολομῶνα, κατὰ τὴν τρίτην τῶν βασιλειῶν, συν αντήσωσιν. ἐγὼ δὲ τῷ θείῳ Παύλῳ καὶ τῇ βίβλῳ τῶν κριτῶν ἕπομαι. Τὰ κατὰ Ἀφρικανὸν ἀπὸ Ἀδὰμ ἕως τέλους τῶν κριτῶν καὶ ἀρχῆς Ἡλεὶτοῦ ἱερέως ἔτη δςζβʹ, κατὰ δὲ Εὐσέβιον τὸν Παμφίλου δμδʹ, κατὰ δὲ τὴν ἀκριβῆ καὶ εὐαγγελικὴν παράδοσιν καὶ τόδε τὸ χρονογράφιον δτνβʹ. τὰ δὲ υνʹ ἔτη τῶν κριτῶν κατὰ τὸν θεῖον ἀπόστολον ἀπὸ τοῦ γβʹ ἔτους τοῦ κόσμου ἐπὶ τὸ πρῶτον ἔτος Ἡλεὶ πληροῦται, ἑνὸς ἔτους ὑπολειπομέ νου, ὅπερ Ἀφρικανὸς τὸν Σεμείγαρ λέγει κρατῆσαι τὸν Ἰσραὴλ τῆς γραφῆς οὐκ εἰπούσης χρόνον. Ἡλεὶ ἱερεὺς ἡγήσατο τοῦ Ἰσραὴλ ἔτη κʹ κατὰ τοὺς οʹ, κατὰ δὲ τὸ Ἑβραϊκόν, ᾧ καὶ Εὐσέβιος ἠκολούθησεν, ἔτη μʹ, καὶ οὐχ οὕτως ἐπαγγει λάμενος. τοῦ δὲ κόσμου ἦν ἔτος δτνʹ. Τελευτήσαντος Ἡλεὶ τοῦ ἱερέως ἡ κιβωτὸς ὑπὸ ἀλλοφύλους γίνεται, καὶ μετὰ ταῦτα ἄγεται εἰς οἶκον Ἀμιναδὰμ ἔτη κʹ. Σαμουὴλ ὁ καὶ προφήτης ἔκρινε τὸν Ἰσραὴλ ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτοʹ. 206 Σαοὺλ πρῶτος ἐβασίλευσε τοῦ Ἰσραὴλ ἐκ φυλῆς Βενιαμὶν ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτζʹ. ∆αβὶδ ὁ μέγας ἐν προφήταις καὶ βασιλεῦσιν, υἱὸς Ἰεσσαί, Βηθλεεμίτης, ἐκ φυλῆς Ἰούδα, οὗτος ἐβασίλευσε τοῦ Ἰσραὴλ ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυκηʹ. Αὐτὸς ᾠκοδόμησεν ἐπὶ τῆς ἀκρωρείας Ἱερουσαλὴμ τὴν Σιών, σκηνὴν ἐν αὐτῇ τῷ θεῷ πηξάμενος, ἐν ᾗ τὴν κιβωτὸν ἀπέθετο. Ὁ ἐπ' αὐτοῦ Γὰδ καὶ Νάθαν καὶ Ἀσὰφ προεφήτευον. Ἐπ' αὐτοῦ ὁ μέγας ποιητὴς Ὅμηρος παρ' Ἕλλησι καὶ Ἡσίοδος. Αὐτὸς νόμῳ πολέμου Συρίαν ὅλην ἕως Εὐφράτου ποταμοῦ καθυπέταξε. Τὰ περὶ τῆς ἀρετῆς τοῦ θεοπάτορος ∆αβὶδ οἰκείας τυχόντα τῆς ἱστορίας ἐν τῇ βίβλῳ τῶν βασιλειῶν ἔξεστιν ἐντυχεῖν.

ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων ξβʹ ἐβασίλευσε Σουσακεὶμ ἔτη λδʹ. τοῦ δὲ

κόσμου ἦν ἔτος δυοηʹ. Σουσακεὶμ Λίβυας καὶ Αἰθίοπας καὶ Τρωγλοδύτας παρέλαβε πρὸ τῆς Ἱερουσαλήμ. Αἰγυπτίων ξγʹ ἐβασίλευσε Ψούενος ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφιβʹ. Αἰγυπτίων ξδʹ ἐβασίλευσεν Ἀμμενῶφις ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφλζʹ. Αἰγυπτίων ξεʹ ἐβασίλευσε Νεφεχέρης ἔτη ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφμςʹ. Αἰγυπτίων ξςʹ ἐβασίλευσε Σαΐτης ἔτη ιεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφνβʹ. Αἰγυπτίων ξζʹ ἐβασίλευσε Ψινάχης ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφξζʹ. 207 Αἰγυπτίων ξηʹ ἐβασίλευσε Πετουβάστης ἔτη μδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφοςʹ. Αἰγυπτίων ξθʹ ἐβασίλευσεν Ὀσώρθων ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχκʹ. Αἰγυπτίων οʹ ἐβασίλευσε Ψάμμος ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχκθʹ. Αἰγυπτίων οαʹ ἐβασίλευσε Κόγχαρις ἔτη καʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχλθʹ.

ΛΑΤΙΝΩΝ ΒΑΣΙΛΕΙΣ Λατίνων βʹ ἐβασίλευσεν Ἀσκάνιος ἔτη λζʹ, ὁ υἱὸς

Αἰνείου, ὃς ἔκτισε πόλιν Ἄλβαν· ἐφ' οὗ τὰ κατὰ Ὀρέστην καὶ τὸν Αἰγίσθου φόνον ὑπ' αὐτοῦ καὶ τῆς μητρὸς Κλυταιμνήστρας. τοῦ δὲ κόσμου ἦν ἔτος δτμγʹ. Λατίνων γʹ ἐβασίλευσε Σιλούιος Αἰνείου ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτπʹ. Λατίνων δʹ ἐβασίλευσε Σιλούιος† Ἰοῦ ἔτη λαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυθʹ. Λατίνων εʹ ἐβασίλευσεν Αἰνείας Σιλουίου ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυμʹ. Λατίνων ςʹ ἐβασίλευσε Σιλούιος ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυζʹ.