1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

142

ὁμηρείαν εἰς Θήβας Ἐπαμυνοδότῳ κατὰ τὰς Θήβας ἀκμάζοντι στρατηγικῷ ἀνδρί, τότε ζηλωτὴς γέγονε τῆς αὐτοῦ ἀρετῆς, 314 βασιλεύσας δὲ ὄντως μετιὼν τοῖς πράγμασιν· ὅθεν καὶ τὴν Μακεδόνων ἀρχὴν μεγάλως ηὔξησε. τούτου δὲ ἀναιρεθέντος ὑπὸ Παυσανίου Ἀλέξαν δρος παῖς αὐτοῦ ἐβασίλευσεν ὁ Πέρσας καταπολεμήσας. Μακεδόνων κδʹ ἐβασίλευσεν ἔτη ιβʹ ὁ Φιλίππου καὶ Ὀλυμπιάδος παῖς. τοῦ δὲ κόσμου ἦν ἔτος ερνςʹ. Ἀλέξανδρος Ἰλλυριοὺς καὶ Θρᾷκας εἷλε, Θήβας κατέσκαψε, τοὺς ∆αρείου στρατηγοὺς ἐπὶ τῷ Γρανικῷ ποταμῷ Λυδῶν ἐνίκησε, Σάρδεις εἷλε, Τύρον ἐπολιόρκησεν, Ἰουδαίαν προσελάβετο, καὶ τὸν ἀρχιερέα Ἰαδδοὺς ἐτίμησε θύσας τῷ θεῷ, ὡς παρ' αὐτοῦ τὴν οἰκουμένην ὁμολογῶν προσειληφέναι· ἧς καὶ ἐπιμελητὴν μετὰ τῶν λοιπῶν τόπων Ἀνδρόμαχον κατέστησεν· ὃν ἀνελόντες οἱ τὴν Σαμαρέων οἰκοῦντες δίκας ἔτισαν ἐπανελθόντος Ἀλεξάνδρου ἐξ Αἰγύπτου. τὴν Σαμάρειαν πόλιν ἑλὼν Ἀλέξανδρος Μακεδόνας ἐν αὐτῇ κατῴκισεν. Ἑλλήνων βασιλείας ἔτος αʹ ἀπὸ ζʹ ἔτους Ἀλεξάνδρου ἀριθμοῦσιν· Ἕλληνες γὰρ καὶ Μακεδόνες οἱ αὐτοί. Ἀπὸ ζʹ ἔτους Ἀλεξάνδρου ἕως κβʹ Κλεοπάτρας ἔτη τʹ. Ἀλεξάνδρεια ἡ κατ' Αἴγυπτον ζʹ ἔτει Ἀλεξάνδρου ἐκτίσθη. Τῷ αὐτῷ ἔτει τοὺς ἐν Σαμαρείᾳ διὰ τὸν Ἀνδρομάχου φόνον ἐπανιὼν Ἀλέξανδρος ἐξ Αἰγύπτου ἐτιμωρήσατο, Μακεδόνας ἐγκατοικίσας τῇ πόλει αὐτῶν. Τῷ αὐτῷ ἔτει ἡ ἐν Ἀρβήλοις τῆς Μηδικῆς ἤχθη μάχη, καθ' ἣν ∆αρεῖος μὲν ὑπὸ τῶν περὶ Βῆσσον ἀνῃρέθη τῶν Βακτριανῶν, Ἀλέξανδρος δὲ τὴν Περσικὴν βασιλείαν σὺν τῇ Βαβυλῶνι καὶ Σουσᾶν προσηγάγετο, διαρκέσα σαν ἀπὸ Κύρου ἕως ∆αρείου ἔτη σλʹ. ὁ αὐτὸς Ὑρκανοὺς καὶ Μάρδους ἐχειρώσατο, Βῆσσος συνελήφθη, Ἀλέξανδρος Σογδιανὴν κατεστρέψατο. ὁ αὐτὸς τὴν Ἀορνὴν πέτραν ἐχειρώσατο καὶ Βερναβοᾶν ποταμὸν Ἰνδῶν πρὸς ∆άνδαμιν διέβη Βραχμανόν. 315 Σπουδὴν θέμενος τὸ εροʹ ἔτος τοῦ κόσμου κατὰ τὸ τέλος Ἀλεξάνδρου τοῦ Μακεδόνος ἀποδεῖξαι συντρέχον, ὡς ἂν καὶ τὰ ἀπὸ Φιλίππου μετὰ Ἀλέξανδρον ἔτη λαμβανόμενα κατὰ τοὺς Πτολεμαίου προχείρους τῆς ἀστρονομίας κανόνας ὁμοφωνεῖν ἐν τοῖς ἐφεξῆς ἡμῖν ἔτεσιν, εὗρον Κῦρον τὸν αʹ βασιλέα Περσῶν ἐν τοῖς ἀπὸ Ναβονασάρου καταγομένοις ἐπὶ Ἀλέξανδρον ἔτεσιν θʹ μόνον ἔτη βασιλεύσαντα Περσῶν ἐν πᾶσι τοῖς ἀκριβέσι κανονίοις. μὴ δυνάμενος δὲ Κῦρον οὕτω στοιχειῶσαι διὰ τὸ ταῖς θείαις γραφαῖς ἀντιπίπτειν (ἁπανταχοῦ γὰρ λαʹ ἔτη κεῖται βασιλεύσας παρὰ τοῖς ἐκκλησιαστικοῖς ἱστορικοῖς) ἐξ ἀνάγκης ἐκ τῶν Ὤχου χρόνων ἀμφιβαλλομένων παρ' ἐνίοις ὑφελὼν ἔτη τὰ δοκοῦντα εἶναι περιττὰ ἀντὶ τῶν καʹ εʹ μόνα ἐπ' αὐτοῦ ἐστοιχείωσα, καὶ ἔστιν ὁ κανὼν σύμφωνος. Ὁ περὶ τῆς βασιλείας Μακεδόνων λόγος διὰ τὴν ἀρετὴν Ἀλεξάνδρου καὶ Φιλίππου τοῦ πατρὸς αὐτοῦ τοῖς φιλομαθέσι καὶ περὶ ταῦτα σπουδά ζουσιν ἀναγκαῖος πέφυκε. προκείσθω γοῦν κεφαλαιωδῶς ὑπὸ μίαν σύνοψιν ἀρχόμενος ἀπὸ Καράνου τοῦ πρώτου βασιλέως Μακεδόνων ἕως Ἀλεξάνδρου. τὸ μὲν οὖν πρῶτον γένος τοῖς βασιλεῦσι τῶν Μακεδόνων εἰς Ἡρακλέα ἀναφέρεται. μετὰ γὰρ τὴν ἅλωσιν Τροίας ἔτεσιν πʹ Ἡρακλεῖδαι κατέσχον τὴν Πελοπόννησον, ἐξ ὧν αἱ τῶν Κορινθίων καὶ Λακεδαιμονίων βασιλεῖαι πρῶται συνέστησαν. χρόνοις δὲ ὕστερον περὶ τὰ τέλη τούτων ἡ τῶν Μακεδόνων ἤρξατο βασιλεία οὕτως. Κάρανος ὁ Ἀργεῖος ἀδελφὸς ὢν Φείδωνος ἑνὸς τῶν ἀφ' Ἡρακλέους 316 καταγόντων τὸ γένος καὶ τῆς Ἀργείας βασιλεύοντος σπουδάζων ἑαυτῷ χώραν κατακτήσασθαι δύναμιν ἤθροισε παρὰ τοῦ ἀδελφοῦ καὶ ἐκ τῆς ὅλης Πελοποννήσου, μεθ' οἷς τοῖς ὑπὲρ Μακεδονίαν τόποις ἐπιστρατεύσας, συμμαχήσας ἅμα καί τινι τῶν Ὀρεστῶν λεγομένων δυνάστῃ περὶ τὴν χώ ραν κατὰ τῶν πλησιοχώρων βαρβάρων, τὴν ἡμίσειαν ἔλαβε χώραν καὶ πόλιν ἤγειρε κατὰ χρησμὸν καὶ βασιλείαν ἐν αὐτῇ συνεστήσατο, ἣν οἱ κατὰ γένος ἐξ αὐτοῦ καὶ μετ' αὐτὸν διεδέχοντο. Οὗτος ὁ Κάρανος ἀπὸ μὲν Ἡρακλέους ιαʹ ἦν, ἀπὸ δὲ Τημένου τοῦ μετὰ τῶν ἄλλων Ἡρακλειδῶν κατελθόντος εἰς Πελοπόννησον ζʹ.