1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

56

παρὰ τὴν πέτραν ὑπὸ τὴν θαυμασίαν τερέβινθον, ἥτις μέχρι νῦν εἰς τιμὴν τῶν πατριαρχῶν ὑπὸ τῶν πλησιοχώρων τιμᾶται, μετῆρεν εἰς Βαιθήλ· ταύτης παρὰ τὸ πρέμνον βωμὸς ἦν, ὥς φησιν ὁ Ἀφρικανός, τῆς τερεβίνθου, ἐφ' ὃν τὰς ἐκτενὰς ἀνέφερον ἐν ταῖς πανηγύρεσι τῆς χώρας ἔνοικοι, ἡ δ' οὐ κατεκαίετο δοκοῦσα πιπρᾶσθαι. παρὰ ταύτην ὁ τάφος Ἀβραὰμ καὶ Ἰσαάκ. φασὶ δέ τινες ῥάβδον εἶναί τινος τῶν ἐπιξενωθέντων ἀγγέλων τῷ Ἀβραὰμ φυτευθεῖσαν αὐτόθι. Τῆς Γενέσεωσ Τῷ Ἡσαῦ ἔφη ἐν ταῖς εὐλογίαις ὁ Ἰσαάκ· ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσεις τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου, πλημμελήσῃς εἰς θάνατον. 124 Ἰωσήππου Τῷ ρνγʹ ἔτει τοῦ Ἰσαὰκ ἐπανῆλθεν Ἰακὼβ πρὸς αὐτὸν ἀπὸ Μεσοποταμίας. καὶ ἀναβλέψας Ἰσαὰκ καὶ ἰδὼν τοὺς υἱοὺς Ἰακὼβ ηὐλόγησε τὸν Λευὶ ὡς ἀρχιερέα καὶ τὸν Ἰούδαν ὡς βασιλέα καὶ ἄρχοντα. Ἡ Ῥεβέκκα ᾔτησε τὸν Ἰσαὰκ ἐν τῷ γήρᾳ παραινέσαι τῷ Ἡσαῦ καὶ τῷἸακὼβ ἀγαπᾶν ἀλλήλους. καὶ παραινέσας αὐτοῖς προεῖπεν ὅτι ἐὰν ἐπανα στῇ τῷ Ἰακὼβ ὁ Ἡσαῦ, εἰς χεῖρας αὐτοῦ πεσεῖται. μετὰ οὖν τὸ τελευτῆσαι τὸν Ἰσαὰκ κινηθεὶς ὑπὸ τῶν υἱῶν ὁ Ἡσαῦ καὶ ἀθροίσας ἔθνη ἦλθε κατὰ τοῦ Ἰακὼβ καὶ τῶν υἱῶν αὐτοῦ εἰς πόλεμον. Ἰακὼβ δὲ ἀποκλείσας τὰς πύλας τῆς βάρεως παρεκάλει τὸν Ἡσαῦ μνησθῆναι τῶν γονικῶν ἐν τολῶν. τοῦ δὲ μὴ ἀνεχομένου, ἀλλ' ὑβρίζοντος καὶ ὀνειδίζοντος, βιασθεὶς Ἰακὼβ ὑπὸ τοῦ Ἰούδα ἐνέτεινε τόξον καὶ πλήξας κατὰ τοῦ δεξιοῦ μαζοῦ τὸν Ἡσαῦ κατέβαλε. τοῦ δὲ θανόντος ἀνοίξαντες τὰς πύλας οἱ υἱοὶ Ἰακὼβ ἀνεῖλον τοὺς πλείστους. ταῦτα ἐν λεπτῇ Γενέσει φέρεται. Λευὶ ἐγέννησε τὸν Καὰθ μζʹ ἔτος ἄγων. τοῦ δὲ κόσμου ἦν ἔτος γχβʹ.

ΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀσσυρίων θʹ ἐβασίλευσε Βήλωχος ἔτη λεʹ. τοῦ δὲ

κόσμου ἦν ἔτος γφμαʹ. Ἀσσυρίων ιʹ ἐβασίλευσε Βαλαιὸς ἔτη νβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γφο ςʹ. Ἀσσυρίων ιαʹ ἐβασίλευσε Σέθως ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχλζʹ. Ἀλταδὰς ἔτη λβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχκηʹ. Ἀσσυρίων ιβʹ ἐβασίλευσε Μαμυθὸς ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχξʹ.

ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων κζʹ ἐβασίλευσε Βαίων ἔτη μδʹ. τοῦ δὲ

κόσμου ἦν ἔτος γυ ζςʹ. Αἰγυπτίων κηʹ ἐβασίλευσεν Ἀπαχνᾶς ἔτη λ ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γφμʹ. 125 Αἰγυπτίων κθʹ ἐβασίλευσεν Ἄφωφις ἔτη ξαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γφο ςʹ. Τοῦτον λέγουσί τινες πρῶτον κληθῆναι Φαραῶ, καὶ τῷ τετάρτῳ ἔτει τῆς βασιλείας αὐτοῦ τὸν Ἰωσὴφ ἐλθεῖν εἰς Αἴγυπτον δοῦλον. οὗτος κατέστησε τὸν Ἰωσὴφ κύριον Αἰγύπτου καὶ πάσης τῆς βασιλείας αὐτοῦ τῷ ιζʹ ἔτει τῆς ἀρχῆς αὐτοῦ, ἡνίκα καὶ τὴν τῶν ὀνείρων διασάφησιν ἔμαθε παρ' αὐτοῦ καὶ τῆς θείας συνέσεως αὐτοῦ διὰ πείρας γέγονεν. ἡ δὲ θεία γραφὴ καὶ τὸν ἐπὶ τοῦ Ἀβραὰμ βασιλέα Αἰγύπτου Φαρῶα καλεῖ.

ΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Θηβαίων κδʹ ἐβασίλευσεν Οὐοσιμάρης κραταιός, ὅ ἐστιν

ἥλιος, ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γφ ζηʹ. Θηβαίων κεʹ ἐβασίλευσε Σεθίνιλος, ὅ ἐστιν αὐξήσας τὸ πάτριον κράτος, ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχιʹ. Θηβαίων κ ςʹ ἐβασίλευσεν Σεμφρουκράτης, ὅ ἐστιν Ἡρακλῆς Ἁρποκράτης, ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχιηʹ. Θηβαίων κζʹ ἐβασίλευσε Χουθὴρ Ταῦρος τύραννος ἔτη ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχλ ςʹ. Θηβαίων κηʹ ἐβασίλευσε Μευρὴς Φιλόσκορος ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχμγʹ. Θηβαίων κθʹ ἐβασίλευσε Χωμαεφθὰ κόσμος Φιλήφαιστος ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχνεʹ. Θηβαίων λʹ ἐβασίλευσε Σοικούνιος Ὁχοτύραννος ἔτη ξʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχξ ςʹ.