1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

160

Κυζίκιος ἔτη ιηʹ. καὶ πάλιν ὁ Γρυπὸς ἐκβαλὼν τὸν Κυζίκιον ἐβασίλευσε τὰ λοιπὰ ἔτη δʹ, καὶ οὕτως ἐκ διαδο χῆς ἐπολέμουν ἀλλήλους. Ἀντίοχος ἅμα Ὑρκανῷ ὁ Γρυπὸς Σίνδαν τινὰ στρατηγὸν τῶν Πάρθων νικήσας τρόπαιον ἔστησε παρὰ τῷ Λύκῳ ποταμῷ. 352 Κατὰ Σικελίαν ὁ δουλικὸς πόλεμος. οἱ ἐν Σικελίᾳ δοῦλοι πολιορκούμε νοι εἰς ἀλληλοφαγίαν ἐτράπησαν. τοῦ δὲ κόσμου ἦν ἔτος ετξʹ. Σέλευκος υἱὸς Ἀντιόχου τοῦ Γρυποῦ τὸν Κυζίκιον ἐκβαλὼν ἐκράτησε βραχύ. Σέλευκον ζῶντα κατέκαυσεν ὁ Κυζίκιος Ἀντίοχος. Ἀντίοχος ὁ Κυζίκιος φυγὼν εἰς Πάρθους Πομπηίῳ προὔδωκεν ἑαυτόν. Ἰστέον ὅτι καὶ οὗτος ὁ ἐξωσθεὶς λέγεται ὑπὸ τῆς μητρὸς καὶ ὁ μετ' αὐ τὸν ὑπὸ τῶν στρατευμάτων διωχθεὶς Ἀλέξανδρος ὁ ἀδελφὸς αὐτοῦ ὁ ἐξ ωσθεὶς ὀνομάζεται. Τοῦ Ἀλεξάνδρου τούτου τοῦ προρρηθέντος υἱοῦ Ἀντιόχου τοῦ Ἐπιφανοῦς πεσόντος ἐν τῇ πρὸς Πτολεμαῖον μάχῃ μερίζεται ἡ τῆς Συρίας ἀρχὴ εἴς τε ∆ημήτριον τὸν τοῦ ∆ημητρίου υἱὸν ὁρμώμενον ἐκ τῆς Σελευκίας καὶ εἰς τὸν υἱὸν Ἀλεξάνδρου ὁρμώμενον ἐκ Συρίας καὶ Ἀντιοχείας Ἀντίοχον.ἀλλὰ τοῦτον ὁ ∆ημητρίου ∆ημήτριος τάχιστα νικήσας χειροῦται τὴν ἀρχὴν ἔτη γʹ. ὅθεν καὶ Νικάνωρ ἐκλήθη. στρατεύσας δὲ ἐπ' Ἀρσάκην εἰς Βαβυλῶνα αἰχμάλωτος γίνεται ὑπὸ Ἀρσάκου καὶ εἰς τὴν Παρθικὴν ἀναχθεὶς ἐφρουρεῖτο σιδηρωθείς. ὅθεν καὶ Σιδηρίτης ἐλέγετο ὕστερον. Οὗτος πρὸ τῆς εἰς Παρθικὴν φρουρᾶς ἐκ Κρήτης ἐπανελθὼν καὶ Συρίας κρατήσας Ἀπολλώνιον ἔταξεν Ἰουδαίοις πολεμεῖν· Ἰωνάθης δὲ ἅμα μυρίοις ἐπιλέκτοις Ἰώππην κατέσχε κτείνας η τῶν σὺν τῷ Ἀπολλωνίῳ. ὁ αὐτὸς Ἄζωτον ἐμπρήσας τὸ παρ' αὐτοῖς εἴδωλον τοῦ ∆αγὼν ἀφαιρεῖται. Τῷ αὐτῷ ∆ημητρίῳ ∆ημητρίου Σωτῆρι ἐπιλεγομένῳ καὶ Νικάνορι Πτολεμαῖος δίδωσιν ἀφελόμενος Ἀλεξάνδρου τὴν θυγατέρα Κλεοπάτραν ὁμοῦ καὶ τῆς Συρίας ἀρχήν. ἀπέστησαν δὲ αἱ δυνάμεις τοῦ ∆ημητρίου καὶ ἐδεήθη Ἰωνάθου πέμψαι στράτευμα πρὸς συμμαχίαν αὐτῷ εἰς Ἀντιόχειαν, ὑποσχόμενος καθαρίσαι τὰς πόλεις Ἰούδα τῶν ἐθνικῶν στρατευμάτων, εἰ νικήσει. Ἰωνάθης δὲ ἀπέστειλεν αὐτῷ τρισχιλίους, οἳ καὶ διέφθειραν εἰς Ἀντιόχειαν Ἑλλήνων μυριάδας ιʹ τῶν ἐπαναστάντων κατὰ ∆ημητρίου πολιτῶν καὶ τὴν πόλιν ἐνέπρησαν. ∆ημήτριος δὲ νικήσας πάντα διεψεύσατο τὰ πρὸς Ἰωνάθην. Ἐν τούτοις οὖν ἀναιρεῖται Ἰωνάθης ὑπὸ Τρύφωνος δόλῳ καὶ κρατεῖ μετ' αὐτὸν Σίμων υἱὸς αὐτοῦ ἔτη ηʹ. 353 ΣΠΟΡΑ∆ΗΝ Ὄππιος Κελτοὺς ἐχειρώσατο. κατὰ τούτους τοὺς χρόνους ἑάλω Καρ χηδὼν τὸ ἔσχατον ὑπὸ Σκηπίωνος Ἀφρικανοῦ τοῦ νέου, ἔχουσα ἔτη χμʹ ἀπὸ κτίσεως, κατὰ δὲ ἄλλους ψμηʹ. Ἀντίοχον τὸν Σιδίτην Ἀρσάκης Πάρθος ἀνεῖλε. Πτολεμαῖος ὁ Ἀβούβου μετὰ τὸ ἀνελεῖν Σίμωνα τὸν οἰκεῖον πενθερὸν δόλῳ παρὰ πότον τῷ Ἀντιόχῳ ἐδήλωσεν ἀποστεῖλαι δύναμιν αὐτῷ πρὸς τὸ παραδοῦναι αὐτῷ τὴν Ἰουδαίαν. Ἰωάννης δὲ ὁ Σίμωνος υἱὸς μαθὼν τὰ συμβάντα τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς ὑπὸ Πτολεμαίου τοὺς μὲν ἐλθόντας πρὸς αὐτὸν ἐν Γαζαρηνοῖς ἀναιρεῖ, τῷ δὲ Ἀντιόχῳ φιλωθεὶς καὶ παρὰ τοῦ πλήθους τὴν ἀρχὴν λαβὼν τὸν αὐτὸν ἀναιρεῖ Πτολεμαῖον, καὶ Ἀντιόχῳ συμμαχεῖ κατὰ Ὑρκανῶν· ἔνθα μεγάλως εὐδοκήσας Ἰωάννης Ὑρκανὸς ἐπωνομάσθη, ἀριστεύσας πλεῖστα. Καὶ ἀναιρεῖται ὑπὸ Πτολεμαίου τοῦ Ἀβούβου Σίμων παρὰ πότον τοῦ ἰδίου γαμβροῦ δόλῳ σὺν τοῖς υἱοῖς πλὴν Ἰωάννου, ὃς Ἰωάννης ὁ Ὑρκανὸςμετονομασθεὶς ἐκράτησεν Ἰουδαίων ἔτη κςʹ στρατηγῶν καὶ ἀρχιερατεύων. Ἕως τούτου περιέχει ἡ πρώτη τῶν Μακκαβαίων, ἡ δὲ δευτέρα τὰ κατὰ Σέλευκον καὶ Ἀντίοχον τὸν Ἐπιφανῆ καὶ Ἀντίοχον· τὸν Εὐπάτορα και ∆ημήτριον τὸν Σωτῆρα καὶ Ἰούδαν τὸν Μακκαβαῖον. ἡ δὲ τρίτη τὰ κατὰ τὸν Φιλοπάτορα Πτολεμαῖον ἱστορεῖ, ὅπως τὸ ἔθνος τῶν Ἰουδαίων ἐβου λεύσατο ἀφανίσαι πρὸ τῆς Ἀντιόχου τοῦ Ἐπιφανοῦς βασιλείας ἔτεσι λʹ· ταύτῃ δὲ καὶ πρώτη τῷ χρόνῳ ἐστίν. ἡ δὲ δʹ ἐξαίρετος περὶ τοῦ αὐτο δέσποτον εἶναι τῶν παθῶν τὸν εὐσεβῆ λογισμὸν καὶ περὶ τῆς τῶν ζʹ σὺν τῇ μητρὶ ἀθλήσεως κατὰ τοὺς Ἰωνάθου τοῦ