1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

74

πρὸς Ἀμαλήκ, ἔνθα πολλοὶ ἀνῃρέθησαν τοῦ Ἰσραήλ.τότε ἀνῃρέθη κατὰ πρόσταγμα θεοῦ τις εὑρεθεὶς ξυλευόμενος ἐν σαβ βάτῳ. τότε καὶ κατὰ Μωυσέως ἀνέστησαν Κορὲ καὶ ∆αθὰν καὶ Ἀβειρὼν συναποστατήσαντες ἀρχηγοὺς ἄνδρας σνʹ, ὧν ∆αθὰν μὲν καὶ Ἀβειρὼν σὺν γυναιξὶ καὶ τέκνοις καὶ πάσῃ τῇ ἀποσκευῇ κατεπόθησαν ὑπορραγείσης αὐτοῖς τῆς γῆς, Κορὲ δὲ καὶ οἱ σὺν αὐτῷ σνʹ πυρίφλεκτοι γεγόνασι· τοῦ δὲ λαοῦ ἔπεσον χιλιάδες ιδʹ καὶ ψʹ. ἔλαβε δὲ Μωυσῆς ἀφ' ἑκάστης φυλῆς ῥάβδον κατὰ πρόσταγμα κυρίου, καὶ ἀπέθετο τὰς ιβʹ ἐν τῇ σκηνῇ κατα γεγραμμένας τῷ ὀνόματι τῶν φυλῶν καὶ τὴν ῥάβδον Ἀαρὼν μέσον αὐτῶν γεγραμμένην τῷ οἴκῳ Λευί, ἥτις εὑρέθη βλαστήσασα τῇ ἐπαύριον μέση τῶν λοιπῶν ῥάβδων βλαστοὺς καὶ ἄνθη καὶ κάρυα εἰς πίστιν τοῖς ἀνηκόοις. Ἦλθον δὲ εἰς τὴν ἔρημον Σιναῒ τῷ πρώτῳ μηνὶ τοῦ μʹ ἔτους τῆς ἐξόδου καὶ κατέμεινεν Ἰσραὴλ ἐν Κάδης. ἐκεῖ ἐτελεύτησε Μαρία καὶ ἐτάφη. ὁ δὲ τόπος ἄνυδρος· ἔνθα καταβοήσαντες Μωυσέως τοσοῦτον παρεπίκραναν τὸν ἠπιώτατον, ὥστε διαστεῖλαι ἐν τοῖς χείλεσιν αὐτοῦ, κελεύσαντος αὐτῷ τοῦ θεοῦ πλῆξαι τὴν πέτραν τῇ ῥάβδῳ τοῦ Ἀαρών, καὶ εἰπεῖν πρὸ τοῦ πατάξαι αὐτήν· ἀκούσατέ μου οἱ ἀπειθεῖς, μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξωμεν ὑμῖν ὕδωρ; ἐφ' οἷς πατάξας ἐξήγαγεν ὕδατα εἰς πλησμονὴν αὐτοῖς καὶ τοῖς κτήνεσιν αὐτῶν. Τότε εἶπεν ὁ θεὸς αὐτῷ τε καὶ τῷ Ἀαρών· οὐ μὴ εἰσάξετε τὸν λαὸν εἰς τὴν γῆν τῆς κληρουχίας, διότι οὐκ ἐπιστεύσατέ μοι. τὸ δὲ ὕδωρ λοιδορίας ἐκλήθη. Τότε Μωυσῆς ἐπρεσβεύσατο πρὸς βασιλέα Ἐδὼμ διελθεῖν διὰ τῆς χώρας αὐτοῦ. καὶ οὐχ ὑπήκουσεν αὐτῷ Ἐδώμ. ἐκκλίνας δὲ ἐξ Ἐδὼμ ἦλθεν εἰς 161 ὄρος τὸ Ὢρ σὺν παντὶ Ἰσραήλ· ἔνθα ἀναβιβάσας Ἀαρὼν τὸν ἀδελφὸναὐτοῦ ἐνώπιον τοῦ λαοῦ ἐξέδυσε τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ κατὰ πρόσταξιν θεοῦ. καὶ ἀπέθανεν Ἀαρὼν ἐκεῖ ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους. Τῷ μʹ ἔτει τῆς ἐξόδου Ἀαρὼν τελευτήσαντος Ἐλεάζαρ υἱὸς αὐτοῦ ἀρχιεράτευσε. τότε ὁ Χαναναῖος παρεδόθη τῷ Ἰσραὴλ καὶ ἀνεθεματίσθη σὺν ταῖς πόλεσιν αὐτοῦ, ὅθεν ὁ τόπος ἀνάθεμα λέγεται. ἀπὸ τοῦ ὄρους Ὢρ ἀπάραντες ἦλθον ἐπὶ θάλασσαν ἐρυθράν, κύκλῳ γῆς Ἐδώμ· καὶ κατελάλη σαν τοῦ θεοῦ καὶ Μωυσέως περὶ ἄρτου καὶ ὕδατος, μεμφόμενοι τὸ μάννα ὡς διάκενον ἄρτον. καὶ ἐπαπέστειλεν αὐτοῖς κύριος ὄφεις ἀναιροῦντας. καὶ εὐξάμενος Μωυσῆς ὑπὲρ αὐτῶν προσετάγη ποιῆσαι χαλκοῦν ὄφιν, πρὸς ὃν ἀποβλέποντες κείμενον ἐπί τινος σημείου ἔζων οἱ δηχθέντες. Ἔνθεν ἀπάραντες εἰς Ὠβὼθ ἦλθον, ἐκ δὲ Ὠβὼθ εἰς Ἀχελαίην κατὰπρόσωπον Μωάβ, κἀκεῖθεν ἦλθον εἰς φάραγγα Ζαρέθ. ἀπὸ φάραγγος Ζαρὲθ εἰς τὸ πέραν ἦλθον Ἀρνῶν κατὰ τὸ φρέαρ, ὃ εἶπε κύριος πρὸς Μωυσῆν· συνάγαγε τὸν λαὸν καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν· ἀπὸ τοῦ φρέατος εἰς Μαθναΐ, ἀπὸ Μαθναῒ εἰς Ναχαιήλ, καὶ ἀπὸ Ναχαιὴλ εἰς Βαμώθ, καὶ ἀπὸ Βαμὼθ εἰς Νάπην ἐν τῷ πεδίῳ Μωάβ· καὶ ἀπέστειλε Μωυσῆς πρὸς Σηὼν βασιλέα τῶν Ἀμορραίων, αἰτῶν παρελθεῖν διὰ τῆς γῆς αὐτοῦ. καὶ οὐκ ἔδωκε Σηών, ἀλλ' ἐξῆλθε πολεμῶν τὸν Ἰσραήλ. καὶ ἐπάταξεν αὐτὸν ὁ Ἰσραὴλ ἐν μαχαίρᾳ, καὶ ἐκυρίευσε τὴν γῆν καὶ τὰς πόλεις αὐτῶν, ὧν ἦν πρωτεύουσα Ἐσεβών, καὶ κατῴκησεν ἐν αὐταῖς. Ἐπιστρέψαντες δὲ ἐπὶ Βασάν, ἥ ἐστι Σκυθόπολις, ἐξῆλθεν Ὢγ βασιλεὺς Βασὰν πολεμῶν τὸν Ἰσραήλ. καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὸν λαὸν αὐτοῦ καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ. Ἐκεῖθεν ἀπάραντες ἦλθον εἰς Ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ. τότε Βαλὰκ υἱὸς Σεπφὼρ βασιλεὺς Μωὰβ ἀκούσας τὰ περὶ τοῦ Σηὼν καὶ τοῦ Ὤγ, ὅπως παρεδόθησαν τῷ Ἰσραήλ, ἐφοβήθη σφόδρα· καὶμεταπεμψάμενος Βαλαάμ τινα διαβόητον μάντιν καὶ οἰωνοσκόπον, δαιμό 162 νων ἐνεργείᾳ πολλοὺς τροπωσάμενον κατὰ θεοῦ συγχώρησιν, ἥτις καὶ τούτῳ τὰ πρῶτα τὴν ἀπέλευσιν ὁράμασι διεκώλυε, τὸ δὲ δεύτερον ἐπι τρέψασα τί πράξοι τῇ φωνῇ τῆς ὄνου μὴ εὐοδοῦσθαι ἐσήμανε δι' ἣν ὤδινε κατὰ τοῦ Ἰσραὴλ ἔννοιαν, ἄλλην αὐτῷ μηδαμόθεν ἐπινοῶν ἔσεσθαι φθορὰν ἢ διὰ τοῦ μολυσμοῦ τοῦ εἰς τὰς