1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

50

ἔτη οθʹ. οὗτος ἑρμηνεύεται τῆς ἀνδρὸς περισσομελής· τοῦ δὲ κόσμου ἦν ἔτος γ ζʹ. ζʹ Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ζʹ Στοῖχος υἱὸς αὐτοῦ, ὅ ἐστιν Ἄρης ἀναίσθητος, ἔτη ςʹ· τοῦ δὲ κόσμου ἦν ἔτος γρξθʹ. ηʹ Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ηʹ Γοσορμίης, ὅ ἐστιν †αἰτήσι παν τός†, ἔτη λʹ· τοῦ δὲ κόσμου ἦν ἔτος γροεʹ. θʹ Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν θʹ Μάρης υἱὸς αὐτοῦ, ὅ ἐστιν Ἡλιό δωρος, ἔτη κ ςʹ· τοῦ δὲ κόσμου ἦν ἔτος γσεʹ.

ΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀσσυρίων πρῶτος ἐβασίλευσε Βῆλος ἔτη νεʹ. τοῦ δὲ

κόσμου ἦν ἔτος γσι ςʹ. Ἀσσυρίων βʹ ἐβασίλευσε Νίνος ἔτη νβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γσοαʹ. Ἀσσυρίων γʹ ἐβασίλευσε Σεμίραμις ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτκγʹ. Ἀσσυρίων δʹ ἐβασίλευσεν Νινύας ἔτη ληʹ, ὁ καὶ Ζάμης, υἱὸς Νίνου καὶ Σεμιράμεως, ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτξεʹ. Σικυωνίων βασιλεῖς πῶς καὶ πόθεν ἤρξαντο Αἱ παρ' Ἕλλησιν ἀρχαιολογίαι πᾶσαι μὲν ἀσύμφωνοι φέρονται παρὰ τοῖς συλλεξαμένοις αὐτὰς ἱστορικοῖς, ἐξαιρέτως δὲ αἱ πρὸ τῆς πρώτης ὀλυμπιάδος. τούτων πρώτη καὶ πάντων παλαιοτάτη ἀνεγράφη ἡ Σικυω νίων ἀρχή, ἧς πρῶτος ἡγήσατο Αἰγιαλεύς, ἀφ' οὗ καὶ Αἰγιάλεια ἡ νῦν Πελοπόννησος τὸ πρὶν ἐκαλεῖτο. 110 Σικυωνίων βασιλεῖς ἔτη Ϡξζʹ καὶ ἱερεῖς ςʹ Τῷ γσλθʹ ἔτει τοῦ κόσμου, ο ςʹ τοῦ Ναχὼρ ἡ Σικυωνίων βασιλεία ἤρξατο ἀπὸ πρώτου βασιλέως Αἰγιαλέως ἕως κ ςʹ βασιλέως Ζευξίππου ἐπὶ ἔτη διαρκέσασα Ϡξζʹ. μεθ' οὓς ἄρχοντες ἱερεῖς ςʹ ἔτη λγʹ. ὁμοῦ τὰ πάντα τῆς Σικυωνίων ἀρχῆς ἔτη α, ὡς Ἀπολλόδωρος καὶ ἕτεροι, ἐν οἷς καὶ Εὐσέβιος, ἔγραψαν. ἔστιν οὖν ἀπὸ γσλθʹ κοσμικοῦ ἔτους ἕως δσληʹ, ὡς ὑπόκειται. Κάστορος περὶ τῆς βασιλείας τῶν Σικυωνίων Παρατίθεμεν δὲ καὶ τοὺς Σικυῶνος βασιλεύσαντας, ἀρχομένους μὲν ἀπὸ Αἰγιαλέως τοῦ πρώτου βασιλεύσαντος, λήγοντας δὲ ἐπὶ Ζεύξιππον. οἱ μὲν οὖν βασιλεῖς κατέσχον ἐτῶν χρόνον Ϡνθʹ. μετὰ δὲ τοὺς βασιλεῖς κατεστάθησαν ἱερεῖς τοῦ Καρνίου ςʹ. οὗτοι δ' ἱεράτευσαν ἔτη λγʹ. μεθ' οὓς κατεστάθη ἱερεὺς Χαρίδημος, ὃς καὶ οὐχ ὑπομείνας τὴν δαπάνην ἔφυγε. Πάντων μὲν Ἑλλήνων παλαιότατοι τοῖς χρόνοις ἀναγράφονται Σικυώ νιοι καὶ βασιλεῖς οἱ Σικυῶνος ἡγησάμενοι, ὧν πρῶτος ἦρξεν Αἰγιαλεὺς κατὰ Βῆλον καὶ Νῖνον γεγονὼς τοὺς πρώτους Ἀσσυρίων βασιλεῦσαι τῆς Ἀσίας μνημονευομένους, ἐξ οὗ Αἰγιάλεια τὸ πρὶν ἡ νῦν Πελοπόννησος ἐκαλεῖτο. συγχρονίζειν δὲ τῷ Ναχὼρ καὶ τῷ Θάρα πατρὶ τοῦ Ἀβραὰμ ὁ ἀκριβὴς καὶ καθ' ἡμᾶς ἀποδείκνυσι λόγος. Σικυωνίων πρῶτος ἐβασίλευσεν Αἰγιαλεὺς ἔτη νβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γσλθʹ. Σικυώνιοι ἐλέγοντο ἀπὸ Σικυῶνος πόλεως πρώτης ἐν Πελοποννήσῳ.

ΚΟΣΜΟΥ ΕΤΗ Γενεὰ καʹ Ἀβραὰμ ἔτη ρʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτιγʹ. Ἀβραὰμ

Χαλδαῖος ὢν τῷ γένει τὴν πρώτην ἡλικίαν παρὰ Χαλδαίοις ἐτράφη καὶ τῆς παρ' αὐτοῖς ἀστρολογίας καὶ λοιπῆς μετέσχε σοφίας. 111 θεοφιλὴς δὲ ὢν καὶ τοῖς κτίσμασι τὸν νοῦν ἑαυτοῦ μὴ καταδεξάμενος ἐᾶσαι ἐνδιατρίβειν, ἀλλ' ἐπὶ τὸν γενεσιουργὸν ἐκ τῆς τῶν κτισμάτων ἀν αχθεὶς καλλονῆς θείας ἐλλάμψεως ἠξιώθη, ἔτι διατρίβων ἐν τῇ πατρίδι, ὥς φησιν ἐν ταῖς πράξεσιν ὁ πρωτομάρτυς, καθὼς καὶ προσεσήμανται. Ἰστέον δὲ ὅτι οἱ Χαλδαῖοι ἀπὸ τοῦ Σὴμ κατάγονται, ἐξ ὧν ὁ Ἀβραάμ. Τὸν κατὰ μητέρα πάππον τοῦ Ἀβραὰμ ἡ λεπτὴ Γένεσίς φησιν ὅτι Ἀβραὰμ ἐκαλεῖτο, ἡ δὲ Σάρρα ἀδελφὴ ὁμοπατρία τοῦ Ἀβραὰμ ὑπῆρχε. Πρῶτος Ἀβραὰμ δημιουργὸν τὸν τῶν ὅλων θεὸν ἀνεκήρυξε. Πρῶτος Ἀβραὰμ ἐκύκλου τὸ θυσιαστήριον κλάδοις φοινίκων καὶ ἐλαιῶν. Ἐπὶ Ἀβραὰμ πρῶτος ὠνόμασται ἄγγελος ἐν τῇ θείᾳ γραφῇ. Παρ' αὐτοῦ Αἰγύπτιοι τὴν τῶν ἀστέρων θέσιν καὶ κίνησιν ἔμαθον καὶ τὴν ἀριθμητικὴν ἐπιστήμην. Τῷ ιδʹ ἔτει αὐτοῦ ὁ Ἀβραὰμ ἐπιγνοὺς τὸν τῶν ὅλων θεὸν προσεκύνει, τὰ δὲ εἴδωλα τοῦ πατρὸς συντρίψας κατέκαυσε σὺν τῷ οἴκῳ.