1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

121

ἐντολήν, τοὺς Ἰουδαίους ὠνείδιζεν ἀπειθοῦντας τῷ θεῷ καὶ μηδὲ κἂν ὡς οὗτοι τῷ πατρὶ πεποιθομένους τῷ κτίσαντι. Ἱερεμίας ὁ προφήτης ἐξελθὼν εἰς πόλιν Βενιαμὶν ὠνήσασθαι ἀγρὸν συνελήφθη ὑπό τινος Ἱερούα, τῷ Σεδεκίᾳ τε παρεδόθη καὶ εἰς τὴν φυλακὴν καθείρχθη. ἔνθα προφητεύων τὰ τῇ πόλει καὶ τῷ ἔθνει συμβησό μενα εἰς λάκκον ἐνεβλήθη. τοῦτον ὁ Αἰθίοψ Ἀβδεμέλεχ οἰκεῖος Σεδεκίου ἀνείλατο τοῦ λάκκου, δυσωπήσας τὸν βασιλέα. τούτῳ προσαχθεὶς Σεδεκίας καί τινα μαθὼν παρ' αὐτοῦ πρὸς σωτηρίαν οὐχ ὑπήκουσεν. ἦν δὲ φυλαττόμενος ἐν τῇ αὐλῇ ἕως ὅταν ἡ πόλις ἥλω. Τὰ τῆς τετάρτης τῶν βασιλειῶν περὶ τῆς τελείας αἰχμαλωσίας Σεδεκίου καὶ τῶν καταλειφθέντων ἐπὶ Ἰωακεὶμ Ἰουδαίων καὶ ἱερῶν οἴκου κυρίου καὶ ἐρημώσεως Ἱερουσαλήμ. Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ θʹ τῆς βασιλείας Σεδεκίου ἐν τῷ μηνὶ τῷ ιʹ, ιαʹ τοῦ μηνὸς, ἦλθε Ναβουχοδονόσωρ ὁ βασιλεὺς Βαβυλῶνος, αὐτὸς καὶ 267 πᾶσα ἡ δύναμις αὐτοῦ εἰς Ἱερουσαλήμ, καὶ παρενέβαλεν ἐπ' αὐτήν, καὶ ᾠκοδόμησεν ἐπ' αὐτὴν περίτειχος κύκλῳ. καὶ ἦλθεν ἡ πόλις εἰς περιοχὴν ἕως τοῦ ιαʹ ἔτους βασιλέως Σεδεκίου, θʹ τοῦ μηνός. καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τῇ πόλει καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς. καὶ ἐρράγη ἡ πόλις καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ ἄνδρες τοῦ πολέμου νυκτὸς ἐξῆλθον ὁδὸν πύλης τῆς ἀνὰ μέσον δύο τειχέων, αὕτη ἐστὶ τοῦ κήπου τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ κατὰ δυσμὰς κατὰ Ἱεριχῶ, καὶ ἐπορεύθησαν ὁδὸν τὴν Ἀραβά. καὶ ἐδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὁπίσω τοῦ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν τῇ ἐρήμῳ Ἱεριχῶ. καὶ πᾶσα ἡ δύναμις αὐτοῦ διεσπάρη ἐπάνωθεν αὐτοῦ. καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς βασιλέα Βαβυλῶνος εἰς Ὀβλαθά, καὶ ἐκρίθη πρὸς αὐτὸν λόγοις. καὶ τοὺς υἱοὺς Σεδεκίου ἔσφαξε κατ' ὀφθαλμοὺς αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε, καὶ ἔδησεν αὐτὸν ἐν πέδαις, καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα. καὶ ἐν τῷ μηνὶ τῷ εʹ ἑβδόμῃ τοῦ μηνὸς (αὐτὸς ἐνιαυτὸς ιθʹ τοῦ Ναβουχοδονόσωρ) ἦλθε Ναβουζαρδὰν ἀρχιμάγειρος ἑστὼς ἐνώπιον βασιλέως Βαβυλῶνος εἰς Ἱερουσαλήμ, καὶ ἐνέπρησε τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας τοὺς οἴκους Ἱερουσαλήμ, καὶ πάντα οἶκον ἐνέπρησεν ἐν πυρί. καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κατέλυσε κύκλῳ ἡ δύναμις Χαλδαίων. ὁ ἀρχιμάγειρος καὶ τὸ περισσὸν τοῦ λαοῦ τὸ καταλειφθὲν ἐν τῇ πόλει καὶ τοὺς ἐμπεπτωκότας, οἳ ηὐτομόλησαν πρὸς βασιλέα Βαβυλῶνος, καὶ τὸ λοιπὸν τοῦ στηρίγματος μετῆρεν, καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν εἰς ἀμπελουργοὺς καὶ εἰς γεωργούς. καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ κυρίου καὶ τοὺς μεχωνὼθ καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ κυρίου συνέτριψαν οἱ Χαλδαῖοι, καὶ ἦραν τὸν χαλκὸν αὐτῶν, τοὺς λέβητας καὶ τοὺς λαμπτῆρας καὶ τὰ ἱμάτια καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, ἔλαβον, καὶ τὰ πυρία καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ τὰς ἀργυρᾶς ἔλαβεν ὁ ἀρχιμάγειρος, στύλους δύο, τὴν θάλασσαν τὴν μίαν καὶ τὰς βάσεις, ἃς ἐποίησε Σαλομὼν τῷ οἴκῳ κυρίου. οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ τῶν σκευῶν· καὶ τὰ ἑξῆς.

268 Ταῦτα μὲν ἐν τῇ δʹ τῶν βασιλειῶν. ἐν δὲ τῷ τέλει τῆς βʹ τῶν Παρα λειπομένων περὶ τῶν οʹ ἐτῶν τῆς αἰχμαλωσίας οὕτως φησί. Καὶ ἦσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Περσῶν καὶ Μήδων τοῦ πληρωθῆναι λόγον κυρίου διὰ στόματος τοῦ Ἱερεμίου ἕως τοῦ προσδέξασθαι τὴν γῆν τὰ σάββατα αὐτῆς σαββατίσαι εἰς συμπλή ρωσιν ἐτῶν οʹ. Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος δοῦλος τοῦ Ναβουχοδονόσωρ ἐμπρήσας τὸν ἐν Ἱερουσαλὴμ ναὸν καὶ τὰ βασίλεια, τὰ σκηνώματά τε τῶν δυναστῶν καὶ τῶν λοιπῶν, τοὺς ἐπισήμους ἀπήγαγε πρὸς Ναβουχοδονόσωρ, οἳ καὶ ἀνῃρέθησαν ὑπ' αὐτοῦ. οὗτος πένητάς τινας κατέλιπεν ἐν τῇ Ἰουδαίᾳ προφάσει γεωργίας ἡγεμόνα αὐτοῖς καταστήσας τὸν Γοδολίαν. Ἱερεμίας δὲ καίτοι προτραπεὶς ὑπ' αὐτοῦ, εἰ βούλοιτο συναπελθεῖν καὶ τιμῆς ἀξιωθῆναι,