1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

110

ΧΑΛ∆ΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Τὸ πρῶτον ἔτος Ναβονασάρου Χαλδαίων βασιλέως ἀπὸ

τοῦ δψμςʹ ἔτους τοῦ κόσμου δεῖ ἀριθμεῖν, καὶ ἀπ' αὐτοῦ ἕως τελευτῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος ἔτη υκδʹ, ὡς εἶναι ἀπὸ Ἀδὰμ ἕως Ἀλεξάνδρου τελευτῆς εροʹ. Σαλμανασὰρ ὁ καὶ Ναβονάσαρος Χαλδαίων πρῶτος ἐβασίλευσεν ἔτη κςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψμςʹ. Σαλμανασὰρ βασιλεὺς Ἀσσυρίων κατὰ τοῦ Ὠσηὲ ἐλθὼν τὴν Σαμάρειαν καὶ τὸν Ἰσραὴλ ὑπόφορον ἔθετο. ἔπειτα δὲ μαθὼν τὸν Ὠσηὲ πρεσβευόμενον εἰς βοήθειαν ἐλθεῖν τῷ Αἰθίοπι Ἀδραμέλεχ τῷ κατὰ τὴν Αἴγυπτον καὶ Σηγὼρ βασιλεῖ Αἰγύπτου, τόν τε Ὠσηὲ καθεῖρξεν ἐν φυλακῇ καὶ τὰς ιʹ φυλὰς τοῦ Ἰσραὴλ ᾐχμαλώτευσεν. Ἡ τῶν ἐν Σαμαρείᾳ δέκα φυλῶν λεγομένων τοῦ Ἰσραὴλ βασιλευομένων Ἑβραίων ἀρχὴ τούτῳ τῷ ζʹ ἔτει Ὠσηὲ τοῦ τελευταίου βασιλέως αὐτῶν ἤρξατο πολιορκεῖσθαι, ὅπερ ἦν ἀρχὴ τοῦ δʹ ἔτους Ἐζεκίου, ὥς φησιν ἡ δʹ τῶν βασιλειῶν ὅτι «ἐγένετο ἐν τῷ ἔτει τῷ δʹ βασιλεῖ Ἐζεκίᾳ, αὐτὸς ὁ ἐνιαυτὸς ζʹ Ὠσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραήλ, ἀνέβη Σαλμανασὰρ βασιλεὺςἈσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκησεν αὐτὴν καὶ κατεβάλετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ςʹ Ἐζεκία. οὗτος ἐνιαυτὸς θʹ τῷ Ὠσηὲ βασιλεῖ Ἰσραήλ. καὶ συνελήφθη Σαμάρεια καὶ ἀπῴκισε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους καὶ ἔθηκεν αὐτοὺς ἐν Χαλχὰλ καὶ ἐν Ἀβὼρ ποταμῷ Γωζὰν καὶ ὄρη Μήδων, ὅτι οὐκ εἰσήκουσαν τῆς φωνῆς κυρίου θεοῦ αὐτῶν.» Αὕτη πρώτη τοῦ Ἰσραὴλ αἰχμαλωσία πέφυκεν εἰς Ἀσσυρίους, ἥτις γέγονεν ἀρχομένῳ ςʹ ἔτει Ἐζεκίου, κοσμικῷ δὲ ἔτει δψοʹ πληρουμένῳ. διήρκεσε δὲ ἡ αὐτὴ τῶν ιʹ φυλῶν βασιλεία ἐν Σαμαρείᾳ ἀπὸ τοῦ αʹ βασι 242 λέως αὐτῶν Ἱεροβωὰμ δούλου Σολομῶντος ἐν βασιλεῦσι ιηʹ, ἔτεσι δὲ σξʹ. ἀπὸ γὰρ τοῦ κοσμικοῦ δφιγʹ ἀρξαμένη εἰς τὸ ὑποτεταγμένον δψοαʹ ἔληξε, κατὰ δὲ Ἀφρικανὸν δψνʹ, κατὰ δὲ Εὐσέβιον δυνεʹ.

Εὐσέβιος δὲ ὁ Καισαρεὺς σνʹ ἔτη ἐπελογίσατο καὶ ἄλλοι σμςʹ, πλὴν τὸ ἀκριβέστερον καὶ τῇ γραφῆ τῶν βασιλειῶν συμφωνότερον ὡς πρὸς τὸ ςʹ ἔτος Ἐζεκίου καὶ αὐτὸ ἀρχόμενον συναντᾷ τὸ θʹ ἔτος Ὠσηὲ καὶ αὐτὸ πληρούμενον. οὕτω γὰρ χρὴ νοεῖν τὸ τέλος τοῦ θʹ ἔτους Ὠσηὲ ἀρχὴν τοῦ ςʹ ἔτους Ἐζεκίου. οὕτως γὰρ ἂν ὀρθῶς νοηθείη. Ἐκ τῆς αἰχμαλωσίας τῆς ὑπὸ Σαλμανασὰρ γενομένης τῶν ιʹ φυλῶν τοῦ Ἰσραὴλ τῶν ἐν Σαμαρείᾳ ἦν Τωβίας ὁ δικαιότατος φυλῆς Νεφθαλεὶμ ἐν Νινευὶ τῇ πόλει. οὗτος τοὺς ὑπὸ Σαλμανασὰρ καὶ τῶν λοιπῶν Χαλδαίων ἀναιρουμένους θάπτων διαγνωσθεὶς φεύγει καταλείψας τὴν κτῆσιν αὐτοῦ. τοῦ δὲ Σεναχηρεὶμ ἀναιρεθέντος ὑπὸ τῶν τέκνων αὐτοῦ καὶ τοῦ Σαλμανασὰρ ἀποθανόντος Ἀρχεδὼν υἱὸς Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίωνἀδελφιδοῦν τοῦ Τωβίου Ἀρχίκαρον ἔταξεν ἐπὶ τὴν ἐκλογιστείαν, ὃς τὸν Τωβίαν αἰτήσας ἔλαβε παρὰ τοῦ βασιλέως. ὁ δ' αὐτὸς ὥρᾳ καύματός τινα τῶν Ἑβραίων θάψας ὕπνωσεν ἐν τῇ αὐλῇ παρὰ τὸ τεῖχος ὑπὸ στρουθῶν νοσσιάν· τούτου τοὺς ὀφθαλμοὺς ἀφοδεύσαντες ἐπήρωσαν οἱ στρουθοί. Ὁ δὲ πρεσβύτατος ἅμα καὶ τυφλὸς ὢν ἐν Ῥαγαῖς τῆς Μηδείας τὸν υἱὸν ἀποστέλλει Τωβίαν πρός τινα Γαβαὴλ ὁμόφυλον ἀγαγεῖν παρακατα θήκην ταλάντων ἀργυρίων ιʹ. ὁ δὲ ἀπιὼν μισθωτὸν ὁδοδείκτην ἐπιζητή σας εὗρεν ἀγνοῶν Ῥαφαὴλ τὸν ἀρχάγγελον, ὑφ' οὗ μυηθεὶς τὰ περὶ τῆς χολῆς τοῦ ἰχθύος καὶ τοῦ ἥπατος καὶ τῆς καρδίας, τά τε κατὰ τὴν δαιμονιῶσαν συγγενίδα πράττει καὶ τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς ἀνοίγει ἐπανελθών. Ἀναγκαῖον δὲ οἶμαι τῇ παρούσῃ αἰχμαλωσίᾳ ζητῆσαι πῶς τῆς τῶν Ἀσσυρίων βασιλείας πρὸ ζςʹ ἐτῶν καθαιρεθείσης ὑπὸ Ἀρβάκου τοῦ Μήδου τοῦ ταύτην εἰς Μήδους μετενέγκαντος ἡ γραφὴ τὸν Σαλμανασὰρ βασιλέα Ἀσσυρίων καλεῖ καὶ τὴν ἀποικίαν εἰς Ἀσσυρίους φησὶ τῶν ιʹ φυλῶν, εἶτα τὴν τοπικὴν θέσιν τῆς κατοικίας αὐτῶν ἐν Χαλχὰλ καὶ ἐν 243 Ἀβὼρ ποταμοῖς Γωζὰν καὶ ὄρεσι Μήδων. ἢ δῆλον ὅτι Μήδων μὲν γένος κατὰ διαδοχὴν ἀπὸ Ἀρβάκου