1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

53

τινες τὴν Εὐρώπην προσαγορευθῆναι πᾶσαν ἤπειρον ἑνὶ ὀνόματι καὶ οὕτω μέχρι νῦν ὀνομάζεσθαι, τοῦτ' ἔστι τὴν ἀντικειμένην τῇ μεγάλῃ Ἀσίᾳ γῆν. Σικυωνίων γʹ ἐβασίλευσε Τελχὶν ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτλ ςʹ. Σικυωνίων δʹ ἐβασίλευσεν Ἆπις ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτξεʹ. Σικυωνίων εʹ ἐβασίλευσε Θελξίων ἔτη νβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτ ζʹ.

ΚΟΣΜΟΥ ΕΤΗ Γενεὰ κβʹ Ἰσαὰκ ἔτη ξʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυιγʹ. Ἰσαὰκ

γέλως μεθ' ἡδονῆς ἑρμηνεύεται. διὰ γὰρ τὸ ἐπιμειδιάσαι τὴν Σάρραν τῇ θείᾳ τοῦ ἐν γήρᾳ τοκετοῦ ἐπαγγελίᾳ οὕτω κέκληται κατὰ τὴν περατικὴν διάλεκτον. Μαστιφὰμ ὁ ἄρχων τῶν δαιμονίων, ὥς φησιν ἡ λεπτὴ Γένεσις, προσελ θὼν τῷ θεῷ εἶπεν· εἰ ἀγαπᾷ σε Ἀβραάμ, θυσάτω σοι τὸν υἱὸν αὐτοῦ. 117 Τῷ γυλζʹ ἔτει τοῦ κόσμου, κεʹ τοῦ Ἰσαάκ, προσήνεγκεν Ἀβραὰμ τὸν Ἰσαάκ, ὥς φησιν Ἰώσηππος, ἐν τῷ ὄρει Σιών. Σάρρα ἐτῶν ρκζʹ ἐτελεύτησε, καὶ ἐτάφη ἐν Χεβρών, ἣ νῦν Ἐλευθερό πολις καλεῖται, ἐν τῷ σπηλαίῳ ὃ ὠνήσατο ὁ Ἀβραὰμ παρὰ Ἐφρὼν τετρακοσίων διδράχμων ἐπὶ μαρτύρων τῶν υἱῶν Χέτ· ὡς ἐκ τούτου δοκεῖν μήπω τὰ διὰ γραμμάτων συμβόλαιά ποτε χρηματίζειν, ἅπερ Βαβυλωνίων εὑρήματα λέγουσιν οἱ νεώτεροι ἐκ γῆς Χαλδαίων κομισθέντα Φοίνιξι πρώτοις μεταδοθῆναι ὑπὸ Ἀβραάμ, ἀφ' ὧν Ἕλληνες ὁμολογοῦσι ταῦτα μετειληφέναι. Σάρραν τινὲς τῷ λβʹ ἔτει τοῦ Ἰσαάκ φασι τελευτῆσαι. Ἰσαὰκ ἐτῶν μʹ γενόμενος ἔλαβε τὴν Ῥεβέκκαν θυγατέρα Βαθουήλ. Βαθουὴλ δὲ ἦν υἱὸς Ναχώρ. οὗτος ηʹ καὶ τελευταῖος. ὀκτὼ γὰρ ἦσαν ἀπὸ Μελχᾶς αὐτῷ παῖδες. Ναχὼρ δὲ ὁ πατὴρ Βαθουὴλ ἦν ἀδελφὸς Ἀβραάμ. οὗτος ἔσχεν ἀπὸ Μελχᾶς ὀκτὼ παῖδας, ὡς εἴρηται, ὧν ὁ ἔσχατος Βαθουὴλ ἦν πατὴρ Ῥεβέκκας καὶ Λάβαν τοῦ πενθεροῦ Ἰακώβ. τοῦ δὲ κόσμου ἦν ἔτος γυνβʹ. Ῥεβέκκα στείρα οὖσα μετὰ εἴκοσιν ἔτη ἐγέννησε δύο ἐπὶ τὸ αὐτὸ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. τῷ ξʹ ἔτει αὐτοῦ Ἰσαὰκ ἐγέννησε τὸν Ἰακώβ. τουδὲ κόσμου ἦν ἔτος γυοβʹ.

ΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀσσυρίων εʹ ἐβασίλευσεν Ἄρειος ἔτη λʹ. τοῦ δὲ κόσμου

ἦν ἔτος γυγʹ. Ἀσσυρίων ςʹ ἐβασίλευσεν Ἀράλιος ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυλγʹ. Ἀσσυρίων ζʹ ἐβασίλευσε Ξέρξης ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυογʹ. Ἀσσυρίων ηʹ ἐβασίλευσεν Ἀρμαμίθρης ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυοζʹ.

ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων κδʹ ἐβασίλευσε Ῥαμεσσῆ Οὐάφρου ἔτη κθʹ.

τοῦ δὲ κόσμου ἦν ἔτος γυμβʹ. 118 Αἰγυπτίων κεʹ ἐβασίλευσε Κόγχαρις ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυοαʹ. Τούτῳ τῷ εʹ ἔτει τοῦ κεʹ βασιλεύσαντος Κογχάρεως τῆς Αἰγύπτου ἐπὶ τῆς ι ςʹ δυναστείας τοῦ Κυνικοῦ λεγομένου κύκλου παρὰ τῷ Μανεθῷ ἀπὸ τοῦ πρώτου βασιλέως καὶ οἰκιστοῦ Μεστραῒμ τῆς Αἰγύπτου πληροῦνται ἔτη ψʹ βασιλέων κεʹ, τοῦτ' ἔστιν ἀπὸ τοῦ καθολικοῦ κοσμικοῦ βψο ςʹ ἔτους, καθ' ὃν χρόνον ἡ διασπορὰ γέγονεν, ἐν τῷ λδʹ ἔτει τῆς ἡγεμονίας Ἀρφα ξάδ, εʹ δὲ ἔτει τοῦ Φαλέκ. καὶ διεδέξαντο Τανῖται βασιλεῖς δʹ, οἳ καὶ ἐβασί λευσαν Αἰγύπτου ἐπὶ τῆς ιζʹ δυναστείας ἔτη σνδʹ, ὡς ἑξῆς ἐστοιχείωται. Ἰώσηππος δὲ ἐν τῷ δευτέρῳ πρὸς ἔλεγχον Ἀπίωνος λόγῳ περὶ τῆς ἐξ Αἰγύπτου πορείας τοῦ λαοῦ γενομένης ἱστορῶν ἐπὶ τοῦ ιβʹ μετὰ τοὺς προ γραφέντας κεʹ, τοῦτ' ἔστιν ἐπὶ τοῦ Μισφραγμουθώσεως, ἤτοι Φαραῶ, ςʹ βασιλέως Αἰγύπτου, κατὰ τὴν ιηʹ παρὰ τῷ Μανέθωνι δυναστείαν, λζʹ ὄντος ἀπὸ τοῦ Μεστραΐμ, χρόνον ἡμῖν ἐξέθετο Αἰγυπτίων βασιλέων κγʹ, ἐτῶν δὲ φ ζδʹ, ἀρξάμενος ἀπὸ τοῦ κοσμικοῦ γυοζʹ ἔτους καὶ λήξας εἰς τὸ δοʹ ἔτος, οὐκ ἐν πᾶσιν ὁμοφωνήσας τῷ Μανεθῷ κατὰ τοὺς μερικοὺς τῶν βασιλέων χρόνους, οὔτε μὴν τελείως ἐν τῇ τούτων ὁμαδικῇ στοιχειώσει, ὡς δειχθήσεται ἐν τῇ πινακικῇ αὐτῶν στοιχειώσει. ἐν γὰρ τῇ κανονικῇ τοῦτο παρήκαμεν διὰ τὴν σύγχυσιν. Ἰστέον δὲ ὅτι οἱ παρὰ τῷ