1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

159

Ἀλεξανδρείας ηʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Φούσκων ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετοζʹ. Οὗτος καὶ Σωτὴρ ἐκαλεῖτο, υἱὸς δὲ ἦν τοῦ Εὐεργέτου Πτολεμαίου καὶ Κλεοπάτρας πρεσβύτερος. τοῦτον ἡ μήτηρ τῷ ιʹ ἔτει τῆς βασιλείας ἀπ ήλασε, καὶ ἦν βασιλεύων ἐν Κύπρῳ· τὸν δὲ νεώτερον υἱὸν αὐτῆς καὶ ἀδελ φὸν τούτου Ἀλέξανδρον ἀνέδειξε βασιλέα σὺν αὐτῇ· ὃς καὶ ἐβασίλευσεν Ἀλεξανδρείας ἔτη ιεʹ, καὶ διωχθεὶς ὑπὸ τῶν στρατευμάτων εἰς Λυκίας 350 πόλιν Μύρα φεύγει μετὰ γυναικὸς καὶ θυγατρὸς κἀκεῖθεν εἰς Κύπρον μετὰ παῖδα, καὶ ἀναιρεῖται ὑπὸ ναυάρχου Χαιρέου πολεμούμενος. μεθ' ὃν πάλιν τῷ ἀδελφῷ παραδόντες Πτολεμαίῳ Σωτῆρι καὶ Φούσκωνι δι' ὄγκον τοῦ σώματος κληθέντι τὴν βασιλείαν ἀνεδέξαντο βʹ βασιλέα οἱ Ἀλεξαν δρεῖς ἐπὶ ἄλλα ἔτη ηʹ. ὁμοῦ ἔτη λγʹ. ἅτινα μετὰ τὴν ἀναίρεσιν ὄντα Ἀλε ξάνδρου τοῦ ἀδελφοῦ αὐτοῦ ὧδε συντάττονται.

ΣΥΡΙΑΣ ΒΑΣΙΛΕΙΣ Συρίας ιʹ ἐβασίλευσε ∆ημήτριος υἱὸς Σελεύκου ἔτη ιβʹ ὁ

ἐπικληθεὶς Σωτήρ. τοῦ δὲ κόσμου ἦν ἔτος ετκγʹ. Οὗτος ὁ ∆ημήτριος ὑπὸ Σελεύκου τοῦ πατρὸς δοθεὶς ὅμηρος εἰς Ῥώμην, φυγὼν εἰς Τρίπολιν Φοινίκης ἐν ἡμέραις παρεγένετο, καὶ ἐπελθὼν Λυσίαν τε ἐπίτροπον Ἀντιόχου τοῦ παιδὸς ἀναιρεῖ καὶ αὐτὸν Ἀντίοχον, παραδόξως ἐν ταῖς ὅλαις ἡμέραις τοσαύτην κατακτησάμενος ἀρχήν. κατὰ τούτου Πτολεμαῖός τε συμμαχεῖ Ἀλεξάνδρῳ διὰ μισθοφόρων ξένων καὶ Ἄτταλοςὁ Περγάμου βασιλεὺς ὁ καὶ κατάγων αὐτόν· πρὸς ὃν ἀντιταττόμενος ὁ ∆ημήτριος τελευτᾷ ιβʹ ἔτει τῆς βασιλείας αὐτοῦ, καὶ κρατεῖ τῆς Συρίας Ἀλέξανδρος ὁ ὑποτεταγμένος ἔτη εʹ, καὶ ἀναιρεῖται πολεμῶν τῷ Πτολε μαίῳ κατὰ τὴν Ἀντιόχειαν κατάγοντι ∆ημήτριον τὸν ∆ημητρίου ἐπὶ τὴν βασιλείαν Συρίας. συμπίπτει δὲ καὶ ὁ Πτολεμαῖος καὶ μετ' οὐ πολὺν χρό νον θνήσκει. Συρίας καὶ Ἀσίας ιαʹ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη θʹ. οὗτος υἱὸς ἦν Ἀντιόχου τοῦ Ἐπιφανοῦς. τινὲς δὲ ἔτη ιʹ φασὶν αὐτὸν βασιλεῦσαι, ἐν οἷς καὶ Εὐσέβιος. τοῦ δὲ κόσμου ἦν ἔτος ετλεʹ. Οὗτος Πτολεμαίῳ φιλωθεὶς Κλεοπάτραν ἔγημε θυγατέρα αὐτοῦ, καὶ ἐν Πτολεμαΐδι ὑπάρχουσιν αὐτοῖς Ἰωνάθης ἐλθὼν ἐφιλώθη. Τρύφων ὁ καὶ ∆ιόδοτος παρὰ Ἀλεξάνδρου τοῦ Βαλλᾶ τὴν τῶν πραγμά των ἐγχειρισθεὶς διοίκησιν Ἀντίοχον τὸν Ἀλεξάνδρου παρὰ Ἰμαλκούητὸν Ἄραβα τρεφόμενον ἀπολαβὼν ἐπολέμει τῷ ∆ημητρίῳ, φιλωθεὶς Ἰωνά 351 θῃ, ἡνίκα πολλῶν Ἰωνάθης κρατήσας τὴν πρὸς Ῥωμαίους φιλίαν τοῦ ἀδελφοῦ ἀνεκτήσατο. ὁ δὲ Τρύφων Ἰωνάθην δεδοικὼς ἀποκτεῖναι τὸν παῖδα Ἀντίοχον καὶ ἑαυτὸν ἀνειπεῖν βασιλέα, μετὰ δυνάμεως πρὸς αὐτὸν ἐλθόντα πείθει πάντας ἀπολῦσαι πλὴν χιλίων καὶ συμπορευθῆναι ἕως Πτολεμαΐδος τὰς ἐκεῖ παραληψόμενον δυνάμεις. Ἰωνάθης δὲ συναπῆλθεν ἅμα χιλίοις μόνοις ἀπατηθεὶς ἐν Πτολεμαΐδι. δήσας δὲ τοῦτον ὁ Τρύφων ἐπιστρατεύει Ἰουδαίοις, ὧν ἡγεῖτο Σίμων ἀδελφὸς Ἰωνάθου, τάλαντά τε ρʹ ἐπεζήτει καὶ δύο τῶν παίδων Ἰωνάθου αὐτοῦ ἀντ' αὐτοῦ. ὁ δὲ Σίμων εἰδὼς ὅτι πάντα ψεύδεται, πλὴν δέδωκε πάντα καὶ οὐδ' οὕτως τοῦ φόνου τὸν ἀδελφὸν ἐξείλατο. Συρίας καὶ Ἀσίας ιβʹ ἐβασίλευσε ∆ημήτριος ∆ημητρίου τὸ αʹ ἔτη γʹ ὁ καὶ Σιριππίδης. τοῦ δὲ κόσμου ἦν ἔτος ετμδʹ. Συρίας καὶ Ἀσίας ιγʹ ἐβασίλευσεν Ἀντίοχος ὁ Σιδίτης ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετμζʹ. Οὗτος ἀδελφὸς ἦν τοῦδε τοῦ ∆ημητρίου. Οὗτος Τρύφωνα τὸν ἀνελόντα Ἰωνάθην καὶ Ἀντίοχον τὸν υἱὸν Ἀλεξάνδρου καὶ ἑαυτὸν βασιλέα Συρίας ἀνειπόντα ἐκ Σίδης ἐλθὼν πολιορκεῖ εἰς ∆αρὰ καταφυγόντα κἀκεῖθεν εἰς Ὀρθωσίαν. ἐξ ἧς διωχθεὶς εἰς πῦρ ἐναλλόμενος θνήσκει. Συρίας καὶ Ἀσίας ιδʹ ἐβασίλευσε ∆ημήτριος τὸ βʹ ἔτη δʹ. τοῦ δὲ κό σμου ἦν ἔτος ετνςʹ. Συρίας καὶ Ἀσίας ιεʹ ἐβασίλευσεν Ἀντίοχος ὁ Γρυπὸς ἔτη κςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετξʹ. Χρὴ γινώσκειν ὅτι τὰ κςʹ ἔτη οὐκ εἰσὶ μόνου τοῦ Γρυποῦ Ἀντιόχου, ἀλλὰ καὶ τοῦ Κυζικίου. πρῶτον γὰρ ὁ Γρυπὸς βασιλεύσας ἔτη δʹ ἐξεβλήθη ὑπὸ τοῦ Κυζικίου, καὶ ἐβασίλευσεν ὁ