1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

120

Σολομὼν βασιλεὺς Ἰσραὴλ ἐν τῷ ναῷ κυρίου κατὰ τὸ ῥῆμα κυρίου· καὶ ἀπῴκισε πᾶσαν τὴν Ἱερουσαλὴμ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύι αἰχμαλωσίᾳ καὶ δέκα χιλιάδας αἰχμαλωτίσας καὶ πάντα τὰ τέκνα καὶ τὸν συγκλείοντα, καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τῆς γῆς. καὶ ἀπῴκισε τὸν Ἰωαχεὶμ εἰς Βαβυλῶνα καὶ τὴν μητέρα καὶ τὰς γυναῖκας τοῦ βασιλέως καὶ τοὺς εὐνούχους καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν αἰχμαλωσίας ἀποικεσίαν ἐξ Ἱερουσαλὴμ εἰς Βαβυλῶνα, καὶ πάντας τοὺς ἄνδρας τῆς δυνάμεως, ἄνδρας ἰσχύος, ποιοῦντας πόλεμον ζ, καὶ τὸν τέκτονα καὶ τὸν συγ κλείοντα χιλίους, πάντες δυνατοὶ ποιοῦντες πόλεμον, καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος μετοικεσίαν εἰς Βαβυλῶνα. καὶ ἐβασίλευσε βασιλεὺς Βαβυλῶνος τὸν Ματθίαν υἱὸν αὐτοῦ ἀντ' αὐτοῦ, καὶ ἐπέθηκε τὸ ὄνομα αὐτοῦ Σεδεκίαν. υἱὸς εἴκοσι ἐτῶν Σεδεκίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ιαʹ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ. 265 Ταῦτα πρὸς λέξιν ἐν τῇ δʹ τῶν βασιλειῶν γεγραμμένα παρεθέμην, ὥστε εἰδέναι τοὺς ἐντυγχάνοντας διαφόρους αἰχμαλωσίας τοῦ Ἑβραίων γένους γεγενῆσθαι, καὶ διὰ τοῦτο τὰς τῶν προφητῶν προρρήσεις μὴ καθ' ἕνα τρόπον ἢ χρόνον νοεῖσθαι εἰρηκότων· ἔτη οʹ διαρκέσει τὸ ἔθνος ἐπὶ τῆς Βαβυλωνίας αἰχμάλωτον· ὧν δὲ ἡ ἀρχὴ διάφορος, τούτων καὶ τὸ τέλος διάφορον. Ὅθεν κατὰ μὲν τοῦ Ἔσδρα τὴν γραφὴν τῷ πρώτῳ ἔτει Κύρου ὁ ἑβδομη κονταετὴς χρόνος ἐπληρώθη ἀρξάμενος ἀπὸ τοῦ δʹ ἔτους Ἰωακείμ, ἡνίκα καὶ ἀπόφασις τοῦ θεοῦ ἐξῆλθε διὰ στόματος Ἱερεμίου, κατὰ δὲ τὴν προφητείαν Ζαχαρίου τοῦ προφήτου βοῶντος μετὰ ἔτη μβʹ· κύριε ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο οʹ ἔτος; ἄλλοθέν ποθεν ὁ αὐτὸς οὗτος οʹ χρόνος ἕξει τὴν ἀρχήν. οὗτος δὲ ἀπὸ τῆς τελευτῆς Ναβουχοδονόσωρ εὑρίσκεται λαμβανόμενος ἐπὶ τὴν τελείαν οἰκοδομὴν τοῦ ναοῦ, ἥτις ἀρξαμένη μὲν τὸ πρῶτον ἀπὸ τοῦ αʹ ἔτους Κύρου ἐπαύθη ὑπὸ τοῦ αὐτοῦ Κύρου μόνων τῶν θεμελίων ὑπερβληθέντων, μέχρις ἔτους βʹ ∆αρείου τοῦ Ὑστάσπου. τῷ δὲ βʹ ἔτει τοῦ αὐτοῦ ∆αρείου τελείας ἀφέσεως δοθείσης τῷ ἔθνει καὶ τῇ ἀνοικοδομῇ τοῦ ναοῦ, τῷ ςʹ ἔτει ∆αρείου ἐτελειώθη τὸ ἔργον, ὡς ἐφεξῆς δειχθήσεται ἐκ τῆς ἱερᾶς τοῦ Ἔσδρα γραφῆς. εἰσὶν οὖν τὰ ἀπὸ τοῦ δʹ ἔτους Ἰωακεὶμ ἕως πρώτου ἔτους Κύρου οʹ ἔτη τῆς τοῦ Ἰούδα αἰχμαλωσίας ταῦτα· Ἰωακεὶμ ἀπὸ τοῦ δʹ ἔτους ἕως ιαʹ ἔτη ηʹ. Σεδεκίου ἔτη ιαʹ. Ναβουχοδο νόσωρ ἔτη κεʹ. Εὐειλὰδ Μαροδὰχ ἔτη εʹ. Νιριγλησάρου τοῦ καὶ Βαλτάσαρ ἔτη γʹ. ∆αρείου Ἀστυάγους ἔτη ιζʹ. Κύρου αʹ. ὁμοῦ οʹ. τὰ δὲ ἀπὸ τῆς τελευτῆς Ναβουχοδονόσωρ ἐπὶ τὴν τελείαν οἰκοδομὴν τοῦ ναοῦ καὶ τοὺς χρηματισμοὺς Ζαχαρίου τοῦ προφήτου πάλιν οʹ ἔτη συναριθμεῖται οὕτως· Εὐειλὰδ Μαροδὰχ ἔτη εʹ. Νιριγλήσαρος ἔτη γʹ. ∆αρεῖος Ἀστυάγης ἔτη ιζʹ. Κῦρος λαʹ. Καμβύσης ηʹ. ∆αρεῖος Ὑστάσπου ςʹ. ἐτελειώθη ὁμοῦ οʹ. Ἐκ ταύτης τῆς αἰχμαλωσίας ἦν ∆ανιὴλ ἅμα τοῖς σὺν αὐτῷ Ἀνανίᾳ, Ἀζαρίᾳ, Μιζαήλ. οὗτος ὁ ∆ανιὴλ παιδευθεὶς τὴν παιδείαν εὐάρεστος ἐγένετο τῷ βασιλεῖ Ναβουχοδονόσωρ. ταῦτα καὶ ὁ Ἀφρικανὸς μαρτυρῶν, ὅτι ἐκ τῆς βʹ αἰχμαλωσίας Ἰούδα ἦν ὅ τε ∆ανιὴλ καὶ οἱ τρεῖς παῖδες. 266 Πανόδωρος δὲ καὶ ἕτεροι τῶν ἱστορικῶν ἐκ τῆς ἐν Σαμαρείᾳ ὑπὸ Σαλμανα σὰρ αἰχμαλωσίας. Τοῦ Ἰούδα κʹ ἐβασίλευσε Σεδεκίας ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωζςʹ. Ἀφρικανὸς ἀπὸ τοῦ αʹ ἔτους Σεδεκίου τὰ οʹ ἔτη τῆς αἰχμαλωσίας ἀριθμεῖ. Τῷ εʹ ἔτει Σεδεκίου, κόσμου δὲ δʹ, ἤρξατο προφητεύειν ὁ μέγας προφήτης Ἰεζεκιήλ. τῷ δ' αὐτῷ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ Σεδεκίας τοῖς ἐν Βαβυλῶνι αἰχμαλώτοις ἐδήλωσεν ὅτι μετὰ οʹ ἔτη ἀναζεύξουσιν ἐκ Βαβυλῶνος κατὰ τὴν Ἱερεμίου προφητείαν. Ἀνανίας ψευδοπροφήτης ἀνθιστάμενος Ἱερεμίᾳ θνήσκει, καθ' ὃν χρόνον Ἰεζεκιὴλ προφητεύει ἐν Βαβυλῶνι. Ἐν Ἱερουσαλὴμ ἐγένοντο δούλων ἐλευθερίαι. Τοὺς υἱοὺς Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ εἰσελθόντας ἐπὶ τῆς Σεδεκίου πολιορκίας εἰς Ἱερουσαλὴμ ὁρῶν Ἱερεμίας μὴ πίνοντας οἶνον μηδὲ ὑπὸ στέγην οἰκοῦντας διὰ τὴν τοῦ πατρὸς