1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

141

ἀνδρὸς προσκειμένου φιλοσοφίᾳ. ὡς δὲ ἐπηρώτησε ∆ιονύσιος Πλάτωνα, τίς εὐδαίμων ἐν ἀνθρώποις, ἐλπίζων ἀκοῦσαι παρὰ τοῦ φιλοσόφου ὅτι σύ, ὁ δ' οὐ κολακεύ σας τὸν τύραννον, ἀλλ' εἰπὼν ὅτι Σωκράτης, ἀπαντᾶν τοὺς κατ' ἐκεῖνον ζῶντας φιλοσόφως. αὖθις ἠρωτήθη, τί ἔργον πολιτικοῦ, καὶ ἀπεκρίνατο τῷ αὐτῷ τυράννῳ τὸ καλοὺς καὶ ἀγαθοὺς ποιεῖν τοὺς πολίτας, ἀκούσειν ποθοῦντι παρὰ Πλάτωνος ὅτι τὸ ὀρθῶς δικάζειν· ηὔχει γὰρ ἐπὶ τούτῳ ∆ιονύσιος. εἶτά φησι· τὸ ὀρθῶς δικάζειν τίνος ἔργον σοὶ δοκεῖ; πρὸς ὃν ὁ Πλάτων· μόριόν τι μικρὸν πολιτικοῦ τὸ δικάζειν ὀρθῶς. ἀκεσταῖς γὰρ ἐοίκασι τοῖς τὰ διερρωγότα ἱμάτια ἀνυφαίνουσι. τρίτον αὐτὸν ἐπανήρετο τὸ τύραννον εἶναι, φάς, ποταπόν σοι φαίνεται; πρὸς ὃν ἀντέφη Πλάτων· 312 σφόδρα δεινόν, ὅπου γε καὶ τὰ κουρευτικὰ μαχαίρια φοβεῖται μὴ ὑπ' αὐτῶν ἀναιρεθῇ. Πρὸς ταῦτα, φασὶν οἱ Πλατωνικοὶ Πλάτωνος ὑπεραπολογούμενοι τοῦ διδασκάλου ἐν τοῖς κατὰ τοῦ Ἀριστείδου, ∆ιονύσιος ὁ Σικελίας τύραννος χαλεπήνας ἐπὶ τῷ φιλοσόφῳ μηδ' ὅλως αὐτὸν κολακεύσαντι ἀπεφήνατο Πλάτωνα Συρακουσῶν αἴρεσθαι ἡλίου ὑπὲρ γῆν ὄντος, καὶ ἐπρίατο αὐτὸν Ἀννίκηρίς τις ἐξ Αἰγίνης, οὗ χάριν ὁ λόγος παρὰ τοῖς Πλατωνικοῖς μέχρι νῦν ἐπεκράτησε· καὶ οὐδεὶς Ἀννίκηριν ἐγίνωσκεν, εἰ μὴ Πλάτωνα ἐπρίατο. ἕτεροι δὲ ἱστοροῦσιν ὅτι Πόλλιδι τινὶ πρὸς πρᾶσιν παραπλέοντι τὴν Σικελίαν παραδοὺς ὁ τύραννος ἐκβάλλει τῆς νήσου, ὃς τὸν φιλόσοφον παραλαβὼν Αἰγινήταις πρὸς Ἀθηναίους οὐκ εἰρηνεύουσι προσορμίσας ἀποδέδωκε τὸν Πλάτωνα, τοῦτο κελεύσαντος αὐτῷ λάθρα τοῦ ∆ιονυσίου. αὐτὸς δὲ Πλάτων τοῦ πριαμένου μεταθέντος αὐτὸν εἰς Ἀθήνας διαπλεῖ. ∆ιονυσίου δὲ τελευτήσαντος ιηʹ ἔτει τῆς τυραννίδος κρατεῖ ∆ιονύσιος παῖς αὐτοῦ μετ' αὐτόν· τῆς δὲ Σικελίας τυραννεῖ, Πλάτωνά τε μετακα λεῖται τῷ ∆ίωνι χαριζόμενος καὶ σφόδρα τιμᾷ παραγενάμενον διὰ τὴν ∆ίωνος προτροπὴν ἐλπίδι τοῦ μεταβάλλειν εἰς ἀριστοκρατίαν τὴν τυραννίδα. ∆ίωνος δὲ συκοφαντίᾳ προδοσίας ἐκδιωχθέντος ὑπὸ τοῦ τυράννου τῆς νήσου καὶ πλεύσαντος εἰς Ἀθήνας ἐκπέμπεται καὶ Πλάτων, ἐν ᾗ μεταμεληθεὶς ὁ τύραννος μετακαλεῖται Πλάτωνα, ὑποσχόμενος ἐπαναγαγεῖν καὶ ∆ίωνα δι' αὐτόν. καὶ παραγίνεται Πλάτων, ∆ιονυσίου δὲ ψευσαμένου μετ' ὀλίγον ἀπαίρει. Ὁ δὲ ∆ίων ἐπαναστὰς μεθ' Ἑλληνικῆς δυνάμεως ἐκβάλλει ∆ιονύσιον τῆς ἀρχῆς, αὐτός τε μετ' ὀλίγον ἀναιρεῖται παρά τινων οἰκείων· καὶ ∆ιονύσιος πάλιν κρατεῖ, ὃς ὑπὸ Κορινθίων καὶ Τιμολέοντος στρατηγοῦ ἀχθεὶς ἐν Κορίνθῳ ἀσχήμως ἐκεῖ τελευτᾷ ἐν πενίᾳ καταγηράσας. Πλάτων τελευτῶν κατὰ τὴν ρζʹ ὀλυμπιάδα Σπεύσιππον ἀδελφιδοῦν διάδοχον τῆς Πλατωνικῆς διατριβῆς προεστήσατο. Ἀριστοτέλης ὁ Νικομάχου Σταγειρίτης μαθητὴς Πλάτωνος ἤνθει. 313 τούτου μαθητὴς γνησιώτατος Ἀλέξανδρος ὁ Φιλίππου πᾶσαν λογικὴν καὶ σωματικὴν παίδευσιν ἀσκηθεὶς ὑπ' αὐτοῦ ἐπὶ σοφίᾳ καὶ λόγοις δογματικοῖς. Ἤνθουν Ξενοκράτης διάδοχος Σπευσίππου Πλάτωνος, Κράτης καὶ ∆ιογένης κυνικοί, καὶ Ἱππαρχία Κράτητος γυνὴ φιλόσοφος. ∆ημοσθένης ὁ ῥήτωρ. Ἠρίνα ποιήτρια. ∆ιονύσιος ὁ τύραννος ἐξέπεσε Σικελίας. ΜΑΚΕ∆ΟΝΩΝ ΒΑΣΙΛΕΙΣ Μακεδόνων ιδʹ ἐβασίλευσεν Ἀρχέλαος ἔτη δʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εζηʹ. Μακεδόνων ιεʹ ἐβασίλευσεν Ἀμύντας ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερβʹ. Μακεδόνων ιςʹ ἐβασίλευσε Παυσανίας ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εργʹ. Μακεδόνων ιζʹ ἐβασίλευσεν Ἀμύντας ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερδʹ. Μακεδόνων ιηʹ ἐβασίλευσεν Ἀργαῖος ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερθʹ. Μακεδόνων ιθʹ ἐβασίλευσεν Ἀμύντας ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εριαʹ. Μακεδόνων κʹ ἐβασίλευσεν Ἀλέξανδρος ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερκγʹ. Μακεδόνων καʹ ἐβασίλευσε Πτολεμαῖος ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερκδʹ. Μακεδόνων κβʹ ἐβασίλευσε Περδίκκας ἔτη ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερκζʹ. Μακεδόνων κγʹ ἐβασίλευσε Φίλιππος ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερλγʹ. Οὗτος δοθεὶς πρὸς