1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

130

ΜΑΚΕ∆ΟΝΩΝ ΒΑΣΙΛΕΙΣ Μακεδόνων ςʹ ἐβασίλευσε Φίλιππος ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωπςʹ. 286 Μακεδόνων ζʹ ἐβασίλευσεν Ἀερόπας ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δκαʹ. Μακεδόνων ηʹ ἐβασίλευσεν Ἀλκέτας ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δμδʹ. ΣΠΟΡΑ∆ΗΝ Τῆς Αἰγύπτου σειομένης παρ' ἔθος οἱ Χαλδαῖοι δεδιότες ἀνέζευξαν πολιορκοῦντες αὐτήν. Καμαρίνα πόλις ἐκτίσθη. Πέρινθος ἐκτίσθη. Ἡ τῶν Κορινθίων κατελύθη μοναρχία κατὰ τούτους τοὺς χρόνους. Τοῖς ἀγωνιζομένοις παρ' Ἕλλησι τράγος ἐδίδοτο, ἀφ' οὗ καὶ τραγικοὶ ἐκλήθησαν. Θαλῆς Μιλήσιος ἔκλειψιν ἡλίου σύμπασαν προεῖπεν. Ἴσθμια καὶ Πύθια πρώτως ἤχθη μετὰ Μελικέρτην. Οἱ ζʹ σοφοὶ ὠνομάσθησαν. Ἀστυάγης Λυδοὺς κατεπολέμει. Ἀναξίμανδρος Μιλήσιος φυσικὸς φιλόσοφος ἐγνωρίζετο. Ἄβαρις ἦλθεν ἐκ τῆς Σκυθίας εἰς Ἑλλάδα. Κατὰ τούτους τοὺς χρόνους τοὺς παρ' Ἕλλησιν ζʹ φιλοσόφους ἀκμάσαι λόγος, ὧν τὰ ὀνόματα Σόλων Ἀθηναῖος, Θαλῆς Μιλήσιος, Πιττακὸς Λέσβιος, Χείλων Λακεδαιμόνιος, Βίας Πριηνεύς, Ἀνάχαρσις ὁ Σκύθης ἀγράμματος, Κλεόβουλος Λίνδιος. Ιβʹ Φωκαεῖς ἐθαλασσοκράτησαν ἔτη μδʹ. Νέμεα πρῶτον ἤχθη ἀγὼν ὑπ' Ἀργείων μετὰ τὸν ἐπ' Ἀρχεμόρῳ. Αἴσωπος μυθοποιὸς ἐγνωρίζετο, ὃς ὑπὸ ∆ελφῶν ἀπώλετο. Ὁ τῶν Παναθηναίων γυμνικὸς ἀγὼν ἤχθη. Εὐγάμων Κυρηναῖος ὁ τὴν Τηλεγονίαν ποιήσας ἐγνωρίζετο. 287 Πυθαγόρας ὁ Σάμιος Ὀλυμπίασιν ἐκκριθεὶς παίδων πυγμὴν ὡς ἁπαλὸς προσβὰς τοὺς ἄνδρας ἐνίκα. κατὰ τὴν νδʹ ὀλυμπιάδα Ἀρριχίων Φιγαλεὺς τὸ τρίτον νικῶν παγκράτιον ψιλισθεὶς ἀπέθανε, νεκρός τε ἐστέφθη, φθάσαντος ἀπείπασθαι τοῦ ἀνταγωνιστοῦ κλωμένου τοῦ ποδὸς ὑπ' αὐτοῦ. Πεισίστρατος Ἀθηναίων ἐτυράννησε καὶ εἰς Ἰταλίαν παρῆλθεν. Ἀναξιμενίδης φυσικὸς ἐγνωρίζετο. Στησίχορος τέθνηκε. Σιμωνίδης ἤκμαζε. Χείλων εἷς τῶν ζʹ φιλοσόφων Λακεδαιμονίων ἔφορος γέγονε.

ΛΥ∆ΩΝ ΒΑΣΙΛΕΙΣ αʹ Ἄρδυσος Ἀλυάτου ἔτη λςʹ. βʹ Ἀλυάτης ἔτη ιδʹ. γʹ Μίλης

ἔτη ιβʹ. δʹ Κανδαύλης ἔτη ιζʹ. εʹ Γύγης ἔτη λςʹ. ςʹ Ἄρδυσος ἔτη ληʹ. ζʹ Σαδυάτης ἔτη ιεʹ. ηʹ Ἀλυάτης ἔτη μθʹ. θʹ Κροῖσος ἔτη ιεʹ. Κροῖσος κατὰ Κύρου στρατεύσας ἥλω σὺν τῇ Λυδῶν βασιλείᾳ διαρκε σάσῃ ἔτη σλβʹ. οὗτος θʹ βασιλεὺς Λυδῶν γεγονὼς ἔτη ιεʹ ἐβασίλευσεν ἕως τοῦ ιδʹ ἔτους Κύρου. Ἡ Λυδῶν βασιλεία ἀρξαμένη τῷ δψλεʹ ἔτει τοῦ κόσμου κατελύθη τῷ δξςʹ, ἤτοι Κύρου τοῦ Περσῶν ἔτει ιδʹ, διαρκέσασα ἔτεσι σλβʹ ἐν βασιλεῦσι θʹ.

288 ΚΟΣΜΟΥ ΕΤΗ Ἀρχιερέων τῶν ἀπὸ Κύρου Ὧν πρῶτος Ἰησοῦς υἱὸς Ἰωσεδὲκ ἔτη ξʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δνβʹ. Ἐν Βαβυλῶνι προεφήτευσε ∆ανιὴλ καὶ Ἰεζεκιήλ, ἐν δὲ τῇ Ἰουδαίᾳ Ἀμβακούμ, ἐν δὲ τῇ ἀνακλήσει τῆς αἰχμαλωσίας Ἀγγαῖος καὶ Ζαχαρίας προεφήτευον. Ζοροβάβελ υἱὸς Σαλαθιὴλ υἱοῦ Ἰεχονίου τοῦ βασιλέως καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ἡγοῦντο. Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ἱεράτευε· προεφήτευον δὲὕστατοι προφητῶν Ἀγγαῖος, Ζαχαρίας ὁ τοῦ Ἀδδώ, καὶ Μαλαχίας. ἡγεῖτο τῶν Ἑβραίων Ζοροβάβελ υἱὸς Σαλαθιήλ. Ζαχαρίου καὶ Ἀγγαίου καὶ Μαλαχίου προφητευόντων καὶ Ζοροβάβελ καὶ Ἰησοῦ ἐξαρχόντων τοῦ λαοῦ καὶ τῆς οἰκοδομῆς ἐπληρώθη τῷ ςʹ ἔτει τῆς βασιλείας ∆αρείου τοῦ Ὑστάσπου τὸ ἔργον τοῦ ναοῦ. τοῦ δὲ κόσμου ἦν ἔτος ε. Ἰησοῦν υἱὸν Ἰωσεδὲκ τὸν ἀρχιερέα λʹ καὶ αʹ ἔτος ἐστοιχείωσαν ἀπὸ τοῦ λαʹ ἔτους Κύρου ἀρχιερατεύσαντα ἅπαντες. ἡ δὲ γραφὴ τοῦ Ἔσδρα ἀπὸ τοῦ αʹ ἔτους Κύρου, ἐν ᾧ μετὰ τοῦ Ζοροβάβελ ἡγήσατο τῆς αἰχμαλωσίας εἰς τὴν Ἱερουσαλήμ, ἀρχιερέα αὐτὸν ὁμολογεῖ. καλῶς ἄρα ἡμῖν ἐστοιχείω ται ξʹ ἔτη ἱερατεύσας. ἀπὸ γὰρ τοῦ αʹ ἔτους Κύρου ἕως τοῦ κʹ ἔτους ∆αρείου ἔτη ξʹ συνάγεται. Ἰωακεὶμ υἱὸς Ἰησοῦ ἱεράτευσεν ἔτη λςʹ. ΠΕΡΣΩΝ ΒΑΣΙΛΕΙΣ Περσῶν βʹ ἐβασίλευσε Καμβύσης υἱὸς Κύρου ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δπγʹ. 289 Καμβύσης ἐπιστρατεύων κατὰ τῶν βʹ ἀδελφῶν Μάγων ἔφιππος τρωθεὶς τελευτᾷ. Καμβύσης