1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

25

τοῦ θεοῦ· καὶ διὰ τοῦτο συμφοραῖς περιπεσόντες ᾔσθοντο τῆς ἁμαρτίας. ἐπεὶ γὰρ ἤνθουν νεότητος πλήθει, πάλιν ὁ θεὸς αὐτοῖς συνεβούλευσε ποιεῖσθαι τὴν ἀποικίαν. οἱ δὲ οὐ κατὰ τὴν ἐκείνου εὐμένειαν νομίζοντες 45 ἔχειν τὰ ἀγαθά, τὴν δὲ ἰσχὺν αὐτοῖς τὴν οἰκείαν αἰτίαν τῆς εὐπορίας ὑπο λαμβάνοντες οὐκ ἐπείθοντο. προσετίθεσαν δὲ τῷ παρακούειν τῆς τοῦ θεοῦ γνώμης καὶ τὸ κατ' ἐπιβουλὴν ἐπινοεῖν εἰς ἀποικίαν αὐτοὺς παρορμᾶν, ἵνα διαιρεθέντες εὐεπιχειρότατοι γένοιντο. Ἐξῆρέ τε αὐτοὺς πρὸς ὕβριν τοῦ θεοῦ καὶ καταφρόνησιν Νεβρώ δης, ὃς υἱωνὸς μὲν ὢν Χαμοῦ τοῦ Νώχου, τολμηρὸς δὲ καὶ κατὰ χεῖρα γενναῖος, ἔπειθεν αὐτοὺς μὴ τῷ θεῷ διδόναι τὸ δι' ἐκεῖνον εὐδαιμονεῖν, ἀλλὰ τὴν ἰδίαν ἀρετὴν ταῦτα παρέχειν αὐτοῖς ἡγεῖσθαι. καὶ περιίστα δὲ κατ' ὀλίγον εἰς τυραννίδα τὰ πράγματα, ἀνόμως οὕτω νομίζων ἀποστήσειν τοὺς ἀνθρώπους τοῦ φόβου τοῦ θεοῦ, εἰ χρώμενοι τῇ αὐτῇ δυνάμει διατελοῖεν, ἀμύνεσθαί τε τὸν θεὸν πάλιν ἠπείλει τὴν γῆν ἐπικλύσαι θελήσαντα. πύργον γὰρ οἰκοδομήσειν ὑψηλότερον ἢ τὸ ὕδωρ μὴ ἀναβῆναι δυνηθείη· μετελεύσεσθαι δὲ καὶ τῆς τῶν προγόνων ἀπωλείας. Τὸ δὲ πλῆθος πρόθυμον ἦν τοῖς Νεβρώδου δόγμασιν ἕπεσθαι δουλείαν ἡγούμενον εἴκειν τῷ θεῷ, καὶ τὸν πύργον ᾠκοδόμουν. ἐλάμβανε δὲ θᾶττον ὕψος ἢ προσεδόκησεν ἄν τις ὑπὸ πολυχρονίας, τὸ μέντοι πάχος ἦν τοσοῦτον ὥσθ' ὑπ' αὐτοῦ μειοῦσθαι τοῖς ὁρῶσι τὸ μῆκος, ᾠκοδόμητο δ' ἐκ πλίνθου ὀπτῆς ἀσφάλτῳ συνδεδεμένης, ὡς ἂν μὴ περιρρέοι. οὕτως δὲ μεμηνότας ὁρῶν ἀφανίσαι μὲν ἐκ παντὸς οὐκ ἔκρινεν, ὅτι μηδ' ὑπὸ τῶν πρώτων ἀπολωλότων σωφρονισθεῖεν, εἰς στάσιν δὲ αὐτοὺς ἐνέβαλεν ἀλλογλώσσους ἀπεργασάμενος καὶ ὑπὸ πο λυφωνίας ποιήσας ἑαυτῶν ἀσυνέτους εἶναι. ὁ δὲ τόπος ἐν ᾧ τὸν πύρ γον ᾠκοδόμησαν νῦν Βαβυλὼν καλεῖται διὰ τὴν σύγχυσιν τοῦ περὶ τὴν διάλεκτον πρῶτον ἐναργοῦς. Ἑβραῖοι γὰρ τὴν σύγχυσιν βαβὲλ καλοῦσι. Καὶ ταῦτα μὲν ὁ Ἰώσηππος περὶ τῶν μετὰ τὸν κατακλυσμὸν καὶ τὸν Νεβρὼδ καὶ τῆς πυργοποιίας καὶ αὐτῆς Βαβυλῶνος. ἀλλὰ καὶ Ἀλέξανδρος ὁ Πολυίστωρ ὡς ἐκ σιβύλλης τάδε φησὶ καὶ Ἀβυδηνός. 46 Ἀλεξάνδρου τοῦ Πολυίστορος περὶ τῆς πυργοποιίασ Σίβυλλα δέ φησιν ὁμοφώνων ὄντων πάντων ἀνθρώπων τινὰς τούτων πύργον ὑπερμεγέθη οἰκοδομῆσαι, ὅπως εἰς τὸν οὐρανὸν ἀναβῶσι. τοῦ δὲ θεοῦ ἀνέμους ἐμφυσήσαντος ἀνατρέψαι αὐτούς, καὶ ἰδίαν ἑκάστῳ φω νὴν δοῦναι, διὸ δὴ Βαβυλῶνα τὴν πόλιν κληθῆναι. μετὰ δὲ τὸν κατακλυ σμὸν Τιτᾶνα καὶ Προμηθέα γενέσθαι. καὶ τὰ μὲν τῆς πυργοποιίας Ἀλέξ ανδρος ταῦτα μαρτυρῶν καὶ αὐτὸς Βαβυλῶνα διὰ τὴν σύγχυσιν κληθῆναι τὴν πρὸ πολλῶν μυριάδων ἐτῶν μυθολογουμένην παρ' αὐτοῖς βεβασι λευκέναι. Ἀβυδηνοῦ περὶ τῶν αὐτῶν Ἐν τῇ δὴ λέγουσι τοὺς πρώτους ἀνασχόντας ῥώμῃ τε καὶ μεγέθει χαυ νωθέντας καὶ δὴ θεῶν καταφρονήσαντας ἀμείνονας εἶναι τύρσιν ἠλίβατον ἀείρειν, ἣ νῦν Βαβυλών ἐστιν, ἤδη τε ἆσσον εἶναι τοῦ οὐρανοῦ. καὶ τοὺς ἀνέμους θεοῖσι βωθέοντας ἀνατρέψαι περὶ αὐτοῖσι τὸ μηχάνημα, τοῦ δὴ τὰ ἐρείπια λέγεσθαι Βαβυλῶνα. τέως δὲ ὄντας ὁμογλώσσους ἐκ θεῶν πολύ θροον φωνὴν ἐνέγκασθαι· μετὰ δὲ Κρόνῳ καὶ Τιτῆνι συστῆναι πόλεμον. Τρανῶς δὴ καὶ οὗτος ὡς ἐπιλαθόμενος τῶν προτέρων περὶ Βαβυλῶνος κομπασμῶν ὁμολογεῖ ἐπὶ τῆς πυργοποιίας αὐτὴν οὕτω κεκλῆσθαι διὰ τὴν σύγχυσιν τῶν γλωσσῶν καὶ τῶν οβʹ ἐθνῶν τῶνδε διασπαρέντων κατὰ πᾶσαν τὴν οἰκουμένην, ἣν διεμέρισε Νῶε ὁ δίκαιος τοῖς τρισὶν αὐτοῦ υἱοῖς τῷ βφοβʹ ἔτει τοῦ κόσμου, Ϡλδʹ τῆς ζωῆς αὐτοῦ, κατὰ τὸν θεῖον δηλονότι χρησμὸν οὕτως. Σὴμ τῷ πρωτοτόκῳ αὐτοῦ υἱῷ κατάγοντι ἔτος υλαʹ ἔδωκεν ἀπὸ Περ σίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς μῆκος, πλάτος δὲ ἀπὸ Ἰνδικῆς ἕως Ῥινο 47 κουρούρων τῆς Αἰγύπτου, ἤτοι τὰ ἀπὸ ἀνατολῆς ἕως μέρους τῆς μεσημ βρίας, τήν τε Συρίαν καὶ Μήδειαν καὶ ποταμὸν διορίζοντα αὐτοῦ τὰ ὅρια τὸν Εὐφράτην. Χὰμ δὲ τῷ δευτέρῳ αὐτοῦ υἱῷ κατάγοντι ἔτος υκζʹ ἔδωκε τὰ πρὸς νότον καὶ λίβα καὶ μέρος τῆς δύσεως ἀπὸ