μετοχῶν, ἐπειδὴ πᾶσα μετοχὴ περιττοσυλλάβως κλινομένη διὰ τοῦ ˉνˉτ κλίνεται, χωρὶς τῶν εἰς ˉωˉς μετοχῶν τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου· αὗται γὰρ διὰ καθαροῦ τοῦ ˉτˉοˉς κλίνονται, καὶ ἡ αἰτία εἴρηται ἐν τοῖς εἰς ˉω. Τιθεῖσα, τιθέν· εἴρηται. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τεθεικώς, τεθεικυῖα, τεθεικός. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ τέτυφα γίνεται τετυφώς τετυφυῖα τετυφός, οὕτω καὶ ἀπὸ τοῦ τέθεικα γίνεται τεθεικώς τεθεικυῖα τεθεικός. Ἀορίστου πρώτου. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ ἐποίησα γίνεται ποιήσας, οὕτω καὶ ἀπὸ τοῦ ἔθηκα ὤφειλε γενέσθαι θήκας· ἀλλ', ὡς εἴρηται πολλάκις, τὸ ἔθηκα ἔδωκα ἧκα μετὰ τὰ ὁριστικὰ οὐ κλίνονται οὔτε εἰς τὰς μετοχὰς οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις· ἀπὸ μέντοι τοῦ ἔστησα γίνεται στήσας στήσασα στῆσαν. Ἀορίστου δευτέρου. Θείς, θεῖσα, θέν. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ ἐτίθην γίνεται τιθείς τιθεῖσα τιθέν, οὕτω καὶ ἀπὸ τοῦ ἔθην γέγονε θείς θεῖσα θέν. Μέλλοντος πρώτου. Θήσων, θήσουσα, θῆσον. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ τύψω γίνεται τύψων τύψουσα τύψον, οὕτω καὶ ἀπὸ τοῦ θήσω γίνεται θήσων θήσουσα θῆσον. Μετοχαὶ παθητικαί.Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τιθέμενος, τιθεμένη, τιθέμενον. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ τύπτομαι γίνεται τυπτόμενος τυπτομένη τυπτόμενον, οὕτω καὶ ἀπὸ τοῦ τίθεμαι γίνεται τιθέμενος τιθεμένη τιθέμενον. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τεθειμένος, τεθειμένη, τεθειμένον. Ἀορίστου πρώτου. Τεθείς, τεθεῖσα, τεθέν· ὥσπερ ἀπὸ τοῦ ἐτύφθην γέγονε τυφθείς τυφθεῖσα τυφθέν, οὕτω καὶ ἀπὸ τοῦ ἐτέθην γέγονε τεθείς τεθεῖσα τεθέν. Μέσου ἀορίστου δευτέρου. Θέμενος, θεμένη, θέμενον· ἀπὸ τοῦ ἐθέμην γέγονεν. Παρείασε δὲ ὁ τεχνικὸς τὴν μετοχὴν τοῦ πρώτου μέσου ἀορίστου, ἐπειδή, ὡς πολλάκις ἐμάθομεν, τὸ ἔδωκα ἔθηκα ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα) μετὰ τὰ ὁριστικὰ οὐ κλίνονται οὔτε εἰς τὰς μετοχὰς οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις τὰς μετὰ τὰ ὁριστικά· ἀπὸ 371 δὲ τοῦ ἔθηκα ἐστὶν ἐθηκάμην πρώτου μέσου ἀορίστου, καὶ πῶς ἔχει κλιθῆναι εἰς μετοχήν; ἀπὸ μέντοι τοῦ ἐστησάμην γίνεται στησάμενος, ὥσπερ καὶ ἀπὸ τοῦ ἐτυψάμην τυψάμενος. Μέλλοντος πρώτου. Τεθησόμενος, τεθησομένη, τεθησόμενον· ὥσπερ ἀπὸ τοῦ τυφθήσομαι γέγονε τυφθησόμενος τυφθησομένη τυφθησόμενον, οὕτω καὶ ἀπὸ τοῦ τεθήσομαι γέγονε τεθησόμενος τεθησομένη τεθησόμενον. Μέσου μέλλοντος πρώτου. Θησόμενος, θησομένη, θησόμενον· ὥσπερ ἀπὸ τοῦ τύψομαι γέγονε τυψόμενος τυψομένη τυψόμενον, οὕτω καὶ ἀπὸ τοῦ θήσομαι γέγονε θησόμενος θησομένη θησόμενον. Μετοχὴ δευτέρου μέσου μέλλοντος οὐκ ἔστιν. Μετ' ὀλίγον μέλλοντος. Τεθεισόμενος τεθεισομένη τεθεισόμενον· ὥσπερ ἀπὸ τοῦ τετύψομαι γέγονε τετυψόμενος τετυψομένη τετυψόμενον, οὕτω καὶ ἀπὸ τοῦ τεθείσομαι γέγονε τεθεισόμενος τεθεισομένη τεθεισόμενον.