πρόσωπον εἶς,<Hes. Opp. 8> τῇδ' εἶς, ᾗ σ' ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν, ἀντὶ τοῦ πορεύῃ· καὶ λοιπὸν ἐκεῖθεν ἔσχε τὴν ˉεˉι δίφθογγον. Καὶ τὰ εἰς ˉω καὶ τὰ εἰς ˉμˉι ἔχουσι τὸ δεύτερον πρόσωπον εἰς ˉς καταλῆγον, καὶ καθολικώτερον δὲ τοῦτ' ἔστιν εἰπεῖν, ὅτι πᾶν πρῶτον πρόσωπον εἰς ˉν λῆγον μὴ ἔχον τὸ ˉμ κλιτικὸν πάντως ἔχει τὸ δεύτερον πρόσωπον εἰς ˉς καταλῆγον, οἵου δήποτε χρόνου οἵας δήποτε ἐγκλίσεως οἵας δήποτε διαθέσεως, οἷον ἔτυπτον ἔτυπτες, ἔλεγον ἔλεγες, ἐτύφθην ἐτύφθης, τυφθείην τυφθείης, δαρείην δαρείης· πρόσκειται μὴ ἔχον τὸ ˉμ κλιτικόν διὰ τὸ ἐτυπτόμην· τοῦτο γὰρ εἰς ˉν λήγει καὶ οὐκ ἔχει τὸ δεύτερον πρόσωπον εἰς ˉς καταλῆγον, ἐτύπτου γάρ, ἐπειδὴ ἔχει τὸ ˉμ κλιτικὸν τουτέστιν ἀπὸ κλίσεως· τύπτω γάρ ἐστι τὸ θέμα καὶ οὐκ ἔχει αὐτό. Ταῦτα μὲν ἐν τούτοις. Λέγει δὲ ὁ τεχνικὸς ὅτι τὰ περισπώμενα πρὸς τὴν συναί ρεσιν ποιοῦνται τὴν γραφήν, οἷόν ἐστι ποιέω καὶ κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉω εἰς ˉω γίνεται ποιῶ· τούτου τὸ δεύτερον πρόσωπον ποιέεις, καὶ λοιπὸν τὸ ˉε καὶ ἡ ˉεˉι δίφθογγος εἰς τὴν ˉεˉι δίφθογγον κιρνᾶται, καὶ γίνεται ποιεῖς· καὶ πάλιν ἐστὶ βοάω καὶ κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉω εἰς ˉω γίνεται βοῶ· τούτου τὸ δεύτερον πρόσωπον βοάεις, τὸ δὲ ˉα καὶ ˉε εἰς ˉα μακρὸν κιρνᾶται παρ' ἡμῖν καὶ παρὰ τοῖς Ἀθηναίοις, οἷον τὰ ἐμά τἀμά· οὕτως οὖν καὶ βοάεις βοᾷς κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉε εἰς ˉα μακρόν, καὶ μένει τὸ ˉι προσγεγραμμένον· καὶ παρὰ μὲν τοῖς ∆ωριεῦσιν εἰς ˉη κιρνᾶται τὸ ˉα καὶ ˉε, οἷον τὰ ἐμά τἠμά· ὁμοίως οὖν καὶ ἐν τῷ ὁράεις ποιοῦσι τὸ ˉα καὶ ˉε εἰς ˉη κατὰ κρᾶσιν καὶ λέγουσιν 28 ὁρῇς, καὶ πάλιν διψάεις διψῇς, πεινάεις πεινῇς, καὶ μένει τὸ ˉι προσ γεγραμμένον· κέχρηνται δὲ τούτοις ἀπὸ ∆ωρίδος διαλέκτου οὖσι καὶ οἱ Ἀθηναῖοι, φημὶ δὴ τῷ πεινῇς καὶ διψῇς. Μὴ νομίσωμεν δὲ ὅτι τὸ παρ' ἡμῖν ˉα, φημὶ δὴ ὡς ἐν τῷ πεινᾷς καὶ διψᾷς καὶ ὁρᾷς, ἐτράπη παρὰ τοῖς ∆ωριεῦσιν εἰς ˉη ἐν τῷ πεινῇς καὶ διψῇς καὶ ὁρῇς· οὐδέ ποτε γὰρ τὸ παρ' ἡμῖν ˉα, εἴτε μακρὸν εὑρεθῇ εἴτε βραχύ, τρέπεται εἰς ˉη παρὰ τοῖς ∆ωριεῦσι· τοὐναντίον γὰρ τὸ ˉη εἰς ˉα μακρὸν τρέπου σιν, οἷον ἡδύ ἁδύ <τηεοξρ. 1, 1> ἁδύ τι τὸ ψιθύρισμα, ἀλλ', ὡς εἴρηται, κρᾶσις ∆ωρικὴ <ἐγένετο> τοῦ ˉα καὶ ˉε εἰς ˉη. Τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῇ κοινῇ διαλέκτῳ ἐπικρατῆσαν, λέγω δὴ τὸ ζῇς· ἔστι γὰρ ἄω τὸ σημαῖνον τὸ πνέω, τοῦτο κατὰ ἐπίτασιν τοῦ ˉζˉα ἐπιτατικοῦ <μορίου> γίνεται ζάω, οἱονεὶ πάνυ πνέω, ὥσπερ πλοῦτος ζάπλουτος (ὁ πάνυ πλούσιος)· καὶ ἀπὸ οὖν τοῦ ζάω γίνεται κατὰ κρᾶσιν ζῶ, τούτου τὸ δεύτερον πρόσωπον ζάεις, καὶ λοιπὸν κατὰ κρᾶσιν ∆ωρικὴν τοῦ ˉα καὶ ˉε εἰς ˉη γίνεται ζῇς, καὶ μένει τὸ ˉι προσγεγραμμένον, ὥσπερ πεινάεις πεινῇς· τοῦτο δέ, φημὶ δὴ τὸ ζῇς, οὕτως ἐπεκράτησε καὶ παρ' ἡμῖν λέγεσθαι. Πάλιν ἐστὶ χρυσόω, καὶ κατὰ κρᾶσιν τοῦ ˉο καὶ ˉω εἰς ˉω γίνεται χρυσῶ, τούτου τὸ δεύτερον πρόσωπον χρυσόεις, καὶ ὤφειλε κατὰ κρᾶσιν τοῦ ˉο καὶ ˉε εἰς τὴν ˉοˉυ δίφθογγον γίνεσθαι χρυσοῦις· τὸ γὰρ ˉο καὶ ˉε εἰς τὴν ˉοˉυ δίφθογγον κιρνᾶται, οἷον τὸ ἐμόν τοὐμόν· ἀλλ' ἐπειδὴ ἤμελλον τρία φωνήεντα εἶναι ἐν μιᾷ συλλαβῇ, φημὶ δὴ τὸ ˉο καὶ ˉυ καὶ ˉι, οὐδέποτε δὲ ἐν μιᾷ συλλαβῇ τρία φωνήεντα εὑρίσκον ται, ἀνάγκην ἔχει ἓν ἐκ τούτων τῶν τριῶν φωνηέντων ἀποβληθῆναι. Καὶ τὸ μὲν ˉι οὐ δύναται ἀποβληθῆναι, ἐπειδὴ τὰ εἰς ˉω λήγοντα ῥήματα θέλουσιν ἔχειν ἐν τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ δίφθογγον τὴν μετὰ τοῦ ˉι, οἷον τύπτω τύπτεις τύπτει, βοῶ βοᾷς βοᾷ· τὸ δὲ ˉο οὐκ ἠδύνατο ἀποβληθῆναι, ἐπειδὴ ἤμελλεν εἶναι <μετὰ τὴν ˉυˉι> δίφθογ γον ἐπιφερόμενον σύμφωνον τὸ ˉς, ὅπερ ἐστὶν ἀδύνατον· οὐδέποτε γὰρ μετὰ τὴν ˉυˉι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον, οἷον μυῖα ἅρπυια υἱός· μὴ δυνάμενον οὖν μήτε τὸ ˉι ἀποβάλλειν, διὰ τὸ ἔχειν τὸ πρῶτον πρόσωπον εἰς ˉω καταλῆγον, μήτε τὸ ˉο, διὰ τὸ μηδέ ποτε <μετὰ> τὴν ˉυˉι δίφθογγον εὑρίσκεσθαι σύμφωνον ἐπιφερόμενον, ἐξ ἀνάγκης ἀπέβαλε τὸ ˉυ, καὶ ἐγένετο χρυσοῖς διὰ τῆς ˉοˉι διφθόγγου, ἤ, ὡς ἔχουσί τινα τῶν ἀντιγράφων, ἀπέβαλε τὸ ˉε τοῦ χρυσόεις ἐντελοῦς, καὶ ἔμεινεν ἡ ˉοˉι δίφθογγος, καὶ ἐγένετο χρυσοῖς. Τύπτει. Λέγει ὅτι πᾶν δεύτερον πρόσωπον εἰς ˉς λῆγον ἀποβολῇ τοῦ ˉς