τύπτω ἐὰν τύπτῃς, ἐὰν λέγω ἐὰν λέγῃς, ἐὰν τετύφω ἐὰν τετύφῃς, ἐὰν τετύπω ἐὰν τετύπῃς, ἐὰν τύψω ἐὰν τύψῃς, ἐὰν λάβω ἐὰν λάβῃς, ἐὰν τυφθῶ ἐὰν τυφθῇς, ἐὰν δαρῶ ἐὰν δαρῇς, ἐὰν ποιῶ ἐὰν ποιῇς, ἐὰν νοῶ ἐὰν νοῇς, ἐὰν τελῶ ἐὰν τελῇς· τὸ δὲ ˉι προσ γεγραμμένον ἔχουσιν, ἐπειδὴ τὰ εἰς ˉω λήγοντα ῥήματα θέλουσιν ἔχειν ἐν τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ δίφθογγον τὴν μετὰ τοῦ ˉι, οἷον τύπτω τύπτεις τύπτει, λέγω λέγεις λέγει, ποιῶ ποιεῖς ποιεῖ, βοῶ βοᾷς βοᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ.
Πρόσκειται <ἐν> τῷ κανόνι πλὴν τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων, ἐπειδὴ ἡ δευτέρα καὶ τρίτη συζυγία τῶν περισπωμένων τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν ὑποτακτικῶν ἔχουσιν ὁμόφωνα τοῖς ἰδίοις ὁριστικοῖς, οἷον βοῶ βοᾷς βοᾷ, ἐὰν βοῶ ἐὰν βοᾷς ἐὰν βοᾷ, ὁρῶ ὁρᾷς ὁρᾷ, <ἐὰν ὁρῶ> ἐὰν ὁρᾷς ἐὰν ὁρᾷ, γελῶ γελᾷς γελᾷ, <ἐὰν γελῶ> ἐὰν γελᾷς ἐὰν γελᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ, ἐὰν χρυσῶ ἐὰν χρυσοῖς ἐὰν χρυσοῖ, στεφανῶ στεφανοῖς στεφανοῖ, ἐὰν στεφανῶ ἐὰν στεφανοῖς ἐὰν στεφανοῖ, ὀρθῶ ὀρθοῖς ὀρθοῖ, ἐὰν ὀρθῶ ἐὰν ὀρθοῖς ἐὰν ὀρθοῖ. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὰ μὲν ὑποτακτικὰ τῆς πρώτης συζυγίας τῶν περι σπωμένων διὰ τοῦ ˉη καὶ ˉι ἐκφέρονται κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον ὁμοίως τοῖς βαρυτόνοις, οἷον ἐὰν ποιῶ ἐὰν ποιῇς ἐὰν ποιῇ, ὥσπερ ἐὰν τύπτω ἐὰν τύπτῃς ἐὰν τύπτῃ, τὰ δὲ ὑποτακτικὰ τῆς δευ τέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων οὐκ ἐκφέρονται κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τοῦ ˉη καὶ ˉι, ἀλλ' ὁμοφωνοῦσι τοῖς ἰδίοις ὁριστικοῖς, οἷον βοῶ βοᾷς βοᾷ, ἐὰν βοῶ ἐὰν βοᾷς ἐὰν βοᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ, ἐὰν χρυσῶ ἐὰν χρυσοῖς ἐὰν χρυσοῖ. Ἔστιν οὖν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· εἰ ἐγένοντο τὰ ὑποτακτικὰ τῶν τριῶν συζυγιῶν τῶν περισπωμένων κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τοῦ ˉη καὶ ˉι ὁμοίως τοῖς βαρυτόνοις, οἷον ἐὰν ποιῶ ἐὰν ποιῇς ἐὰν ποιῇ, ἐὰν βοῶ ἐὰν βοῇς ἐὰν βοῇ, ἐὰν χρυσῶ ἐὰν χρυσῇς ἐὰν χρυσῇ, ὥσπερ ἐὰν τύπτω ἐὰν τύπτῃς ἐὰν τύπτῃ, σύγχυσις ἤμελλεν εἶναι καὶ οὐδεμία διάκρισις τῶν συζυγιῶν ἐν τοῖς ὑποτακτικοῖς· καὶ ἐπειδὴ ἡ πρώτη συζυγία τῶν περισπωμένων κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσ ωπον ἐν τοῖς ὁριστικοῖς καὶ ἐν τῇ συναιρέσει ὁμοίως τοῖς βαρυτόνοις διὰ τῆς ˉεˉι διφθόγγου ἐκφέρεται, οἷον ποιῶ ποιεῖς ποιεῖ, ὥσπερ τύπτω τύπτεις τύπτει, τούτου χάριν καὶ ἐν τοῖς ὑποτακτικοῖς κατὰ τὸ δεύ τερον καὶ τρίτον πρόσωπον διὰ τοῦ ˉη καὶ ˉι ἐκφέρεται ὁμοίως τοῖς βαρυτόνοις, οἷον ἐὰν ποιῶ ἐὰν ποιῇς ἐὰν ποιῇ, ὥσπερ ἐὰν τύπτω ἐὰν 285 τύπτῃς ἐὰν τύπτῃ· ἡ δὲ δευτέρα καὶ τρίτη συζυγία τῶν περισπωμένων, ἐπειδὴ οὐκ ἐκφέρεται κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον ἐν τοῖς ὁριστικοῖς διὰ τῆς ˉεˉι διφθόγγου ὁμοίως τοῖς βαρυτόνοις ἐν τῇ συναιρέ σειἡ μὲν γὰρ διὰ τῆς ˉᾳ διφθόγγου ἐκφέρεται, ἡ δὲ διὰ τῆς ˉοˉι διφθόγγου, οἷον βοῶ βοᾷς βοᾷ, χρυσῶ χρυσοῖς χρυσοῖτούτου χάριν οὐδὲ ἐν τοῖς ὑποτακτικοῖς κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον ὁμοίως τοῖς βαρυτόνοις διὰ τοῦ ˉη καὶ ˉι ἐκφέρεται, ἀλλ' ὁμοφωνεῖ τοῖς ἰδίοις ὁριστικοῖς, οἷον βοῶ βοᾷς βοᾷ, ἐὰν βοῶ ἐὰν βοᾷς ἐὰν βοᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ, ἐὰν χρυσῶ ἐὰν χρυσοῖς ἐὰν χρυσοῖ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐν μὲν τοῖς ὁριστικοῖς κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τῶν ἑνικῶν τὸ ˉι ἐκφωνεῖται, οἷον τύπτω τύπτεις τύπτει, ποιῶ ποιεῖς ποιεῖ, χρυσῶ χρυσοῖς χρυσοῖ, χωρὶς τῆς δευτέρας συζυγίας τῶν περισπωμένων, αὕτη γὰρ τὸ ˉι ἀνεκφώνητον ἔχει κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον, οἷον βοῶ βοᾷς βοᾷ· ἐν δὲ τοῖς ὑποτακτικοῖς κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τὸ ˉι ἀνεκφώνητόν ἐστιν, οἷον ἐὰν τύπτω ἐὰν τύπτῃς ἐὰν τύπτῃ, ἐὰν ποιῶ ἐὰν ποιῇς ἐὰν ποιῇ, ἐὰν βοῶ ἐὰν βοᾷς ἐὰν βοᾷ, χωρὶς τῆς τρίτης συζυγίας τῶν περισπωμένων, αὕτη γὰρ τὸ ˉι ἐκφωνεῖ κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον, οἷον ἐὰν χρυσῶ ἐὰν χρυσοῖς ἐὰν χρυσοῖ· ὥστε οὖν ἡ μὲν δευτέρα συζυγία τῶν περισπωμένων ἐν μὲν τοῖς ὁριστικοῖς παράλογός ἐστιν, ὡς ἔχουσα τὸ ˉι ἀνεκφώνητον, ἐν δὲ τοῖς ὑποτακτικοῖς ἀνάλογος· ἡ δὲ τρίτη συζυγία τῶν περισπωμένων ἐν μὲν τοῖς ὁριστικοῖς ἀνάλογός ἐστιν, ὡς