γίνεται βοῶμεν, ὥσπερ ἐλούσαο, ἐλούσω, καὶ <κατὰ κρᾶσιν> τοῦ ˉα καὶ ˉε εἰς ˉα μακρὸν γίνεται βοᾶτε, ὥσπερ τὰ ἐμά τἀμά· καὶ πάλιν ποιέο μεν ποιέετε, ποιέων γὰρ ἡ μετοχή, καὶ κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉο εἰς τὴν ου δίφθογγον γίνεται ποιοῦμεν, ὥσπερ χάλκεος χαλκοῦς, <καὶ κατὰ κρᾶσιν τῶν δύο ˉεˉε εἰς τὴν ˉεˉι δίφθογγον γίνεται ποιεῖτε, ὥσπερ πόλεες πόλεις>. ∆ιὰ τοῦτο δὲ ἐν τῷ ποιεῖτε τὰ δύο ˉεˉε εἰς τὴν ˉεˉι δίφθογγον ἐκράθησαν καὶ οὐκ εἰς τὸ ˉη, ἐπειδὴ τὰ εἰς ˉμˉεˉν καὶ εἰς ˉτˉε τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν κατὰ τὴν παραλήγουσαν, οἷον τύπτομεν τύπτετε, ἐτύ ψαμεν ἐτύψατε, βοῶμεν βοᾶτε, ἐτύφθημεν ἐτύφθητε, χρυσοῦμεν χρυ σοῦτε· εἰ οὖν τὸ ποιοῦμεν διὰ δύο φωνηέντων ἐκφέρεται κατὰ τὴν παραλήγουσαν, δηλονότι ἀναγκάζεται καὶ τὸ ποιεῖτε διὰ δύο φωνηέν 37 των ἐκφέρεσθαι κατὰ τὴν παραλήγουσαν, καὶ δηλονότι εἰς τὴν ˉεˉι δίφθογ γον ἐγένετο ἡ κρᾶσις καὶ οὐκ εἰς τὸ ˉη. Τύπτουσιν. Κανονίζει τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἀπὸ τῆς δοτικῆς τῶν πληθυντικῶν τῶν ἰδίων μετοχῶν, λέγων ὅτι τῶν ἐνεστώτων καὶ μελλόντων τὰ τρίτα πρόσωπα τῶν πληθυν τικῶν ὁμόφωνα γίνεται τῇ δοτικῇ πληθυντικῇ τῶν ἰδίων μετοχῶν, οἷον οἱ τύπτοντες τῶν τυπτόντων τοῖς τύπτουσι τύπτομεν τύπτετε τύπτουσιν, οἱ γράφοντες τῶν γραφόντων τοῖς γράφουσι γρά φομεν γράφετε γράφουσιν, οἱ τύψοντες τῶν τυψόντων τοῖς τύψουσι τύψομεν τύψετε τύψουσιν, οἱ γράψοντες τῶν γραψόντων τοῖς γράψουσι γράψομεν γράψετε γράψουσιν. Ὁ δὲ λόγος ἁρμόζει καὶ ἐπὶ τῶν εἰς ˉμˉι2ˉ0, οἱ τιθέντες γὰρ τῶν τιθέντων τοῖς τιθεῖσι τίθεμεν τίθετε τιθεῖσι, καὶ πάλιν οἱ κιχράντες τῶν κιχράντων τοῖς κιχρᾶσι κίχραμεν κίχρατε κιχρᾶσι, καὶ πάλιν οἱ διδόντες τῶν διδόντων τοῖς διδοῦσι δίδομεν δίδοτε διδοῦσι, <καὶ πάλιν οἱ ζευγνύντες τῶν ζευγνύντων τοῖς ζευγνῦσι> ζεύγνυ μεν ζεύγνυτε ζευγνῦσι. Λέγει δὲ ὁ τεχνικός, ὅτι σεσημείωται τὸ φασίν, ὅτι τῆς μετοχῆς βαρυνομένης τὸ ῥῆμα ὠξυτονήθη, οἱ φάντες γὰρ τῶν φάντων τοῖς φᾶσιν ἡ μετοχὴ βαρυτόνως, τὸ δὲ ῥῆμα ὀξυτό νως λέγομεν, οἷον φαμέν φατέ φασίν· καὶ τὸ εἰσί δὲ ὀφείλομεν προσ θεῖναι, ὅτι τῆς μετοχῆς βαρυνομένης, οἱ ἔντες γὰρ τῶν ἔντων τοῖς εἶσιν, τὸ ῥῆμα ὠξυτονήθη, ἐσμέν γὰρ ἐστέ εἰσίν. Ἔχουσι δὲ ἀπολογίαν τοιαύτην εἰπεῖν, ὅτι αἱ μετοχαὶ βαρύνονται, ἐπειδὴ πᾶσα δοτικὴ πλη θυντικῶν εἰς ˉσˉι λήγουσα δισύλλαβος ἐπ' ὀνομάτων ὀξύνεσθαι θέλει, οἷον Τρωσί βουσί χησί μησί, πλὴν τοῦ πᾶσι καὶ τοῦ σπέσσι, <α 15> ἐν σπέσσι γλαφυροῖσι, ὅπερ ἀπὸ τοῦ σπέεσσι γέγονε κατὰ συγκοπήν· τὸ γὰρ τίσι καὶ τισί πρὸς διάφορον σημαινόμενον διάφορον καὶ τὸν τόνον ἔχει· πευστικὸν μὲν γὰρ ὑπάρχον βαρύνεται, οἷον τίσι δέδωκας; ἀνταποδοτικὸν δὲ ὂν ἤγουν ἀόριστον ὀξύνεται, οἷον τισὶν ἀπήντησα· ἐπὶ δὲ μετοχῶν βαρύνεσθαι θέλει, οἷον στᾶσι δοῦσι βᾶσι θεῖσι. Τούτῳ οὖν τῷ λόγῳ ὡς μετοχαὶ οὖσαι καὶ τὸ φᾶσι καὶ τὸ εἶσι βαρύνονται, τὸ δὲ ῥῆμα ὠξυτονήθη τὸ φασίν, ἔτι δὲ καὶ τὸ εἰσίν, ἐπειδὴ ταῦτα ἐγκλίνονται, οἷον ἄνθρωποί εἰσιν, ἄνθρωποί φασιν· τὰ δὲ ἐγκλιτικὰ αὐτὰ καθ' ἑαυτὰ ὄντα ἐν τῇ τελευταίᾳ συλλαβῇ θέλουσιν ἔχειν τὸν τόνον, οἷον φημί εἰμί ἐστί· πρόσκειται αὐτὰ καθ' ἑαυτὰ ὄντα, ἐπειδὴ 38 ἐν τῇ συντάξει ἀναπέμπουσι τὸν τόνον τὸν ἴδιον τῇ προηγουμένῃ λέξει [ἢ τῇ προηγουμένῃ συλλαβῇ], οἷον ἄνθρωπός εἰμι, αἰδεῖσθαί φημι, πρός τινων, βασίλειός ἐστιν, ἢ τῇ προηγουμένῃ συλλαβῇ, οἷον ἤκουσεν ἥμων, ἔδωκεν ἥμιν, ἐτίμησεν ἥμας· τούτου οὖν χάριν καὶ τὸ φασίν καὶ τὸ εἰσίν ὡς <ὄντα> ἐγκλιτικά, οἷον ἄνθρωποί εἰσιν, ἄνθρωποί φασιν, ἐν τῇ τελευταίᾳ συλλαβῇ ἔχουσι τὸν τόνον, ἐν δὲ τῇ τελευταίᾳ συλλαβῇ ἔχοντα τὸν τόνον εὐλόγως ὀξύνονται· περισπᾶσθαι γὰρ οὐκ ἠδύναντο, βραχυκαταληκτοῦσι γάρ, περισπωμένη δὲ ἐπάνω βραχείας οὐ τίθεται, οὔτε ἐπάνω θέσει μακρᾶς, ἀλλ' ἐπάνω φύσει μακρᾶς, οἷον Ἑρμῆς παῖς Ἡρακλῆς. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τῶν δύο σεσημειω μένων, φημὶ δὴ τοῦ φασίν καὶ τοῦ εἰσίν, τοῦ ἑνὸς μόνου ἐμνημόνευσεν ὁ τεχνικός, λέγω δὴ τοῦ φασίν, οὐκέτι δὲ καὶ τοῦ εἰσίν. Καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· διὰ τοῦτο τοῦ εἰσίν οὐκ ἐμνημόνευσεν