συλλαβικῶς τὸν παρα τατικὸν ποιεῖ τὸν παθητικόν τε καὶ μέσον, <οἷον> τύπτομαι ἐτυπτόμην, λέγομαι ἐλεγόμην, γράφομαι ἐγραφόμην, βιάζομαι ἐβιαζόμην, κολάζομαι ἐκολαζόμην, ῥαπίζομαι ἐρραπιζόμην, τίθεμαι ἐτιθέμην, βούλομαι ἐβου λόμην, δύναμαι ἐδυνάμηντὸ γὰρ ἠβουλόμην καὶ ἠδυνάμην κατ' ἔκτασιν Ἀττικὴν τοῦ ˉε εἰς τὸ ˉη γεγόνασι διὰ τοῦ ˉηζεύγνυμαι ἐζευγνύμην, ἐλεοῦμαι ἠλεούμην, ἐλέγχομαι ἠλεγχόμην, ἐλαύνομαι ἠλαυνόμην, ἀκούομαι ἠκουόμην, ἐγείρομαι ἠγειρόμην, ἅπτομαι ἡπτόμην, ἄρχομαι ἠρχόμην, ὀρθοῦμαι ὠρθούμην, ὁπλίζομαι ὡπλιζόμην, ἵσταμαι ἱστάμην· πῶς δὲ συλλαβικῶς μεγεθύνεται καὶ πῶς χρονικῶς, εἰρήκαμεν ἐν τῷ ἐνεργητικῷ παρατατικῷ. ∆υνατὸν δέ ἐστι κανονίσαι αὐτὸν καὶ ἐκ τοῦ ἐνεργητικοῦ παρατατικοῦ τοῦτον τὸν τρόπον· πᾶς παρατατικὸς ἐνεργητικὸς πρὸ τοῦ ˉν λαμβάνων τὸ ˉμ καὶ ˉη παθητικὸς ἢ μέσος γίνεται, οἷον ἔτυπτον ἐτυπτόμην, ἔρραπτον ἐρραπτόμην, ἐρράπιζον ἐρραπιζόμην, ἐποίουν ἐποιούμην, ἐβόων ἐβοώμην, ἐχρύσουν ἐχρυσούμην, ἦγον 182 ἠγόμην, ἤλεγχον ἠλεγχόμην, ἤλαυνον ἠλαυνόμην, ἤγειρον ἠγειρόμην, ὤρθουν ὠρθούμην· ἐπὶ δὲ τῶν εἰς ˉμˉι δηλονότι καὶ συστέλλεται ἡ παρα λήγουσα, οἷον ἐτίθην ἐτιθέμην, ἵστην ἱστάμην, ἐδίδων ἐδιδόμην, ἐζεύγνυν ἐζευγνύμην. Τὸ ἦν ἤμην λόγῳ ἀρχούσης ἐφύλαξε τὸ ˉη· ἐπειδὴ γὰρ τοῦτο δισύλλαβόν ἐστι καὶ τὴν αὐτὴν ἔχει ἄρχουσαν καὶ παραλήγουσαν, τῷ λόγῳ τῆς ἀρχούσης ἐφύλαξε τὸ ˉη, καὶ οὐ τῷ λόγῳ τῆς παραληγού σης συνέστειλεν αὐτό. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι εἰκότως ἐπὶ τῶν εἰς ˉμˉι συστέλλεται ἡ παραλήγουσα τοῦ παθητικοῦ παρατατικοῦ· ἐπειδὴ γὰρ ἐπὶ τῶν εἰς ˉμˉι συστέλλεται ἡ παραλήγουσα τοῦ ἐνεστῶτος τοῦ παθητικοῦ, οἷον τίθημι τίθεμαι, ἵστημι ἵσταμαι, δίδωμι δίδομαι, ζεύγνυμι ζεύγνυμαι, ὁ δὲ παρατατικὸς συγγέ νειαν ἔχει πρὸς τὸν ἐνεστῶτα, παρῳχημένος γὰρ αὐτοῦ ἐστι καὶ ἐξ αὐτοῦ κανονίζεται, τούτου χάριν καὶ τὴν <παραλήγουσαν τοῦ παθητι κοῦ παρατατικοῦ συστελλομένην> ἔχουσι τὰ εἰς ˉμˉι>. Ἐτύπτου, Ἰστέον ὅτι ἀπὸ τοῦ ἐτύπτετο γέγονεν ἐτύπτεο κατὰ ἀποβολὴν τοῦ ˉτ, καὶ κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον ἐτύπτου, ὥσπερ χάλκεος χαλκοῦς· οὐδὲ γὰρ ἔχει τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, ἵνα τροπῇ τοῦ ˉτ εἰς τὸ ˉε ποιήσῃ τὸ δεύτερον πρόσωπον, τύπτων γάρ <ἐστιν ἡ ἐνεργητικὴ μετοχή>· καὶ πάλιν ἐστὶν ἐποιεῖτο, καὶ ἐπειδὴ οὐκ ἔχει τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, ποιῶν γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχή, τούτου χάριν κατὰ ἀποβολὴν τοῦ ˉτ γίνεται ἐποιεῖο, καὶ κατὰ συστολὴν τῆς παραληγούσης ἐποιέο, καὶ κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον ἐποιοῦ, ὥσπερ χάλκεος χαλκοῦς· καὶ πάλιν ἐστὶν ἐβοᾶτο, καὶ ἐπειδὴ οὐκ ἔχει τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, βοῶν γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχή, τούτου χάριν κατὰ ἀποβολὴν τοῦ ˉτ γίνεται ἐβοάο, καὶ κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉο εἰς τὸ ˉω γίνεται ἐβοῶ, ὥσπερ ἐποιήσαο ἐποιήσω, ἐλούσαο ἐλούσω· καὶ πάλιν ἐστὶν ἐχρυσοῦτο, καὶ ἐπειδὴ οὐκ ἔχει τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, χρυσῶν γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχή, τούτου χάριν ἀποβολῇ τοῦ ˉτ γίνεται ἐχρυσοῦο, καὶ κατὰ συστολὴν τῆς παραληγούσης ἐχρυσόο, καὶ κατὰ κρᾶσιν τῶν δύο ˉοˉο εἰς τὴν ˉοˉυ δίφθογγον γίνεται ἐχρυσοῦ, ὥσπερ νόος νοῦς. Ἰστέον δὲ ὅτι διὰ τοῦτο τὸ ἐποιοῦ καὶ ἐχρυσοῦ καὶ ἐβοῶ περισπᾶται, ἐπειδὴ ἡ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον πάϊς παῖς, Πηλέϊ Πηλεῖ, Ἡρακλέης Ἡρακλῆς, ποιέω ποιῶ· οὕτως 183 οὖν καὶ ἐποιέο ἐποιοῦ, ἐβοάο ἐβοῶ καὶ ἐχρυσόο ἐχρυσοῦ περισπωμένως. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι διὰ τοῦτο ἐπὶ τοῦ ἐποιοῦ καὶ ἐχρυσοῦ πρῶτον συστολὴ παρηκολούθησε καὶ τότε κρᾶσις ἐγένετο τῶν φωνηέντων, ἐπειδὴ οὐδέποτε τοῦ ˉι μεταξὺ ὄντος ἢ τοῦ ˉυ κρᾶσις γίνεται φωνηέντων, ἀλλὰ πρῶτον ἀποβάλλονται ταῦτα καὶ οὕτω γίνεται ἡ κρᾶσις, οἷον τῷ ἐμῷ τὠμῷ, τοῦ ˉι ἀποβληθέντος τοῦ ἐν τῷ ἄρθρῳ, καὶ πάλιν τοῦ ἀνθρώπου τἀνθρώπου, τοῦ ˉυ ἀποβληθέντος τοῦ ἐν τῷ ἄρθρῳ. Ἐτύπτετο. Ἰστέον ὅτι τὰ εἰς ˉμˉηˉν λήγοντα