τοῦ μέλλοντος· καὶ τοῦτο δείκνυμεν διὰ τριῶν αἰτιῶν. Καὶ πρώτη μὲν αἰτία ἐστὶν ἡ ἀπὸ τῆς πέμπτης συζυγίας τῶν βαρυτόνων· δεῖ γὰρ γινώσκειν, ὅτι τοῦ κείρω καὶ σπείρω ὁ μὲν μέλλων κερῶ καὶ σπερῶ ἐστὶ περισπωμένως καὶ διὰ τοῦ ˉε, ὁ δὲ πρῶτος ἀόριστος ἔκειρα καὶ ἔσπειρα ἐστὶ βαρυτόνως καὶ διὰ τῆς ˉεˉι διφθόγγου· εἰ οὖν τὸ ὑποτακτικὸν ἐὰν κείρω καὶ ἐὰν σπείρω φαμέν, καὶ οὐκ ἐὰν κερῶ καὶ ἐὰν σπερῶ, δηλονότι ἐκ τοῦ ἔκειρα καὶ ἔσπειρα ἀορίστου γέγονεν, καὶ οὐκ ἐκ τοῦ κερῶ καὶ σπερῶ μέλλοντος. ∆ευτέρα δὲ αἰτία ἐστὶν αὕτη ἡ ἐκ τῶν Ἀττικῶν· οἱ γὰρ Ἀθηναῖοι ἐπὶτῶν διὰ τοῦ ˉιˉζˉω ῥημάτων, τῶν διὰ τοῦ ˉι γραφομένων τῶν ὑπὲρ δύο συλλαβάς, ἔθος ἔχουσιν ἀποβάλλειν τὸ ˉς κατὰ τὸν μέλλοντα καὶ περι σπᾶν, οἷον λακτίζω λακτίσω λακτιῶ, συρίζω συρίσω συριῶ· εἰ ἄρα οὖν τὸ ὑποτακτικὸν ἐὰν λακτίσω καὶ ἐὰν συρίσω λέγουσιν, καὶ οὐκ ἐὰν λακτιῶ καὶ ἐὰν συριῶ, δηλονότι ἐκ τοῦ ἐλάκτισα καὶ ἐσύρισα ἀορίστου γέγονεν, καὶ οὐκ ἐκ τοῦ λακτιῶ καὶ συριῶ μέλλοντος. Τρίτη δὲ αἰτία ἐστὶν ἡ ἀπὸ τῶν ∆ωριέων· οἱ γὰρ ∆ωριεῖς πάντας τοὺς ὁριστικοὺς μέλλοντας περισπῶσιν, ποιησῶ γὰρ καὶ τυψῶ λέγουσι περισπωμένως· εἰ ἄρα οὖν τὸ ὑποτακτικὸν ἐὰν τύψω καὶ ἐὰν ποιήσω λέγουσι βαρυτόνως, καὶ οὐκ ἐὰν τυψῶ καὶ ἐὰν ποιησῶ περισπωμένως, δηλονότι ἐκ τοῦ ἔτυψα καὶ ἐποίησα ἀορίστου γέγονεν, καὶ οὐκ ἐκ τοῦ τυψῶ καὶ ποιησῶ μέλλοντος. Ἐὰν τύψῃς, ἐὰν τύψῃ· ἐὰν τύψητον, ἐὰν τύψητον· ἐὰν τύψωμεν, ἐὰν τύψητε, ἐὰν τύψωσιν· εἴρηται. Ἀορίστου δευτέρου καὶ μέλλοντος.Ἐὰν τύπω· ἀπὸ τοῦ δευτέρου ἀορίστου γέγονεν ἐὰν τύπω, ὥσπερ καὶ ἀπὸ τοῦ ἔλαβον ἐὰν λάβω καὶ ἀπὸ τοῦ ἔμαθον ἐὰν μάθω. Ἐὰν τύπῃς, ἐὰν τύπῃ· ἐὰν τύπητον, ἐὰν τύπητον· ἐὰν τύ πωμεν, ἐὰν τύπητε, ἐὰν τύπωσιν· εἴρηται. Ὑποτακτικὰ παθητικά χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ.Ἐὰν τύπτωμαι. Ἰστέον ὅτι κανονίζει ὁ τεχνικὸς τὸ ὑποτακτικὸν παθητικὸν τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ τοῦτον τὸν τρόπον· ὁ ἐνερ 290 γητικὸς ἐνεστὼς τῶν ὑποτακτικῶν προσθήκῃ τῆς ˉμˉαˉι παθητικὸς γίνεται καὶ φυλάττει τὸ ˉω, οἷον ἐὰν τύπτω ἐὰν τύπτωμαι, ἐὰν λέγω ἐὰν λέγωμαι, ἐὰν ποιῶ ἐὰν ποιῶμαι, ἐὰν βοῶ ἐὰν βοῶμαι, ἐὰν χρυσῶ ἐὰν χρυσῶμαι. Ἔστι δὲ εἰπεῖν καθολικὸν κανόνα τοιοῦτον περὶ τῶν ὑποτακτικῶν τῶν ἐχόντων τὸ ˉμ κλιτικόν· πᾶς παρῳχημένος ὁριστικὸς ἔχων τὸ ˉμ κλιτι κόν, εἴτε παθητικὸς εἴτε μέσος, τρέπων τὴν τελευταίαν συλλαβὴν εἰς ˉμˉαˉι καὶ τὸ παραλῆγον φωνῆεν εἰς ˉω, μετὰ τοῦ ἀποβάλλειν τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασινδηλονότι χωρὶς τοῦ παρακειμένου, οὗτος γάρ, ὡς εἴρηται, οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιντὸ ὑποτακτικὸν ποιεῖ, οἷον ἐτυπτόμην ἐὰν τύπτωμαι, ἐλεγόμην ἐὰν λέγω μαι, ἐποιούμην ἐὰν ποιῶμαι, ἐβοώμην ἐὰν βοῶμαι, ἐχρυσούμην ἐὰν χρυσῶμαι, ἐτυψάμην ἐὰν τύψωμαι, ἐποιησάμην ἐὰν ποιήσωμαι, ἐτυπό μην ἐὰν τύπωμαι, ἐλαβόμην ἐὰν λάβωμαι, ἐτιθέμην ἐὰν τιθῶμαι, ἱστάμην ἐὰν ἱστῶμαι, ἐδιδόμην ἐὰν διδῶμαι, ἐδυνάμην ἐὰν δύνωμαι, ἐκρεμάμην ἐὰν κρέμωμαι, ἠπιστάμην ἐὰν ἐπίστωμαι, ἐπεποιήμην ἐὰν πεποιῶμαι, ἐκεκτήμην ἐὰν κεκτῶμαι, ἐμεμνήμην ἐὰν μεμνῶμαι· ἐὰν δὲ εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ πρὸ τοῦ ˉμ ἕτερον σύμφωνον, τότε τὸ ὑπο τακτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος, οἷον τέ τυμμαι ἐὰν τετυμμένος ὦ, λέλεγμαι ἐὰν λελεγμένος ὦ, ἔσπαρμαι ἐὰν ἐσπαρμένος ὦ, ἔφθαρμαι ἐὰν ἐφθαρμένος ὦ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἀεὶ ὁ παρακείμενος ὁ παθητικὸς ἐν τοῖς ὑποτακτι κοῖς πρὸ μιᾶς συλλαβῆς ἔχει τὸν τόνον ἤγουν προπερισπᾶται, οἷον ἐὰν κεχρυσῶμαι, ἐὰν πεποιῶμαι, ἐὰν μεμνῶμαι, ἐὰν κεκτῶμαι· καὶ τὰ εἰς ˉμˉι δὲ κατὰ τὸν ἐνεστῶτα καὶ παρατατικὸν τῶν ὑποτακτικῶν τῶν παθη τικῶν προπερισπῶνται, οἷον ἐὰν τιθῶ ἐὰν τιθῶμαι, ἐὰν ἱστῶ ἐὰν ἱστῶ μαι, ἐὰν διδῶ ἐὰν διδῶμαι· χωρὶς εἰ μή πω εὑρεθῇ τὸ ἐνεργητικὸν τὸ ὁριστικὸν ἐν χρήσει, τότε τὸ παθητικὸν τὸ ὑποτακτικὸν προπαροξύνε ται, οἷον ἐὰν δύνωμαι, ἐὰν κρέμωμαι, ἐὰν ἐπίστωμαι (ὃ σημαίνει τὸ γινώσκω)· οὐκ ἔστι γὰρ τὸ