ἐκεῖνοι ἔλεγον, ἐχρύσουν ἐγώ ἐχρύσουν ἐκεῖνοι, ἔλα βον ἐγώ ἔλαβον ἐκεῖνοι, ἐβόων ἐγώ ἐβόων ἐκεῖνοι. Κανονίζει δὲ τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν ὁ τεχνικὸς οὕτως· τῶν τεσσάρων παρῳχημένων, παρατατικοῦ τέ φημι καὶ παρακειμένου καὶ ὑπερσυντελί κου καὶ ἀορίστου, τῶν ἐχόντων δηλονότι εἰς ˉμˉεˉν τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶντὰ γὰρ ἔχοντα εἰς ˉμˉεˉθˉα ἄλλως κανονίζονται, ὡς ἐν τοῖς παθητικοῖς, εἰ θεῷ φίλον, μαθησόμεθαὅσοι μὲν ἔχουσι τὴν μετοχὴν εἰς ˉς λήγουσαν καὶ ὀξυνομένην, ἐκεῖνοι ἔχουσι τὸ τρίτον πρό σωπον τῶν πληθυντικῶν ἰσοσύλλαβον τῷ ἰδίῳ πρώτῳ προσώπῳ πλη θυντικῷ, οἷον ἡ τετυφώς μετοχή ἐστι παρακειμένου καὶ ὑπερσυντελίκου καὶ ἔστιν εἰς ˉς ὀξύτονος, καὶ λοιπὸν ἐπὶ τούτων τῶν δύο χρόνων τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἰσοσυλλαβεῖ τῷ ἰδίῳ πρώτῳ πλη θυντικῷ, οἷον τετύφαμεν τετύφασιν, ἐτετύφειμεν ἐτετύφεισαν· ὅσοι δὲ τῶν παρῳχημένων οὐκ ἔχουσι τὴν μετοχὴν εἰς ˉς ὀξύτονον, ἀλλ' εἰς ˉς 63 μὲν ὀξύτονον δὲ οὔ, ἢ ὀξύτονον μὲν μὴ εἰς ˉς δέ, ἢ μήτε εἰς ˉς μήτε ὀξύτονον, ἐκεῖνοι ἔχουσι τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἐλλεῖπον μιᾷ συλλαβῇ τοῦ ἰδίου πρώτου πληθυντικοῦ, καὶ λῆγον εἰς ἐκείνην τὴν συλλαβήν, ἥτις ἦν παραλήγουσα τῆς γενικῆς τῆς ἰδίας μετοχῆς· οἷον τοῦ ἔτυπτον ἐστὶν ἡ μετοχὴ ὁ τύπτων, οὔτε εἰς ˉς οὔτε ὀξύτονος, καὶ λοιπὸν γίνεται τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἔτυπτον, ἐλλεῖ πον μιᾷ συλλαβῇ τοῦ ἰδίου πρώτου πληθυντικοῦ, φημὶ δὴ τοῦ ἐτύπτο μεν, καὶ καταλῆγον εἰς τὴν ˉπˉτˉοˉν συλλαβήν, ἥτις ἦν παραλήγουσα τῆς τύπτοντος γενικῆς μετοχῆς· καὶ πάλιν τοῦ ἔτυπον ἐστὶν ἡ μετοχὴ τυπών, ὀξύτονος μὲν οὐκ εἰς ˉς δέ, καὶ λοιπὸν γίνεται τὸ τρίτον πρό σωπον τῶν πληθυντικῶν ἔτυπον, ἐλλεῖπον μιᾷ συλλαβῇ τοῦ ἰδίου πρώ του πληθυντικοῦ, φημὶ δὴ τοῦ ἐτύπομεν, καὶ καταλῆγον εἰς τὴν ˉπˉοˉν συλλαβήν, ἥτις ἦν παράληξις τῆς τυπόντος γενικῆς μετοχῆς· πάλιν τοῦ ἔτυψα ἐστὶν ἡ μετοχὴ τύψας, εἰς ˉς μὲν ἀλλ' οὐκ ὀξύτονος, καὶ πάλιν γίνεται τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἔτυψαν, ἐλλεῖπον μιᾷ συλλαβῇ τοῦ ἰδίου πρώτου πληθυντικοῦ, φημὶ δὴ τοῦ ἐτύψαμεν, καὶ καταλῆγον εἰς τὴν ˉψˉαˉν συλλαβήν, ἥτις ἦν παραλήγουσα τῆς τύψαντος γενικῆς μετοχῆς. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι οἱ ποιηταὶ πολλάκις καὶ ἐπὶ τῶν ἐχόντων τὴν μετο χὴν εἰς ˉς καὶ ὀξύτονον ποιοῦσιν ἐν τῷ τρίτῳ προσώπῳ τῶν πληθυν τικῶν ἔνδειαν συλλαβῆς καὶ φυλάττουσι τὴν παραλήγουσαν τῆς γενικῆς τῆς μετοχῆς, οἷόν ἐστιν ἐκοσμήθητε ἐκοσμήθησαν· παρὰ δὲ τοῖς ποιη ταῖς γίνεται τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἐνδείᾳ συλλαβῆς κόσμηθεν, <Γ 1> αὐτὰρ ἐπεὶ κόσμηθεν, πρὸς τὴν παραλήγουσαν τῆς κοσμηθέντος γενικῆς μετοχῆς· καὶ πάλιν ἐστὶν ἔβην, καὶ τούτου ἡ μετοχὴ βάς εἰς ˉς ὀξύτονος, καὶ γίνονται τὰ πληθυντικὰ ἔβημεν ἔβητε ἔβησαν· παρὰ δὲ τοῖς ποιηταῖς γίνεται τὸ τρίτον πρόσωπον τῶν πλη θυντικῶν ἔβαν, οἷον <Θ 229> πῇ ἔβαν εὐχωλαί, πρὸς τὴν παρα λήγουσαν τῆς βάντος γενικῆς μετοχῆς· καὶ πάλιν τοῦ ἔστην ἡ μετοχὴ στάς εἰς ˉς ὀξύτονος, καὶ γίνονται τὰ πληθυντικὰ ἔστημεν ἔστητε ἔστη σαν· παρὰ δὲ τοῖς ποιηταῖς γίνεται τὸ τρίτον τῶν πληθυντικῶν ἔσταν, <Β 467> ἔσταν δ' ἐν λειμῶνι, πρὸς τὴν παραλήγουσαν τῆς μετοχῆς τῆς στάντος. ∆ιὰ τοῦτο παραφυλαττόμεθα τὸ ἦν,Hesiod. Theog. 321> τῆς δ' ἦν τρεῖς κεφαλαί, ἀντὶ τοῦ ἦσαν· ἔστι γὰρ ἦμεν ἦτε ἦσαν, καὶ γίνεται παρὰ τοῖς ποιηταῖς ἦν τὸ τρίτον πρόσωπον τῶν πληθυντι κῶν, καὶ ἰδοὺ ἐλλείπει μιᾷ συλλαβῇ τοῦ ἰδίου πρώτου πληθυντικοῦ, 64 καὶ οὐ γέγονε πρὸς τὴν παραλήγουσαν τῆς γενικῆς τῆς μετοχῆς· ἔστι γὰρ εἴς ἔντος ἡ μετοχή, καὶ ὀφείλει τὸ τρίτον τῶν πληθυντικῶν γενέ σθαι ἔν διὰ τοῦ ˉε, ἀλλ' ἐπειδὴ μονοσύλλαβός ἐστιν ἡ λέξις καὶ τὴν αὐτὴν ἔχει ἄρχουσαν καὶ λήγουσαν καὶ παραλήγουσαν, τῷ λόγῳ τῆς ἀρχούσης ἐφυλάχθη τὸ ˉη, καὶ οὐκ ἐγένετο τῷ λόγῳ τῆς παραληγούσης διὰ τοῦ ˉε.
Ἔστι καὶ ἄλλως τοιαύτη ἀπολογία, ἣν λέγει ὁ Ἡρωδιανὸς ἐν τῷ περὶ αὐτοῦ μονοβίβλῳ, ὅτι τὸ ἦν εὑρίσκεται καὶ πρώτου προσώ που ἑνικοῦ, οἷον ἦν ἐγώ, ὡς