ἀορίστῳ φύσει μακρόν. Ἰστέον δὲ ὅτι πολλάκις οἱ Ἴωνες τρέπουσι τὸ ˉα εἰς τὸ ˉη ἐν τῷ πρώτῳ ἀορίστῳ, οἷον ἐμίανα ἐμίηνα, ἐχλίανα ἐχλίηνα, ἐθέρμανα ἐθέρ μηνα, ἐλίανα ἐλίηνα, ἐκάθαρα ἐκάθηρα, ἐσήμανα ἐσήμηνα, ἐξ οὗ ὁ πρῶτος μέσος ἀόριστος ἐσημηνάμην, ἔφανα ἔφηνα, ἐξ οὗ ὁ πρῶτος μέσος ἀόριστος ἐφηνάμην· τούτοις δὲ τοῖς ὑπὸ τῶν Ἰώνων γινομένοις, λέγω δὴ τῷ ἐμίηνα καὶ ἐλίηνα καὶ ἐχλίηνα καὶ ἐκάθηρα καὶ ἐσήμηνα καὶ τοῖς ὁμοίοις, χρῶνται <καὶ> οἱ Ἀθηναῖοι. [Ἰστέον δὲ ὅτι τὸ γήμας τοῦτον τὸν τρόπον γέγονεν· ἔστι γαμῶ γαμήσω ἐγάμησα, καὶ κατὰ συγκοπὴν τοῦ ˉη καὶ ˉς ἔγαμα, καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ ˉα εἰς ˉη ἔγημα, ὥσπερ ἐμίανα ἐμίηνα, καὶ λοιπὸν ἐκεῖθεν ἡ μετοχὴ γήμας.] ∆εῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι ὁ πρῶτος ἀόριστος ἢ φύσει μακρᾷ θέλει παραλήγεσθαι, οἷον ἐποίησα ἐνόησα ἐστεφάνωσα ἐδάνεισα, ἢ θέσει μακρᾷ, οἷον ἔνυξα ἔπλεξα ἔγραψα ἔκοψα, ἢ καὶ φύσει καὶ θέσει, οἷον ἤλειψα ἤμειψα· ταῦτα γὰρ καὶ φύσει μακρᾷ παραλήγονται, καθὸ τῇ ˉεˉι διφθόγγῳ 124 παραλήγονται, καὶ θέσει, καθὸ ἔχουσι διπλοῦν σύμφωνον ἐπιφερόμενον· ὅθεν ἀναλογώτεροί εἰσιν οἱ ποιηταί, ἐπὶ τῶν ἐχόντων ἓν ˉς καὶ βραχεῖ παραληγομένων διπλασιάζοντες τὸ ˉς, οἷον ἐτέλεσα ἐτέλεσσα, ἐσύρισα ἐσύρισσα, ἐγέλασα ἐγέλασσα, ἵνα εὑρεθῇ μακρὰ ἡ παραλήγουσα. Ταῦτα μὲν ἐν τούτοις. Ἔστι δὲ καὶ οὕτω κανονίσαι τὸν πρῶτον ἀόριστον. Ἰστέον ὅτι ὁ πρῶτος ἀόριστος τὴν ἄρχουσαν τὴν αὐτὴν ἔχει τῷ παρατατικῷ, οἷον ἔτυπτον ἔτυψα, ἔγραφον ἔγραψα, ἔλεγον ἔλεξα, ἐποίουν ἐποίησα, ἔρραπτον ἔρραψα, ἔρριπτον ἔρριψα, ἐρρύπουν ἐρρύπωσα, ἔρραινον ἔρρανα, ἔφθειρον ἔφθειρα, ἔστελλον ἔστειλα, ἠλέουν ἠλέησα, ἠγόραζον ἠγόρασα, ὤρθουν ὤρθωσα, ᾤκουν ᾤκησα, ᾔτουν ᾔτησα· εἰς ˉα δὲ ἀεὶ λήγει, καὶ πρὸ τοῦ ˉα δι' ἑνὸς τῶν ἑπτὰ ἡμιφώνων ἐκφέρεται, ἤγουν ἢ διὰ τοῦ ˉξ ἐκφέρεται ἢ διὰ τοῦ ˉψ ἢ ˉς ἢ ˉλ ἢ ˉμ ἢ ˉν ἢ ˉρ, οἷον ἔνυξα ἔτυψα ἐποίησα ἔστειλα ἔνειμα ἔμεινα ἔκειρα· διὰ δὲ τοῦ ˉζ οὐδέποτε ἐκφέρεται. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ χαρακτηρι στικὰ σύμφωνα τοῦ πρώτου μέλλοντος θέλουσι χαρακτηριστικὰ εἶναι καὶ <τοῦ> πρώτου ἀορίστου, οἷον τύψω ἔτυψα, λέξω ἔλεξα, ποιήσω ἐποίησα, κερῶ ἔκειρα, τιλῶ ἔτιλα, νεμῶ ἔνειμα, μενῶ ἔμεινα· ἐπειδὴ οὖν ἐν τῷ μέλλοντι τὸ ˉζ οὐδέποτε εὑρίσκεται πρὸ τοῦ ˉω, τούτου χάριν ἐν τῷ πρώτῳ ἀορίστῳ οὐχ εὑρίσκεται πρὸ τοῦ ˉα· διατί δὲ τὸ ˉζ χαρακτηριστικὸν τοῦ μέλλοντος οὐκ ἔστιν, ἐμάθομεν ἐν τῇ διδασκαλίᾳ τοῦ ἐνεργητικοῦ παρακειμένου. Ταῦτα μὲν περὶ τῆς ἀρχούσης τοῦ πρώτου ἀορίστου καὶ περὶ τῆς ληγούσης ἔχομεν εἰπεῖν· περὶ δὲ τῆς παραληγούσης εἰρήκαμεν ἀνωτέρω. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι πέντε τινὰ σεσημείωνται ἐν τῷ πρώτῳ ἀορίστῳ, δύο ἀπὸ τῶν εἰς ˉω καὶ τρία ἀπὸ τῶν εἰς μι· ἀπὸ μὲν τῶν εἰς ˉω τὸ εἶπα καὶ τὸ ἤνεγκα, ἀπὸ δὲ τῶν εἰς μι τὸ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα (ἧκα δέ ἐστι τὸ ἔπεμψα, ἐξ οὗ τὸ ἀφῆκα). Ταῦτα δὲ σημειού μεθα, ὅτι οὐκ ἐφύλαξαν τὸ σύμφωνον τοῦ μέλλοντος, ὁ γὰρ μέλλων τούτων δώσω θήσω ἥσω ἐστίν (ἐξ οὗ τὸ ἀφήσω) καὶ ἐνέγξω καὶ ἔψω, καὶ ὅτι δι' ἀφώνων ἐξηνέχθησαν, τὸ γὰρ ˉκ καὶ ˉπ ἄφωνά εἰσιν· οὐδέ ποτε δὲ ἀόριστος δι' ἀφώνου ἐκφέρεται, ἀλλ', ὡς εἴρηται, δι' ἑνὸς τῶν ἑπτὰ ἡμιφώνων, οἷον ἔγραψα ἔλεξα ἐποίησα ἔκειρα ἔνειμα ἔμεινα ἔτιλα. Εἰ δέ τις εἴποι, ὅτι τὸ ἔδωκα μάτην σημειούμεθα, εὑρέθη γὰρ παρὰ τῷ ποιητῇ τρίτον πρόσωπον τῶν πληθυντικῶν διὰ τοῦ ˉς ἐκφερό μενον, οἷον <Α 162> δόσαν δέ μοι υἷες Ἀχαιῶν, ἀπὸ τοῦ ἔδωσαν 125 κατὰ συστολὴν ποιητικὴν τοῦ ˉω εἰς ˉο, λέγομεν, ὅτι οὐκ ἔστι τοῦτο πρώτου ἀορίστου· ὁ γὰρ πρῶτος ἀόριστος διὰ τοῦ ˉω γράφεται, ὡς πρὸς τὸν δώσω μέλλοντα, τοῦτο δὲ διὰ τοῦ ο ἐστίν· ἀλλ' ἔστι δευτέ ρου ἀορίστου, τοῦ γὰρ ἔδων δευτέρου ἀορίστου τὰ πληθυντικά εἰσιν ἔδομεν ἔδοτε ἔδοσαν, ὥσπερ ἔθην ἔθεμεν ἔθετε ἔθεσαν καὶ ἧν ἕμεν ἕτε ἕσαν διὰ τοῦ ˉε (τὸ δὲ ἕσαν σημαίνει τὸ ἔπεμψαν, ἐξ οὗ πρόεσαν ἀντὶ τοῦ προέπεμψαν), καὶ λοιπὸν ποιητικῶς ἢ ἰωνικῶς ἀπὸ τοῦ ἔδοσαν γίνεται δόσαν, ὥσπερ καὶ ἀπὸ τοῦ ἔτυπτε γέγονε ποιητικῶς ἢ ἰωνικῶς <Φ > τύπτε δ'