καταλῆγον προσθέσει τοῦ ˉς ποιεῖ τὸ δεύτερον καὶ τροπῇ τοῦ ˉς εἰς ˉν τὸ πρῶτον, οἷον ἐτύφθη ἐτύφθης ἐτύφθην, ἐδάρη ἐδάρης ἐδάρην, τούτου χάριν καὶ ἐνταῦθα τὸ τρίτον πρόσωπον εἰς ˉη καταλῆγον προσθέσει τοῦ ˉς τὸ δεύτερον ποιεῖ, οἷον ἔζη ἔζης, καὶ τροπῇ τοῦ ˉς εἰς ˉν τὸ πρῶτον, οἷον ἔζην ἐγώ, ὥστε λοιπὸν διχῶς λέγεται, ἔζων ἐγώ ἀπὸ τοῦ ἔζαον κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉο εἰς ˉω, καὶ ἔζην ἐγώ πρὸς ἀναλογίαν τοῦ τρίτου καὶ δευτέρου προσώπου διὰ τοῦ ˉη ἐκφερο μένου. Πάλιν ἐστὶν ἐχρύσοον, καὶ κατὰ κρᾶσιν τῶν δύο ˉοˉο εἰς τὴν ˉοˉυ δίφθογγον γίνεται ἐχρύσουν, ὥσπερ νόος νοῦς· εἶτα τὸ δεύτερον πρόσωπον ἐχρύσοες, καὶ κατὰ κρᾶσιν τοῦ ˉο καὶ ˉε εἰς τὴν ˉοˉυ δίφθογγον γίνεται ἐχρύσους, ὥσπερ τὸ ἐμόν τοὐμόν. Ἔτυπτε. Εἴρηται ὅτι πᾶν δεύτερον πρόσωπον εἰς ˉς λῆγον ἀποβολῇ τοῦ ˉς τὸ τρίτον ποιεῖ, οἷον ἔτυπτες ἔτυπτε, ἐποίεις ἐποίει, ἐβόας ἐβόα, ἐχρύσους ἐχρύσου, χωρὶς τοῦ παρακειμένου δηλονότι καὶ τοῦ πρώτου ἀορίστου καὶ τῶν ἀπὸ τῶν εἰς ˉμˉι. Πρόσκειται χωρὶς τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίστου, ἐπειδὴ ἐπὶ τούτων οὐ μόνον τὸ ˉς ἀποβάλλει, ἀλλὰ καὶ τροπὴ παρηκολούθησε τοῦ ˉα εἰς τὸ ˉε, οἷον τέτυφας τέτυφε, τέτυπας τέτυπε, ἔτυψας ἔτυψε· χωρὶς δὲ τῶν ἀπὸ τῶν εἰς ˉμˉι πρόσκειται, ἐπειδὴ ἐπὶ τούτων κατὰ τὸν ἐνεστῶτα, πρὸς οἷς τὸ ˉς οὐκ ἀποβάλλεται, [ἀλλὰ] καὶ τὸ ˉι προσέρχεται, οἷον τίθημι τίθης τίθησι, ἵστημι ἵστης ἵστησι, δίδωμι δίδως δίδωσι, ζεύγνυμι ζεύγνυς ζεύγνυσι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ ἔτυπτε γίνεται καὶ μετὰ τοῦ ˉν ἔτυπτεν· τὸ γὰρ ˉε ἐφελκυστικόν ἐστι τοῦ ˉν ἐν τοῖς τρίτοις προσώποις τοῖς ἑνικοῖς τῶν ῥημάτων, οἷον ἔλεγε ἔλεγεν, ἔμαθε ἔμαθεν· ὥσπερ καὶ τὸ ˉι ἔχομεν ὅτι γίνεται ἐφελκυστικὸν τοῦ ˉν, ὅταν ἔχῃ προηγούμενον τὸ ˉς ἢ δυνάμει ἢ 60 ἐνεργείᾳ, ἐνεργείᾳ μέν, οἷον τύπτουσι τύπτουσιν, Αἴασι Αἴασιν, δυνάμει δέ, οἷον Φοίνιξι Φοίνιξιν, Πέλοψι Πέλοψιν· δυνάμει γὰρ ἐνταῦθά ἐστι τὸ ˉς, τὸ γὰρ ˉξ ἐκ τοῦ ˉκ καὶ ˉς δοκεῖ συγκεῖσθαι, καὶ τὸ ˉψ ἐκ τοῦ ˉπ καὶ ˉς· καὶ πάλιν ἐστί ἐστίν· τὸ γὰρ ˉτ ἐνταῦθα δυνάμει ˉς ἐστίν, ἀπὸ γὰρ τοῦ ἐσσί γέγονε κατὰ τροπὴν τοῦ ˉς εἰς τὸ ˉτ· πολλάκις δὲ καὶ τοῦ ˉφ προηγουμένου γίνεται τὸ ˉι ἐφελκυστικὸν τοῦ ˉν, οἷον ναῦφι ναῦφιν, <Ν 700> ναῦφιν ἀμυνόμενοι, τουτέστιν ἐκ τῶν νεῶν ἀποσοβοῦν τες. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα τοῦ ἔτυπτε τὸ μὲν προστακτικὸν τύπτε χωρὶς τοῦ ˉν, τὸ δὲ ἔτυπτε ἐφελκυστικὸν γίνεται τοῦ ˉν, οἷον ἔτυπτεν, διατί μὴ καὶ τὸ τύπτε ἐφελκυστικὸν γίνεται τοῦ ˉν. Καὶ ἔστιν εἰπεῖν δύο ἀπολογίας· καὶ ἡ μὲν πρώτη ἐστὶν αὕτη· τὸ τύπτε δεύτε ρον πρόσωπόν ἐστιν, καὶ ἐπειδὴ δεύτερον πρόσωπόν ἐστιν, οὐ δύναται ἐφελκυστικὸν εἶναι τοῦ ˉν· τὰ γὰρ εἰς ˉε λήγοντα δεύτερα πρόσωπα οὐ γίνονται ἐφελκυστικὰ τοῦ ˉν, οἷον τύπτετε τύπτεσθε· εἰκότως οὖν καὶ τὸ τύπτε οὐ δύναται ἐφελκυστικὸν ἔχειν τὸ ˉν, ἐπειδὴ δεύτερον πρόσω πόν ἐστιν. ∆ευτέρα δὲ λύσις αὕτη ἐστίν· τὰ προστακτικὰ συγγένειαν ἔχουσι πρὸς τὴν κλητικήν, καὶ γὰρ κλητικῇ συντάττονται, οἷον τύπτε σὺ Σώκρατες, γράψον Ἀριστόφανες, διαλέχθητι Ἀριστότελες· ἐπειδὴ οὖν τὰ προστακτικὰ συγγένειαν ἔχουσι πρὸς τὴν κλητικήν, τούτου χάριν τὸ τύπτε οὐ γίνεται ἐφελκυστικὸν τοῦ ˉν· καὶ γὰρ αἱ εἰς ˉε λήγουσαι κλη τικαὶ οὐδέποτε γίνονται ἐφελκυστικαὶ τοῦ ˉν, οἷον ἄνθρωπε Ὅμηρε. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα τὸ ἐποίει ἐβόα καὶ ἐχρύσου ἐν τῇ ἐν τελείᾳ γίνονται ἐφελκυστικὰ τοῦ ˉν, οἷον ἐποίεεν ἐβόαεν ἐχρύσοεν, διατί ἐν τῇ συναιρέσει οὐ γίνονται ἐφελκυστικὰ τοῦ ˉν. <Καὶ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο ἐν τῇ συναιρέσει οὐ γίνονται ἐφελκυστικὰ τοῦ ˉν,> ἐπειδὴ οὐκ ἐφυλάχθη τὸ ˉε· ἄλλως τε δὲ διὰ τοῦτο ἐν τῇ συναιρέσει οὐ γίνον ται ἐφελκυστικὰ τοῦ ˉν, ἐπειδὴ μακροκαταληκτοῦσιν· οὐδέποτε δὲ τὰ μακρὰ φωνήεντα γίνονται ἐφελκυστικὰ τοῦ ˉν, οἷον ἐτύφθη ἐδάρη. ∆υϊκά. Ἐτύπτετον, ἐτυπτέτην. Ἰστέον ὅτι ἐπιλιμπάνει τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πλη θυντικῶν τὸ ˉμ ἐπὶ τῆς τελευταίας συλλαβῆς ἔχει, ἐτύπτομεν γάρ ἐστιν. Τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε τροπῇ τοῦ ˉε εἰς