κατὰ τὸν μέλλοντα καὶ περισπῶσιν, οἷον δεσπόζω δεσπόσω, ἁρμόζω ἁρμόσω, ἀγο ράζω ἀγοράσω, ἑτοιμάζω ἑτοιμάσω. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπὶ τῶν διὰ τοῦ ˉαˉζˉω καὶ ἐπὶ τῶν διὰ τοῦ ˉοˉζˉω τοῦτο οὐ ποιοῦσιν, ἵνα μὴ φεύγοντες τὸ ἓν ἄτοπον μείζονι ἀτόπῳ περιπέσωσιν· οἱ γὰρ Ἀθηναῖοι ὅπου εὕρωσιν ἀλλεπάλληλα φωνήεντα δυνάμενα συναιρεθῆναι συναιροῦσιν αὐτά, οἷον Ἐρετριέως Ἐρετριῶς, Πειραιέως Πειραιῶς, ∆ημοσθένεος ∆ημοσθένους, ∆ιομήδεος ∆ιομήδους· εἰ ἀπέβαλον οὖν ἐπὶ τούτων τὸ ˉς κατὰ τὸν μέλλοντα καὶ περιέσπασαν, ἤμελλον συναίρεσιν ποιεῖσθαι τῶν ἀλλεπαλ λήλων φωνηέντων, οἷον ἑτοιμάζω ἑτοιμάσω ἑτοιμάω καὶ ἑτοιμῶ, ὡς τὸ βοάω βοῶ, καὶ πάλιν δεσπόζω δεσπόσω δεσπόω καὶ δεσπῶ, ὥσπερ χρυσόω χρυσῶ· εἰ δ' ἐποίησαν συναίρεσιν, ἤμελλεν ἐλάττονας ὁ μέλλων συλλαβὰς ἔχειν τοῦ ἐνεστῶτος, ὅπερ ἐστὶν ἀδύνατον· ὁ γὰρ μέλλων ἢ ἰσοσυλλαβεῖν θέλει τῷ ἐνεστῶτι, οἷον τύπτω τύψω, γράφω γράψω, ἢ περιττοσυλλαβεῖν θέλει, οἷον ποιῶ ποιήσω, βοῶ βοήσω, θέλω θελήσω, ὀφείλω ὀφειλήσω. ∆ιὰ ταύτην οὖν τὴν αἰτίαν οὔτε ἐπὶ τῶν διὰ τοῦ ˉαˉζˉω οὔτε ἐπὶ τῶν διὰ τοῦ ˉοˉζˉω ἀποβάλλουσιν οἱ Ἀθηναῖοι τὸ ˉς κατὰ τὸν μέλλοντα καὶ περισπῶσιν· ἐπὶ δὲ τῶν διὰ τοῦ ˉιˉζˉω ὑπὲρ δύο συλ λαβὰς διὰ τοῦτο ἀποβάλλουσι τὸ ˉς κατὰ τὸν μέλλοντα καὶ περισπῶσιν, ἐπειδὴ τὸ ˉι καὶ τὸ ˉω οὐδέποτε κιρνῶνται οὔτε παρ' ἡμῖν οὔτε παρὰ τοῖς Ἀθηναίοις οὔτε παρ' ἄλλῃ τινὶ διαλέκτῳ, οἷον μειδιῶ ἐρυθριῶ ἀνιῶ κατηφιῶ. ∆ιατί δὲ καὶ ἐπὶ τῶν δισυλλάβων τῶν διὰ τοῦ ˉιˉζˉω <καὶ ἐπὶ τῶν διὰ τοῦ> ˉυˉζˉω διὰ τοῦ ˉυ, οἷον γογγύζω γογγύσω, ποπ πύζω ποππύσω, οὐ ποιοῦσιν οἱ Ἀθηναῖοι ἀποβολὴν τοῦ ˉς κατὰ τὸν μέλλοντα καὶ περισπῶσιν, καὶ ταῦτα μήτε τοῦ ˉυ καὶ ˉω συναιρουμένων, οἷον λύω κλύω, οὐκ εἰρήκασιν οἱ τεχνικοί· ἡμεῖς δέ, εἰ θεῷ φίλον, ἐν τοῖς προλεγομένοις τῆς Ὀρθογραφίας διαλάβωμεν περὶ αὐτῶν. Ταῦτα μὲν ἐν τούτοις. 157 Ἰστέον δὲ ὅτι ἐπὶ τοῦ δανείζω δανείσω οὐ ποιοῦσιν οἱ Ἀθηναῖοι ἀποβολὴν τοῦ ˉς κατὰ τὸν μέλλοντα καὶ περισπῶσιν, ἐπειδὴ ἐπὶ τούτου οὐ παραβέβαται ὁ κανών· οὐκ ἔχει γὰρ ὁ μέλλων ἐπὶ τούτου τὴν ἰδίαν παραλήγουσαν ἐλάττω τῆς παραληγούσης τοῦ ἐνεστῶτος· τῇ γὰρ ˉεˉι διφθόγγῳ παραλήγεται ὁ ἐνεστὼς καὶ ὁ μέλλων. Καὶ ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα τὰ διὰ τοῦ ˉιˉζˉω πάντα διὰ τοῦ ˉι γράφονται, οἷον συρίζω κουφίζω ἐλπίζω βαδίζω κτίζω πρίζω, πῶς τὸ δανείζω διὰ τῆς ˉεˉι διφθόγγου γράφεται. Καὶ ἔστιν εἰπεῖν, ὥσπερ ἀπὸ τοῦ γένειον γίνεται γενειάζω, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ δάνειον γίνεται δανειάζω, καὶ κατ' ἔκθλιψιν τοῦ ˉα δανείζω, καὶ ἐκ τούτου λοιπὸν παραλήγεται τῇ ˉεˉι διφθόγγῳ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ πνίγω πνίξω, ἐρύκω (τὸ κωλύω) ἐρύξω καὶ ψύχω ψύξω διὰ τοῦτο ἐσημειωσάμεθα, ἐπειδὴ κατὰ μὲν τὸν ἐνεστῶτα φύσει μακρὰ ποιοῦσι τὰ δίχρονα, κατὰ δὲ τὸν μέλλοντα θέσει μακρά, τὸ δὲ φύσει μακρὸν μεῖζόν ἐστι τοῦ θέσει μακροῦ· διὰ τοῦτο <δὲ> θέσει μακρά εἰσιν ἐν τῷ μέλλοντι, ἐπειδὴ τὸ ˉξ ἐπιφέρεται· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὸ ˉι καὶ τὸ ˉυ οὐδέποτε πρὸ τοῦ ˉξ φύσει μακρά εἰσιν, χωρὶς εἰ μὴ λόγῳ ἀρχούσης παρῳχημένων, οἷον Φοῖνιξ πέρδιξ κῆρυξ Βέβρυξ ἄμπυξ. Πρόσκειται εἰ μὴ λόγῳ ἀρχούσης παρῳχημένων διὰ τὸ ἰξεύω ἴξευον· τὸ μὲν γὰρ ἰξεύω θέσει μακρὸν ἔχει τὸ ˉι, τὸ δὲ ἴξευον φύσει μακρὸν τῷ λόγῳ τῆς ἀρχούσης τῶν παρῳχημένων· οἱ γὰρ παρῳχημένοι κατὰ τὴν ἄρχουσαν ἢ χρονικῶς θέλουσι μεγεθύνεσθαι ἢ συλλαβικῶς, συλ λαβικῶς μέν, οἷον τύπτω ἔτυπτον, χρονικῶς δέ, οἷον ἄγω ἦγον· ἐν οἷς οὖν τὸ ἴξευον οὐκ ἠδύνατο συλλαβικῶς μεγεθύνεσθαι, ἐπειδὴ οὐκ ἄρχεται ὁ ἐνεστὼς ἀπὸ συμφώνου, ἐξ ἀνάγκης χρονικῶς ἐμεγεθύνθη καὶ τούτου χάριν ἐξέτεινε τὸ ˉι. ∆έδεικται οὖν, ὅτι διὰ τὴν ἐπιφορὰν τοῦ ˉξ θέσει μακρά εἰσι τὰ δίχρονα ἐν τῷ πνίξω καὶ ἐρύξω καὶ ψύξω μέλλοντι· εἰ δέ τις εἴποι, καὶ πόθεν δῆλον, ὡς ἐν τῷ πνίξω μέλλοντι καὶ ἐρύξω καὶ ψύξω θέσει μακρά εἰσι τὰ δίχρονα, διπλοῦν γὰρ σύμφωνον ἐπιφέρεται καὶ μακρά ἐστιν ἡ συλλαβή, λέγομεν, ὅτι τοῦτο ἔστι γνῶναι ἐκ τοῦ πέπνιγα παρακειμένου καὶ ἤρυκα καὶ ἔψυχα βραχὺ τὸ δίχρονον ἔχοντος· ὁ γὰρ