γινώσκειν, ὅτι τὸ προστακτικὸν τοῦ ἐν εστῶτος καὶ παρατατικοῦ κανονίζεται τοῦτον τὸν τρόπον· πᾶν τρίτον πρόσωπον ἑνικὸν τοῦ ἐνεργητικοῦ παρατατικοῦ τοῦ ὁριστικοῦ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλον τὸ προστακτικὸν ποιεῖ τοῦ ἐνεστῶ τος καὶ παρατατικοῦ, τῆς βαρείας τάσεως φυλαττομένης, οἷον ἔτυπτε τύπτε, ἔλεγε λέγε, ἔγραφε γράφε, ἔκοπτε κόπτε, ἐποίει ποίει, ἐνόει νόει, ἐβόα βόα, ἐγέλα γέλα, ἐχρύσου χρύσου, ἐστεφάνου στεφάνου· ὁ δὲ λόγος ἐπὶ τῶν εἰς ˉω, τὰ γὰρ εἰς ˉμˉι ἀλλοίως κανονίζονται, ὡς, εἰ θεῷ φίλον, ἐν τῇ περὶ τούτων διδασκαλίᾳ μαθησόμεθα. Τυπτέτω. Ἰστέον ὅτι πᾶν δεύτερον προστακτικὸν ἐνεργητικὸν [ἢ μέσον] εἰς φωνῆεν λῆγον [παρακειμένου καὶ ὑπερσυντελίκου], πλὴν τῶν εἰς ˉθˉι, προσθέσει τοῦ ˉτˉω τρίτον γίνεται, οἷον τύπτε τυπτέτω, λέγε λεγέτω, ποίει ποιείτω, βόα βοάτω, χρύσου χρυσούτω, τέτυφετε 234 τυφέτω, τέτυπε τετυπέτω, δέδουπε δεδουπέτω. Πρόσκειται ἐνεργη τικόν διὰ τὸ τύπτου· τοῦτο γὰρ οὐ ποιεῖ προσθέσει τοῦ ˉτˉω τὸ τρί τον, οὐδὲ γὰρ λέγομεν τυπτούτω ἀλλὰ τυπτέσθω· ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν ἐνεργητικὸν ἀλλὰ παθητικόν· πρόσκειται εἰς φωνῆεν λῆγον διὰ τὸ τύψον· τοῦτο γὰρ οὐ ποιεῖ προσθέσει τοῦ ˉτˉω τὸ τρίτον, οὐδὲ γὰρ λέγομεν τυψόντω ἀλλὰ τυψάτω· ἀλλ' οὐκ ἀντί κειται ἡμῖν, ἐπειδὴ τὸ τύψον οὐ λήγει εἰς φωνῆεν· πρόσκειται πλὴν τῶν εἰς ˉθˉι, ἐπειδὴ τὰ εἰς ˉθˉι οὐ ποιοῦσι προσθέσει τοῦ ˉτˉω τὸ τρίτον, ἀλλὰ τροπῇ τοῦ ˉθˉι εἰς ˉτˉω, οἷον ἵσταθι ἱστάτω, δίδοθι διδότω, ζεύγνυθι ζευγνύτω. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα ἡ πρόσταξις, ὡς εἴρηται, πρὸς παρὸν πρόσωπον ἀεὶ γίνεταιεἰρήκαμεν γάρ, ὅτι ἡ πρόσταξις πρὸς παρὸν πρόσωπόν ἐστιν ἀπότασις, οἷον τύπτε γράφε ποίειτὸ δὲ τρί τον πρόσωπον, ὡς ἐν τοῖς προλεγομένοις ἐμάθομεν, ἀεὶ ἀπόν ἐστι μήτε προσφωνοῦν μήτε προσφωνούμενοντρίτον γάρ ἐστι πρόσωπον, περὶ οὗ ὁ λόγος μήτε προσφωνοῦντος μήτε προσφωνουμένουπῶς εὑρίσκομεν ἐν τοῖς προστακτικοῖς τρίτα πρόσωπα, ἢ πῶς δυνατόν τινα τῷ μὴ παρόντι μήτε προσφωνοῦντι μήτε προσφωνουμένῳ προστάξαι. Πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι καὶ τὸ προστακτικὸν τρίτον πρόσωπον πρὸς παρὸν δεύτερον πρόσωπον ἀπότασίς ἐστιν εἰς μετάδοσιν τοῦ τρίτου· λέγομεν γὰρ καὶ προστάττομεν τῷ δευτέρῳ προσώπῳ, ἵνα μεταδῷ τοῦ προσταττομένου τῷ τρίτῳ, οἷον ἐν τῷ λέγειν με τυψάτω καὶ λεγέτω καὶ ποιείτω τρίτον προστακτικὸν πρὸς παρὸν δεύτερον πρόσωπον ἀπο τείνομαι καὶ παρόντι προστάττω, ἵνα μεταδῷ τῷ τρίτῳ τοῦ προστατ τομένου, καὶ ἵνα τὸ τρίτον λοιπὸν ποιήσῃ τὸ προσταττόμενον. Τούτων οὕτως ἐχόντων ἀποροῦσί τινες λέγοντες, διατί γὰρ μὴ καὶ τὸ τυπτέτω καὶ λεγέτω καὶ πάντα τὰ τρίτα πρόσωπα τὰ προστακτικὰ δεύτερα εἶναι λέγομεν, ἔνθα καὶ ἐν αὐτοῖς, ὡς εἴρηται, πρὸς παρὸν δεύτερον πρόσ ωπόν ἐστιν ἡ ἀπότασις. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύνανται τὰ τρίτα προστακτικὰ δεύτερα λέγεσθαι, ἐπειδὴ ἐν τοῖς προστακτικοῖς τὰ δεύτερα πρόσωπα οὐ λέγονται ἀνομοιοσχήμως ἀλλ' [ἢ] ὁμοιοσχήμως· ἐὰν μὲν γὰρ ἑνὶ προστάξωμεν, τύπτε φαμὲν ἑνικῶς καὶ οὐ <τύπτετε> πληθυν τικῶς, ἐὰν δὲ πολλοῖς, τύπτετε πληθυντικῶς καὶ οὐ τύπτε ἑνικῶς· τὰ δὲ τρίτα πρόσωπα ἐν τοῖς προστακτικοῖς καὶ ἀνομοιοσχήμως λέγονται· 235 καὶ γὰρ ἑνὸς παρόντος προσώπου λέγομεν καὶ προστάττομεν τυπτέτω σαν πληθυντικῶς, καίπερ πρὸς ἕνα τὴν ἀπότασιν ποιούμενοι, εἰς μετά δοσιν πολλῶν, πρὸς ἕνα γὰρ ἀποτεινόμεθα, ἵνα μεταδῷ τοῖς πολλοῖς τοῦ τύπτειν· καὶ πάλιν ἐκ τοῦ ἐναντίου πολλῶν παρόντων λέγομεν καὶ προστάττομεν τυπτέτω ἑνικῶς, καίπερ πρὸς πολλοὺς τὴν ἀπότασιν ποιούμενοι, εἰς μετάδοσιν ἑνός, πρὸς πολλοὺς γὰρ ἀποτεινόμεθα, ἵνα μεταδῶσιν ἑνὶ τοῦ τύπτειν· δῆλον οὖν ἐκ τοῦ καὶ ἀνομοιοσχήμως λέ γεσθαι τὰ τρίτα πρόσωπα ἐν τοῖς προστακτικοῖς, ὡς οὐ δύνανται λέ γεσθαι δεύτερα, εἰ καὶ πρὸς παρὸν πρόσωπον ἔχουσι τὴν ἀπότασιν, ὡς ἐδείξαμεν ἀνωτέρω.