ἄτοπον· ὡς γὰρ εἴρηται, τὰ εἰς ˉμˉηˉν εὐκτικὰ θέλουσι πρὸ τοῦ ˉμ δίφθογγον ἔχειν τὴν μετὰ τοῦ ˉι, οἷον τυπτοίμην τυψαίμην τυφθησοίμην· τούτου οὖν χάριν ἡνίκα εὑρεθῇ πρὸ τοῦ ˉμ σύμφωνον ἢ τὸ ˉυ ἐν τῷ παθητικῷ παρακειμένῳ τῷ ὁριστικῷ, τὸ εὐκτι κὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος. Εἰ δέ τις εἴποι, καὶ γενέσθω κατὰ ὑπερβιβασμὸν τοῦ ˉι, ἵνα εὑρεθῇ ἐν διφθόγγῳ τὸ ˉι, οἷον τετυίμμην λελείγμην ἐσπαίρμην, λέγομεν, ὅτι πρῶτον μὲν ἐν τῷ τετυίμμην εὑρεθήσεται μετὰ τὴν ˉυˉι δίφθογγον σύμφωνον ἐπιφερόμε νον, ὅπερ <ἐστὶν> ἀδύνατον· ἄλλως τε δὲ ἐν τῷ λελείγμην καὶ ἐσπαίρμην οὐχ εὑρεθήσεται τὸ ˉι ἐν διφθόγγῳ πρὸ τοῦ ˉμ, ἀλλὰ πρὸ τοῦ ἑτέρου συμφώνου, ὅπερ ἐστὶν ἀδύνατον· ὡς γὰρ εἴρηται, τὰ εἰς ˉμˉηˉν εὐκτικὰ πρὸ τοῦ ˉμ θέλουσιν ἔχειν τὴν μετὰ τοῦ ˉι δίφθογγον, οἷον τυπτοίμην τυψαίμην. Εἰ δέ τις εἴποι, καὶ ἀποβαλέσθω τὸ πρὸ τοῦ μ σύμφωνον, καὶ λοιπὸν εὑρίσκεται πρὸ τοῦ ˉμ τὸ ˉι ἐν διφθόγγῳ, οἷον λελείμην ἐσπαίμην, λέγομεν, ὅτι ἐὰν ἀποβληθῇ τὸ ἓν σύμφωνον, ἀσήμαντος μένει ἡ λέξις. Τετυμμένος εἴηςεἴη· τετυμμένω εἴητονεἰήτην· τετυμμένοι εἴημενεἴητεεἴησαν. 272 Ἀορίστου πρώτου.Τυφθείην. Ἰστέον ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην εἰς ˉηˉν καθαρὸν ἔχουσι τὸ εὐκτικόν, οἷον τυφθείς τυφθέντος τυφθείην, λεχθείς λεχθέντος λεχθείην, δαρείς δαρέντος δαρείην. Πρόσκειται δέ εἰς ˉς διὰ τὸ λαβών λαβόντος λάβοιμι· ἰδοὺ γὰρ τοῦτο ἔχει τὴν μετοχὴν ἐν ὀξείᾳ τάσει καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, καὶ ὅμως οὐκ ἔχει τὸ εὐκτικὸν εἰς ˉηˉν καθαρόν, ἀλλ' εἰς ˉμˉι, ἀλλ' οὐκ ἔχει τὴν μετοχὴν εἰς ˉς· πρόσκειται μετ' ὀξείας τάσεως διὰ τὸ τύψας τύψαντος τύψαιμι· ἰδοὺ γὰρ τοῦτο ἔχει τὴν μετοχὴν εἰς ˉς καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, καὶ <ὅμως> οὐκ ἔχει τὸ εὐκτικὸν εἰς ˉηˉν καθαρόν, ἀλλ' εἰς ˉμˉι [οἷον τύψαιμι], ἀλλ' οὐκ ἔχει τὴν μετοχὴν μετ' ὀξείας τάσεως· πρόσκειται καὶ διὰ τοῦ ˉνˉτ κλινομένην διὰ τὸ τετυφώς τετυφότος τετύφοιμι· ἰδοὺ γὰρ τοῦτο ἔχει τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, καὶ ὅμως οὐκ ἔχει τὸ εὐκτικὸν εἰς ˉηˉν καθαρόν, ἀλλ' εἰς ˉμˉι, ἀλλ' οὐκ ἔχει τὴν μετοχὴν διὰ τοῦ ˉνˉτ κλινομένην. Ταῦτα μὲν ἐν τούτοις.
Κανονίζονται δὲ ταῦτα, φημὶ δὴ τὸ τυφθείην καὶ δαρείην καὶ τὰ ὅμοια, τοῦτον τὸν τρόπον· πᾶσα μετοχὴ εἰς ˉς λήγουσα μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένη, τρέπουσα τὸ τέλος τῆς γενικῆς εἰς ˉηˉν καὶ προσλαμβάνουσα κατὰ τὴν παραλήγουσαν τὸ ˉι καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνεκφωνηθῆναι στοιχεῖα, τὸ εὐκτικὸν ποιεῖ, οἷον τυφθείς τυφθέντος τυφθείην, νυγείς νυγέντος νυγείην, δαρείς δαρέντος δαρείην, τιθείς τιθέντος τιθείην, στάς στάντος σταίην, δούς δόντος δοίην, γνούς γνόντος γνοίην· περὶ γὰρ τῶν εὐκτικῶν τῆς τετάρτης συζυ γίας τῶν εἰς ˉμˉι, ὅτι ταῦτα οὐ παραλήγονται διφθόγγῳ, ἐν τοῖς προ λαβοῦσιν εἰρήκαμεν· ζευγνύην <γὰρ> καὶ πηγνύην καὶ ὀμνύην χωρὶς τοῦ ˉι. Τυφθείης, τυφθείη ∆υϊκά· τυφθείητον, τυφθειήτην. Πλη θυντικά· τυφθείημεν, τυφθείητε, τυφθείησαν. Ἀορίστου δευτέρου.Τυπείην, τυπείης, τυπείη. ∆υϊκά· τυπείητον, τυπειήτην. Πληθυντικά· τυπείημεν, τυπείητε, τυπείησαν· εἴρηται καὶ ὁ περὶ αὐτοῦ λόγος ἐν τῇ διδασκαλίᾳ <τοῦ πρώτου ἀορίστου>. 273 Μέσου ἀορίστου πρώτου.Τυψαίμην· ἀπὸ τοῦ ἐτυψάμην γέγονεν ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, καὶ πρὸ τοῦ ˉμ τοῦ ˉι προσελθόντος. Τύψαιο, τύψαιτο. ∆υϊκά· τυψαίμεθον, τύψαισθον, τυψαίσθην. Πλη θυντικά· τυψαίμεθα, τύψαισθε, τύψαιντο. Μέσου ἀορίστου δευτέρου.Τυποίμην· ἀπὸ τοῦ ἐτυπόμην γέγονε τυποίμην ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, καὶ πρὸ τοῦ ˉμ τοῦ ˉι προσελθόντος. Τύποιο, τύποιτο. ∆υϊκά· τυποίμεθον, τύποισθον, τυποίσθην. Πλη θυντικά· τυποίμεθα, τύποισθε, τύποιντο. Μέλλοντος πρώτου.Τυφθησοίμην· ἀπὸ τοῦ τυφθήσομαι γέγονε τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉηˉν, καὶ πρὸ τοῦ ˉμ τοῦ ˉι προσελθόντος. Τυφθήσοιο, τυφθή σοιτο. ∆υϊκά· τυφθησοίμεθον, τυφθήσοισθον, τυφθησοίσθην. Πληθυντικά· τυφθησοίμεθα, τυφθήσοισθε, τυφθήσοιντο. Μέλλοντος