βοάω καὶ χρυσόω ἕκτης συζυγίας τῶν βαρυτόνων εἰσίν· ἐπειδὴ οὖν ἡ ἕκτη συζυγία τῶν βαρυτόνων πῇ μὲν φυλάττει τὸ φωνῆεν τοῦ ἐνεστῶτος ἐν τῷ μέλλοντι, οἷον ξέω ξέσω, σβέω σβέσω, τρέω τρέσω, πῇ δὲ μεγεθύνει αὐτό, οἷον χέω χεύσω, ῥέω ῥεύσω, πνέω πνεύσω, πλέω πλεύσω, τούτου χάριν καὶ αἱ συζυγίαι τῶν περισπωμένων πῇ μὲν φυλάττουσι τὸ φωνῆεν τῆς ἐντελείας ἐν τῷ μέλλοντι, πῇ δὲ μεγεθύνουσιν αὐτό. Καὶ λοιπὸν εὐλόγως ἡ μὲν πρώτη συζυγία τῶν περισπωμένων ἢ τῷ ˉη παραλήγεται ἢ τῷ ˉε κατὰ τὸν μέλλοντα, τῷ μὲν ˉε, ἐπειδὴ ἡ ἐντέλεια τῆς πρώτης συζυγίας τῶν περι σπωμένων τὸ ˉε ἔχει, οἷον ποιέω, τῷ δὲ ˉη, ἐπειδὴ τὸ ˉε μεγεθυνόμενον ἐν τοῖς ῥήμασιν εἰς τὸ ˉη τρέπεται, οἷον ἐλαύνω ἤλαυνον, ἑρμηνεύω ἡρμήνευον, <ἐλέγχω ἤλεγχον>· τὰ γὰρ προσλαμβάνοντα τὸ ˉι ὀλίγα εἰσίν, ἃ καὶ ἐσημειωσάμεθα. Ἡ δὲ δευτέρα ἢ τῷ ˉη παραλήγεται ἢ τῷ ˉα, <τῷ μὲν ˉα, ἐπειδὴ> ἡ ἐντέλεια τῆς δευτέρας συζυγίας τῶν περι σπωμένων τὸ ˉα ἔχει, οἷον βοάω γελάω, τῷ δὲ ˉη, ἐπειδὴ τὸ ˉα μεγε θυνόμενον ἐν τοῖς ῥήμασιν εἰς τὸ ˉη τρέπεται, οἷον ἄγω ἦγον, ἀκούω ἤκουον, ἀριστῶ ἠρίστων. Ἡ δὲ τρίτη ἢ τῷ ˉω παραλήγεται ἢ τῷ ˉο, τῷ μὲν ˉο, ἐπειδὴ ἡ ἐντέλεια τῆς τρίτης συζυγίας τῶν περισπωμένων 167 τὸ ˉο ἔχει, οἷον χρυσόω, τῷ δὲ ˉω, ἐπειδὴ τὸ ˉο μεγεθυνόμενον ἐν τοῖς ῥήμασιν εἰς τὸ ˉω τρέπεται, οἷον ὀμνύω ὤμνυον, ὁπλίζω ὥπλιζον, ὀρθῶ ὤρθουν. Τύψεις, τύψει. ∆υϊκά· τύψετον, τύψετον. Πληθυντικά· τύψομεν, τύψετε, τύψουσιν· εἴρηται. Μέλλων δεύτερος.Τυπῶ· πᾶς δεύτερος ἀόριστος τὴν ˉοˉν εἰς ˉω μεταβαλὼν καὶ τὴν ἐν ἀρχῇ κλιτικὴν ἔκτασιν ἀποβαλὼν δεύτερον μέλ λοντα ποιεῖ.
Ἐνταῦθα περὶ τοῦ δευτέρου μέλλοντος διαλαμβάνει· καὶ ἰστέον ὅτι ὁ δεύτερος μέλλων τῷ μὲν σημαινομένῳ ὁ αὐτός ἐστι τῷ πρώτῳ μέλλοντι, φωνῇ δὲ <μόνῃ διενήνοχεν>· τὸ γὰρ τύψω καὶ τυπῶ τὸ αὐτὸ μὲν σημαίνουσιν, μόνῃ δὲ τῇ φωνῇ διαφέρουσιν, καθάπερ καὶ ὁ δεύτερος ἀόριστος φωνῇ μόνῃ διαφέρει τοῦ πρώτου ἀορίστου, ὡς ἐν τῇ περὶ τούτου διδασκαλίᾳ μεμαθήκαμεν. Κανονίζεται δὲ ὁ δεύ τερος μέλλων ἀπὸ τοῦ δευτέρου ἀορίστου τοῦτον τὸν τρόπον· πᾶς δεύτερος ἀόριστος τὴν ˉοˉν εἰς ˉω μεταβαλὼν μετὰ περισπωμένου τόνου καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβαλὼν μέλλοντα δεύτερον ποιεῖ τὸ δεύτερον καὶ τρίτον πρόσωπον ἔχοντα διὰ τῆς ˉεˉι διφθόγγου ἐκφερόμενον, οἷον ἔτυπον τυπῶ τυπεῖς τυπεῖ, ἔκτανον κτανῶ κτανεῖς κτανεῖ, ἔσπαρον σπαρῶ σπαρεῖς σπαρεῖ, ἔφθαρον φθαρῶ φθαρεῖς φθαρεῖ, ἔκαρον καρῶ καρεῖς καρεῖ. Ἰστέον δὲ ὅτι ὥσπερ ἡ πρώτη συζυγία τῶν περισπωμένων κλίνεται, οὕτω κλίνεται καὶ ὁ δεύτερος μέλλων· ὥσπερ γὰρ ποιῶ ποιεῖς ποιεῖ, ποιεῖτον ποιεῖτον, ποιοῦμεν ποιεῖτε ποιοῦσιν, οὕτω καὶ τυπῶ τυπεῖς τυπεῖ, τυπεῖτον τυπεῖ τον, τυποῦμεν τυπεῖτε τυποῦσιν· οὐ μόνον δὲ ὁ δεύτερος μέλλων ὁμοίως τῇ πρώτῃ συζυγίᾳ τῶν περισπωμένων κλίνεται, ἀλλὰ καὶ <πᾶς μέλλων> περισπώμενος, εἴτε πρῶτος εὑρεθῇ εἴτε δεύτερος, οἷον εὐφρανῶ εὐφρανεῖς εὐφρανεῖ, εὐφρανεῖτον εὐφρανεῖτον, εὐφρανοῦμεν εὐφρα νεῖτε εὐφρανοῦσιν. ∆εῖ δὲ γινώσκειν, ὅτι ἡ μὲν πρώτη συζυγία τῶν περισπωμένων ἐκ συναιρέσεώς <ἐστιν, τὸ γὰρ ποιῶ ἀπὸ τοῦ> ποιέω γέγονεν· ὁ δὲ περισπώμενος μέλλων οὐκ ἔστιν ἐκ συναιρέσεως, τὸ γὰρ εὐφρανῶ καὶ τυπῶ οὐκ ἐκ συναιρέσεώς εἰσιν, οὐδὲ γὰρ ἔχουσιν ἐντέ λειαν, ἵνα ταῦτα εἴπωμεν συνῃρημένα· <τὸ γὰρ ἰδέειν> ἀπαρέμφατον δευτέρου ἀορίστου καὶ μέλλοντος, οἷον <Γ 236> δοιὼ δ' οὐ δύνα μαι ἰδέειν κοσμήτορε λαῶν, οὐκ ἔστιν ἐντελὲς τοῦ ἰδεῖν, ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυσιν, ὥσπερ καὶ ἀπὸ τοῦ εὐφρανεῖν τὸ <Ε 688> εὐφρανέειν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι αἱ μετοχαὶ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου 168 μέλλοντος ὁμοφωνοῦσιν ἀλλήλαις· καὶ γὰρ τοῦ δευτέρου ἀορίστου ἡ μετοχὴ τυπών ἐστίν, καὶ τοῦ δευτέρου μέλλοντος ἡ μετοχὴ ὁμοίως τυπῶν ἐστίν, ἀλλ' ἔχουσι διαφορὰν ὁμοίως κατὰ τὸν τόνον καὶ κατὰ τὴν κλίσιν· καὶ κατὰ μὲν τὸν τόνον, ὅτι ἡ μετοχὴ τοῦ δευτέρου ἀορί στου ὀξύνεται, καὶ γὰρ τυπών ἐστὶν ὀξυτόνως, ἡ δὲ τοῦ