φωνήεντος ἄρχωνται, μιᾷ συλλαβῇ ἐνδέοντα ἔχουσι τὸν παρατατικόν, οἷον ἵστημι ἵστην, ἵημι ἵην, ὄμνυμι ὤμνυν, ὄλλυμι ὤλλυν. Ἐτίθης. Εἴρηται ὅτι πᾶν πρῶτον πρόσωπον εἰς ˉν λῆγον μετὰ φυσικῆς μακρᾶς, μὴ ἔχον τὸ ˉμ κλιτικόν, τροπῇ τοῦ ˉν εἰς ˉς ποιεῖ τὸ δεύτερον πρόσωπον, οἷον ἐτύπην ἐτύπης, ἐτύφθην ἐτύφθης, ἐδάμην ἐδάμης· τὸ γὰρ ˉμ οὐκ ἔστι κλιτικὸν ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό· δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ ˉμ· οὕτως οὖν καὶ ἐτίθην ἐτίθης, τροπῇ τοῦ ˉν εἰς ˉς, καὶ ἵστην ἵστης καὶ ἐδίδων ἐδίδως καὶ ἐζεύγνυν ἐζεύγνυς καὶ ἦν (ἀντὶ τοῦ ὑπῆρχον) ἦς, καὶ κατ' 341 ἐπέκτασιν τῆς ˉθˉα συλλαβῆς ἦσθα, ὥσπερ ἔφην ἔφης ἔφησθα· τοιοῦτόν ἐστι καὶ τὸ οἶσθα, τὸ γὰρ οἶδα οἴδημι φασὶν οἱ Αἰολεῖς, εἶτα τούτου τὸ δεύτερον οἴδης, καὶ κατ' ἐπέκτασιν τῆς ˉθˉα συλλαβῆς οἴδησθα, καὶ κατὰ συγκοπὴν οἶσθα. Ἐτίθη. Τοῦτο ἀπὸ τοῦ δευτέρου προσώπου γέγονε κατὰ ἀπο βολὴν τοῦ ˉς· καὶ εἴρηται ὁ κανὼν ἐν τοῖς προλαβοῦσιν. Ἐτίθετον, ἐτιθέτην. Ἰστέον ὅτι τὸ τρίτον τῶν δυϊκῶν οὐχ ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ ἐνταῦθα, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντι κῶν οὔτε εἰς ˉσˉι λήγει οὔτε εἰς ˉτˉαˉι· ἐτίθεσαν γάρ ἐστιν· γέγονε δὲ τὸ τρίτον τῶν δυϊκῶν ἀπὸ τοῦ ἰδίου δευτέρου τροπῇ τοῦ ˉο εἰς ˉη. Ἐτίθεμεν. Εἴρηται ὅτι πᾶν πρῶτον ἑνικὸν εἰς ˉν λῆγον, μὴ ἔχον τὸ ˉμ κλιτικόν, πρὸ τοῦ ˉν λαμβάνον τὸ ˉμˉε τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ποιεῖ, οἷον ἔτυπτον ἐτύπτομεν, ἐχρύσουν ἐχρυσοῦμεν, ἐβόων ἐβοῶμεν, ἐτύφθην ἐτύφθημεν, ἔγνων ἔγνωμεν· ἐπὶ δὲ τοῦ παρα τατικοῦ τῶν εἰς ˉμˉι καὶ συστολὴ παρακολουθεῖ τῆς παραληγούσης ἐν τοῖς πληθυντικοῖς, οἷον ἐτίθην ἐτίθεμεν, ἵστην ἵσταμεν, ἐδίδων ἐδίδομεν, ἐζεύγνυν ἐζεύγνυμεν, ἔφην ἔφαμεν· τὸ γὰρ ἔφημεν δευτέρου ἀορίστου ἐστίν, ὥσπερ ἔστην ἔστημεν καὶ ἔβην ἔβημεν· τὸ ἦν ἦμεν λόγῳ ἀρχού σης ἐφύλαξε τὸ ˉη· ἐπειδὴ γὰρ τοῦτο δισύλλαβόν ἐστι καὶ τὴν αὐτὴν ἔχει ἄρχουσαν καὶ παραλήγουσαν, τούτου χάριν τῷ λόγῳ τῆς ἀρχούσης ἐφύλαξε τὸ ˉη, καὶ οὐ τῷ λόγῳ τῆς παραληγούσης συνέστειλεν αὐτό. ∆ιὰ τοῦτο δὲ ἐπὶ τοῦ παρατατικοῦ τῶν εἰς ˉμˉι καὶ συστολὴ παρακολου θεῖ τῆς παραληγούσης ἐν τοῖς πληθυντικοῖς, ἐπειδὴ ὁ παρατατικὸς συγγένειαν ἔχει πρὸς τὸν ἐνεστῶτα· παρῳχημένος γάρ ἐστιν αὐτοῦ, καὶ διὰ τοῦτο ἐξ αὐτοῦ κανονίζεται· ἐπειδὴ οὖν ἐπὶ τῶν εἰς ˉμˉι ὁ ἐνεστὼς συστέλλει τὴν παραλήγουσαν ἐν τοῖς πληθυντικοῖς, οἷον τίθημι τίθεμεν, ἵστημι ἵσταμεν, δίδωμι δίδομεν, ζεύγνυμι ζεύγνυμενκαὶ ἡ αἰτία προ είρηται, ὅτι τοῦτο γίνεται πρὸς τὴν παραλήγουσαν τῆς γενικῆς τῆς μετοχῆς, ταῦτα γὰρ βραχεῖαν ἔχουσι τὴν παραλήγουσαν, ἤγουν θέσει μακράντούτου χάριν καὶ ὁ παρατατικὸς ἐπὶ τῶν εἰς ˉμˉι πρὸς ἀνα λογίαν τοῦ ἐνεστῶτος συστέλλει τὴν παραλήγουσαν αὐτοῦ ἐν τοῖς πλη θυντικοῖς. Ἰστέον δὲ ὅτι ὁ δεύτερος ἀόριστος ὁ ἐνεργητικὸς ἐπὶ τῶν εἰς ˉμˉι οὐ συστέλλει τὴν παραλήγουσαν αὐτοῦ ἐν τοῖς πληθυντικοῖς, οἷον ἔστην ἔστημεν, ἔβην ἔβημεν, ἔγνων ἔγνωμεν, ἥλων ἥλωμεν, ἐβίων ἐβίωμεν, ἔφην ἔφημεν· τὸ γὰρ ἔφαμεν παρατατικοῦ ἐστιν· σεσημείωται τὸ ἔδων ἔδομεν καὶ ἔθην ἔθεμεν καὶ ἧν ἕμεν (σημαίνει δὲ τὸ ἐπέμψα μεν καὶ ἀπελύσαμεν), ὅτι δευτέρου ἀορίστου ὄντα συνέστειλαν τὴν παρα λήγουσαν ἐν τοῖς πληθυντικοῖς. Ἐτίθετε. Ἰστέον ὅτι ἀπὸ τοῦ ἐτίθεμεν γέγονε τροπῇ τῆς ˉμˉεˉν 342 εἰς ˉτˉε, καὶ ἐφύλαξε τὴν παραλήγουσαν, ἐπειδὴ ἡ μετοχὴ εἰς ˉς ἐστίν, οἷον τιθείς. Ἐτίθεσαν. Εἴρηται ὅτι τὰ εἰς ˉμˉεˉν πληθυντικὰ ἀπὸ τῶν εἰς ˉν φύσει μακροκαταλήκτων κεκλιμένα εἰς ˉσˉαˉν ποιοῦσι τὸ τρίτον τῶν πλη θυντικῶν, οἷον ἐτύφθην ἐτύφθημεν ἐτύφθησαν, ἔβην ἔβημεν ἔβησαν· οὕτως οὖν καὶ ἐτίθην ἐτίθεμεν ἐτίθεσαν, ἐζεύγνυν ἐζεύγνυμεν ἐζεύγνυσαν. Παρακειμένου.Τέθεικα. Λέγει ὁ τεχνικός, ὅτι εἰ θέματα τῶν παρακειμένων εἰσὶν οἱ μέλλοντεςκαὶ γὰρ ἐκ τῶν μελλόντων κανονίζονται οἱ παρακεί μενοι· πῶς δὲ κανονίζεται ἡ ἄρχουσα τοῦ παρακειμένου ἐκ τοῦ μέλ λοντος, ἐν τοῖς εἰς ˉω μεμαθήκαμενὁ δὲ μέλλων τοῦ τίθημι θήσω ἐστίν, δικαίως ὁ παρακείμενος γέγονε τέθηκα, διὰ μὲν τὸ ˉς ἔχων τὸ ˉκ, διὰ δὲ τὸ ἀφ' ἑνὸς ἁπλοῦ συμφώνου ἄρχεσθαι μὴ