δηλοῦμεν δι' αὐτοῦ τὸ ἐπιμένοις ζῶν, καὶ ἔχοι τὸ πρᾶγμα παράτασιν. ∆έδεικται οὖν ἡμῖν, ὅτι ἐν ταῖς ἐγκλίσεσι ταύταις μέλλοντος μόνου σημασίαν ἔστιν εὑρεῖν, λέγω δὴ ἐν 259 τῇ ἀπαρεμφάτῳ καὶ προστακτικῇ καὶ εὐκτικῇ καὶ ὑποτακτικῇ, ἐν αἷς ὁ ἐνεστὼς καὶ ὁ παρατατικὸς καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος [καὶ ὁ ἀόριστος δηλονότι] οὐχ ὡς παρελθούσης ἐν αὐταῖς τῆς πράξεως ἢ ἐνισταμένης λαμβάνονται, ἀλλ' ἢ πρὸς παράτασιν ἢ πρὸς συμπλή ρωσιν. Εὐκτικὰ ἐνεργητικά χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ.Τύπτοιμι. Ἰστέον ὅτι ὥσπερ ἐν τοῖς ἀπαρεμφάτοις, οὕτω καὶ ἐν τοῖς εὐκτικοῖς πῇ μὲν συνεζευγμένοι εἰσὶν οἱ χρόνοι, πῇ δὲ διακεχωρισμέ νοι· ὁ μὲν γὰρ ἐνεστὼς καὶ ὁ παρατατικὸς ὁμοῦ εἰσιν, καὶ ὁ παρακεί μενος καὶ ὁ ὑπερσυντέλικος ὁμοίως ὁμοῦ, ὁ δὲ ἀόριστος ἰδίᾳ καὶ ὁ μέλλων ἰδίᾳ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι πολλὴν ὁμοιότητα ἔχουσι τὰ εὐκτικὰ πρὸς τὴν δοτι κήν· ὥσπερ γὰρ τὸ ˉι χαρακτηριστικόν ἐστι τῆς δοτικῆς, οἷον τῷ καλῷ, τῷ Αἴαντι, τὸν αὐτὸν τρόπον τὸ ˉι χαρακτηριστικόν ἐστι καὶ τῶν εὐκτι κῶν, οἷον τύπτοιμι τυπτοίμην τυφθείην· ἀλλ' ἐν μὲν τῇ δοτικῇ κατὰ τὸ τέλος εὑρίσκεται τὸ ˉι, οἷον τῷ σοφῷ, τῷ Αἴαντι, ἐν δὲ τοῖς εὐκτι κοῖς κατὰ τὴν παραλήγουσαν, οἷον τύπτοιμι τυπτοίμην τυφθείην· ἄλλως τε δὲ ἐν μὲν τῇ δοτικῇ οὐ πάντως εὑρίσκεται τὸ ˉι ἐν διφθόγγῳ, οἷον Αἴαντι βότρυϊ, ἐν δὲ τοῖς εὐκτικοῖς πάντως ἐν διφθόγγῳ εὑρίσκε ται τὸ ˉι, οἷον τύπτοιμι τυπτοίμην τυφθείην. Πλησιάζουσι δὲ καὶ κατ' ἄλλο τὰ εὐκτικὰ τῇ δοτικῇ· ὥσπερ γὰρ ἐν ταῖς εἰς ˉω ληγούσαις δοτι καῖς οὐ προσγράφουσιν οἱ Αἰολεῖς τὸ ˉι, οἷον Ὁμήρω ἀνθρώπω, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν εὐκτικῶν πολλάκις ἀποβάλλουσι τὸ ˉι· ἔστι γὰρ λάχοιμι λάχοις λάχοι· τοῦτο γίνεται ἀττικῶς λαχοίη κατὰ πλεονα σμὸν τοῦ ˉη, καὶ προσθήκῃ τοῦ ˉς τὸ δεύτερον λαχοίης, καὶ τροπῇ τοῦ ˉς εἰς ˉν τὸ πρῶτον λαχοίην, ὥσπερ ἐτύφθη ἐτύφθης ἐτύφθην, καὶ ἀπο βάλλουσιν οἱ Αἰολεῖς τὸ ˉι καὶ λέγουσι λαχόην. ∆εῖ δὲ γινώσκειν, ὅτι τὰ εὐκτικὰ ἢ εἰς ˉμˉι λήγουσιν ἢ εἰς ˉμˉηˉν ἢ εἰς ˉηˉν καθαρόν, οἷον τύπτοιμι τυπτοίμην τυφθείην· καὶ τὰ μὲν εἰς ˉμˉι <ἢ> ἐνεργητικά εἰσιν ἢ μέσα, οὐδέποτε δὲ παθητικά, ἐνεργητικὰ μέν, οἷον τύπτοιμι βοῷμι χρυσοῖμι τετύφοιμι, μέσα δέ, οἷον τετύποιμι δεδούποιμι πεποίθοιμι· τὰ δὲ εἰς ˉμˉηˉν ἢ παθητικά εἰσιν ἢ μέσα, οὐδέποτε δὲ ἐνεργητικά, παθητικὰ μέν, οἷον τυπτοίμην λεγοίμην χρυσοίμην, μέσα δέ, οἷον τυψαίμην λαβοίμην· 260 τὰ δὲ εἰς ˉηˉν καθαρὸν ἢ παθητικά εἰσιν ἢ ἐνεργητικά, οὐδέποτε δὲ μέσα, ἐνεργητικὰ μέν, οἷον τιθείην ἱσταίην γνοίην δοίην, παθητικὰ δέ, οἷον τυφθείην δαρείην νυγείην. Καὶ ἰστέον ὅτι ὅσα μὲν ἔχουσιν εἰς ˉμˉεˉνˉοˉς τὴν μετοχήν, εἰς ˉμˉηˉν ἔχουσι τὸ εὐκτικόν, οἷον τυπτόμενος τυπτοίμην, τυφθησόμενος τυφθησοίμην, τυψάμενος τυψαίμην· ὅσα δὲ ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, εἰς ˉηˉν καθαρὸν ἔχουσι τὸ εὐκτικόν, οἷον τυφθείς τυφθέντος τυφθείην, δαρείς δαρέντος δαρείην, ἱστάς ἱστάντος ἱσταίην, δούς δόντος δοίην, γνούς γνόντος γνοίην· τὰ δὲ μηδὲν τούτων ἔχοντα, τουτέστι μήτε εἰς ˉμˉεˉνˉοˉς ἔχοντα τὴν μετοχήν, μήτε εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλι νομένην, εἰς ˉμˉι ἔχουσι τὸ εὐκτικόν, οἷον τύπτων τύπτοντος τύπτοιμι, βοῶν βοῶντος βοῷμι, τετυφώς τετυφότος τετύφοιμι· τοῦτο γὰρ <εἰ καὶ> ἔχει τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, ἀλλ' οὐκ ἔχει αὐτὴν διὰ τοῦ ˉνˉτ κλινομένην, ἵνα ποιήσωμεν εἰς ˉηˉν τὸ εὐκτικόν. ∆εῖ δὲ γι νώσκειν, ὅτι πολλάκις εὑρίσκομεν εἰς ˉηˉν καθαρὸν εὐκτικά, μὴ οὔσης τῆς μετοχῆς εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένης, οἷον περιπατοίην, περιπατῶν γὰρ περιπατοῦντος ἐστὶν ἡ μετοχὴ διὰ τοῦ ˉνˉτ κλινομένη, μὴ οὔσης τῆς μετοχῆς, ἤγουν τῆς εὐθείας, εἰς ˉς μετ' ὀξείας τάσεως. Τοῦτο δὲ ὁ μὲν Ἀπολλώνιος σχηματίζων οὕτω λέγει, ὅτι ἐστὶ περιπατοῖμι περιπατοῖς περιπατοῖ, καὶ ἀττικῶς γίνεται περιπατοίη κατὰ πλεονασμὸν τοῦ ˉη· καὶ ἐπειδὴ πᾶν τρίτον πρόσωπον εἰς ˉη κατα λῆγον προσθέσει τοῦ ˉς ποιεῖ τὸ δεύτερον πρόσωπον, καὶ τροπῇ τοῦ ˉς εἰς ˉν ποιεῖ τὸ πρῶτον, οἷον ἐτύφθη ἐτύφθης ἐτύφθην, ἐδάρη ἐδάρης ἐδάρην, ἐνύγη ἐνύγης