δὲ προ δότις οὐκ ἤμην, τέκνον· πρόσκειται τὸ ἐπὶ τοῦ ὑπῆρχον, ἐπειδή ἐστιν ἥμην καὶ ἐπὶ τοῦ ἐκαθεζόμην, ἀπὸ τοῦ ἧμαι τοῦ σημαίνοντος τὸ κάθημαι γεγονός· ἰστέον δὲ ὅτι τὸ ἤμην, ὅτε μὲν σημαίνει τὸ ὑπῆρχον, ψιλοῦται, ὅτε δὲ σημαίνει τὸ ἐκαθεζόμην, δασύνεται. Ἐτίθεσο, ἐτίθετο. Ἰστέον ὅτι τὸ μὲν δεύτερον πρόσωπον ἀπὸ τοῦ τρίτου γέγονε τροπῇ τοῦ ˉτ εἰς ˉς, ἡ γὰρ ἐνεργητικὴ μετοχὴ εἰς ˉς μετ' ὀξείας τάσεως, οἷον τιθείς· τὸ δὲ τρίτον ἀπὸ τοῦ πρώτου γέγονε τροπῇ τῆς ˉμˉηˉν εἰς ˉτˉο. Τούτων δὲ οὕτως ἐχόντων τὸ ἐφάμην τύπον μὲν ἔχει παθητικόν, σημασίαν δὲ ἐνεργητικήν, τὸ γὰρ εἶπον σημαίνει· τὸ δεύτερον πρόσωπον ἀναλόγως ἔχει ἔφασο, τροπῇ τοῦ ˉτ τοῦ ἐν τῷ τρίτῳ προσώπῳ εἰς ˉς, ἐπειδὴ ἡ ἐνεργητικὴ μετοχὴ ὁ φάς ἐστὶν εἰς ˉς μετ' ὀξείας τάσεως· τοῦτο δὲ τὸ ἔφασο γίνεται κατὰ ἀποβολὴν τοῦ ˉς ἰωνικῶς ἔφαο, ἐξ οὗ καὶ τὸ προστακτικὸν φάο, <οἷον> <π 168> ἔπος φάο μηδ' ἐπίκευθε· πάλιν ἐστὶν ἐκρεμάμην ἐκρέματο, καὶ κατὰ τροπὴν τοῦ ˉτ εἰς τὸ ˉς γίνεται τὸ δεύτερον πρόσωπον ἐκρέμασο, ἐπειδὴ ἡ ἐνεργητικὴ μετοχὴ ὁ κρεμάς ἐστὶν εἰς ˉς μετ' ὀξείας τάσεως, ὥσπερ ὁ ἱστάς· εἰ γὰρ καὶ μὴ εὕρηται ἐν χρήσει, ἀλλ' οὖν δευτέρας ἐστὶ συζυ γίας τῶν εἰς ˉμˉι, οἷον κρεμῶ κρεμᾷς κρέμημι, ὥσπερ ἱστῶ ἱστᾷς ἵστημι, καὶ κρέμαμαι καὶ ἐκρεμάμην· καὶ λοιπὸν τὸ ἐκρέμασο γίνεται κατὰ ἀπο 353 βολὴν τοῦ ˉς ἰωνικῶς ἐκρέμαο, καὶ κατὰ κρᾶσιν Ἀττικὴν τοῦ ˉα καὶ ˉο εἰς ˉω ἐκρέμω, <οἷον> <Ο 18> ἦ οὐ μέμνῃ ὅτε τ' ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν. Μηδεὶς δὲ οἰέσθω τὸ ἐκρέμω ὡς ἀπὸ τῶν εἰς ˉω εἶναι, ὡς ἀπὸ τοῦ κρεμῶ κρεμᾷς, ἐπειδὴ κρεμῶμαι καὶ ἐκρεμώμην εἶχεν εἶναι τὸ παθητικόν, ὥσπερ βοῶμαι ἐβοώμην, νῦν δὲ κρέμαμαι καὶ ἐκρεμάμην ἐστίν, ὥσπερ ἵσταμαι ἱστάμην· ἄλλως τε <δὲ> εἰ ἦν ἀπὸ τοῦ εἰς ˉω, ἐκρεμῶ εἶχεν εἶναι περισπωμένως, ὥσπερ ἐβοῶ, νῦν δὲ ἐκρέμω ἐστὶ παροξυτόνως. Ἐτιθέμεθον, ἐτίθεσθον, ἐτιθέσθην. Ἰστέον ὅτι τὸ τρίτον τῶν δυϊκῶν οὐχ ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν οὔτε εἰς ˉσˉι λήγει οὔτε εἰς ˉτˉαˉι, ἐτίθεντο γάρ ἐστιν· γέγονε δὲ τὸ τρίτον τῶν δυϊκῶν ἀπὸ τοῦ ἰδίου δευτέρου τροπῇ τοῦ ˉο εἰς ˉη. Ἐτιθέμεθα, ἐτίθεσθε, ἐτίθεντο· εἴρηται. Παρακειμένου.Τέθειμαι. Ἐνταῦθα περὶ τοῦ παθητικοῦ παρακειμένου τῶν εἰς ˉμˉι διαλαμβάνει καὶ λέγει, ὅτι πᾶς ἐνεργητικὸς παρακείμενος ἐπὶ τῶν εἰς ˉμˉι τρέπων τὴν τελευταίαν συλλαβὴν εἰς ˉμˉαˉι καὶ τὴν παραλήγουσαν συστέλλων παθητικὸς <παρακείμενος> γίνεται, οἷον δέδωκα δέδομαι, πέπωκα πέπομαι (ἐξ οὗ τὸ ἐπόθην καὶ κατεπόθην), βέβηκα βέβαμαι (ἐξ οὗ τὸ ἐβάθην καὶ παρεβάθην), ἕστηκα ὅσον κατὰ τὴν ἀναλογίαν ἀπὸ τοῦ ἵστημι στήσω, καὶ ἕσταμαι ὁ παθητικὸς παρακείμενος· πρόσκειται ὅσον κατὰ τὴν ἀναλογίαν, ἐπειδὴ ἕστακα ἐστὶν ὁ ἐνεργητικὸς παρα κείμενος τοῦ ἵστημι πρὸς ἀντιδιαστολὴν τοῦ ἕστηκα μέσου παρακειμένου τοῦ ὄντος ἀπὸ τοῦ ἑστήκω ἐνεστῶτος, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται· τέθηκα τέθεμαι καὶ κατὰ πλεονασμὸν τοῦ ˉι τέθειμαι διὰ τῆς ˉεˉι διφθόγ γου· οὐ γὰρ δυνάμεθα τὸ τέθειμαι Βοιωτικὸν λέγειν, ὥσπερ τὸ ἐνεργη τικὸν τὸ τέθεικα τὸ διὰ τῆς ˉεˉι διφθόγγου, ἐπειδὴ τὸ μὲν τέθεικα ἐνεργητικὸν τὸ διὰ τῆς ˉεˉι διφθόγγου ἀπὸ τοῦ τέθηκα κοινοῦ γέγονε τοῦ διὰ τοῦ ˉη, κατὰ τροπὴν Βοιωτικὴν τοῦ ˉη εἰς τὴν ˉεˉι δίφθογγον, ὥσπερ Λάχης Λάχεις, τὸ δὲ παθητικὸν οὐκ ἔστι τέθημαι διὰ τοῦ ˉη, ἵνα τὸ τέθειμαι τὸ διὰ τῆς ˉεˉι διφθόγγου Βοιωτικὸν εἴπωμεν κατὰ τροπὴν τοῦ ˉη εἰς τὴν ˉεˉι δίφθογγον. Τέθεισαι, τέθειται· τεθείμεθον, τέθεισθον, τέθεισθον· τεθείμεθα, τέθεισθε, τέθεινται. Ὑπερσυντελίκου.Ἐτεθείμην.
Ἰστέον ὅτι ἀπὸ τοῦ τέθειμαι παρακειμένου γέγονεν ἐτεθείμην ὁ ὑπερσυντέλικος τροπῇ τῆς ˉμˉαˉι εἰς ˉμˉηˉν, καὶ τῆς ἀρχούσης 354 συλλαβικῶς μεγεθυνθείσης· πῶς δὲ κανονίζεται ὁ ὑπερσυντέλικος, ἐν τοῖς εἰς ˉω μεμαθήκαμεν. Ἐτέθεισο, ἐτέθειτο· ἐτεθείμεθον, ἐτέ θεισθον, ἐτεθείσθην· ἐτεθείμεθα, ἐτέθεισθε, ἐτέθειντο. Ἀορίστου πρώτου παθητικοῦ.Ἐτέθην. Ἰστέον ὅτι ἀπὸ τοῦ τέθεμαι παρακειμένουὁ γὰρ τέθειμαι κατὰ πλεονασμὸν ἔχει τὸ ˉιγέγονεν ὁ παθητικὸς