τὸν τρόπον· ὥσπερ ἀπὸ τοῦ φεύγω γέγονεν ἔφυγον καὶ ἀπὸ τοῦ τεύχω ἔτυχον, οὕτω καὶ ἀπὸ τοῦ ἐλεύθω γέγονεν ἤλυθον καὶ κατὰ συγκοπὴν ἦλθον· ὡσαύτως δὲ καὶ τὸ εἶπον, ὡς ἀπὸ τοῦ ἔπω γενόμενον, λόγῳ ἀρχούσης ἔσχε τὴν μακράν· τὸ γὰρ ˉε μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ ˉι μεγεθύνεται, οἷον ἔχω εἶχον, ἕλκω εἷλκον, ἢ τρέπεται εἰς ˉη, οἷον ἑρμηνεύω ἡρμήνευον, ἐλαύνω ἤλαυνον· οὐ δυνάμεθα δὲ λέγειν, ὅτι ἐν τῷ εἶπον δευτέρῳ ἀορίστῳ λόγῳ παραληγούσης προσῆλθε τὸ ˉι, ἐπειδή, ὡς εἰρήκαμεν, ἡνίκα ᾖ ἀπὸ βαρυτόνων θεμάτων ὁ δεύτερος ἀόριστος, βραχείᾳ θέλει παραλήγεσθαι, οἷον ἔτυπον ἔνυγον ἔλαβον ἔμαθον. Ἀλλ' ἴσως ἔχεις εἰπεῖν, ὅτι εἰ ἄρα λόγῳ ἀρχούσης προσῆλθε τὸ ˉι ἐν τῷ εἶπον δευτέρῳ ἀορίστῳ, διατί μὴ ἀπέβαλεν αὐτὸ καὶ ἐν ταῖς μετοχαῖς καὶ ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, εἴ γε λόγος ἐστὶν ὁ λέγων, ὅτι τὰ λόγῳ ἀρχούσης χρονικῶς ἢ συλλα βικῶς προσερχόμενα τῷ παρατατικῷ καὶ τοῖς ἀορίστοις ἀποβάλλονται καὶ ἐν ταῖς μετοχαῖς καὶ ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, <οἷον> ἔτυπτον τύπτων τύπτειν τύπτε τύπτοιμι ἐὰν τύπτω, ᾔτουν αἰτῶν αἰτεῖν αἴτει αἰτοῖμι ἐὰν αἰτῶ, ἔτυψα τύψας τύψαι τύψον τύψαιμι ἐὰν τύψω, ἠλέησα ἐλεήσας ἐλεῆσαι ἐλέησον ἐλεήσαιμι ἐὰν ἐλεήσω, ἔλαβον λαβών λαβεῖν λάβοιμι λαβέ ἐὰν λάβω, ἦλθον ἐλθών ἐλθεῖν ἔλθοιμι ἐλθέ ἐὰν ἔλθω· πρόσκειται [καὶ] τῷ παρατατικῷ καὶ τοῖς ἀορίστοις διὰ τὸν παρα κείμενον· οὗτος γὰρ οὐδαμῶς ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς αὐτὴν ἀποβάλλει οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, <οἷον> τέτυφα τετυφώς τετυφέναι τετύφοιμι τέτυφε σύ ἐὰν τετύφω, ἠλέηκα ἠλεηκώς ἠλεηκέναι ἠλεήκοιμι ἠλέηκε σύ ἐὰν ἠλεήκω· εἰ ἄρα οὖν τὸ εἶπον λόγῳ ἀρχούσης προσέλαβε τὸ ˉι, πῶς οὐκ ἀποβάλλει αὐτὸ οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλί σεσιν; εἰπών γὰρ καὶ εἰπεῖν καὶ εἴποιμι καὶ εἰπέ καὶ ἐὰν εἴπω. Καὶ λέγουσί τινες, ὅτι διὰ τοῦτο ἡ εἰπών μετοχὴ οὐκ ἀποβάλλει τὸ ˉι καὶ 139 γίνεται ἐπών, ἵνα μὴ συνεμπέσῃ τῇ ἐπών μετοχῇ τῇ σημαινούσῃ τὸ ὑπάρχων· ἔστι γὰρ ὤν, καὶ ἐν συνθέσει γίνεται ἐπών, ὥς περ συνών καὶ παρών.
Κρεῖττον δέ ἐστιν εἰπεῖν τὴν αἰτίαν, ἥν φησιν ὁ Φιλόπονος, ὅτι διὰ τοῦτο οὐκ ἀποβάλλεται τὸ ˉι οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσι τοῦ εἶπον, ἐπειδὴ λόγος ἐστὶν ὁ λέγων, <ὅτι> πᾶς δεύτερος ἀόριστος, συναρχόμενος τῷ πρώτῳ ἀορίστῳ ἐν τῇ ὁριστικῇ ἐγκλίσει, συνάρχεται καὶ ἐν ταῖς μετοχαῖς καὶ ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον ἔτυψα ἔτυπον, τύψαι τυπεῖν, τύψαιμι τύποιμι, τύψον τύπε, ἐὰν τύψω ἐὰν τύπω, τύψας τυπών, ὠλίσθησα ὤλισθον, ὀλισθῆσαι ὀλισθεῖν, ὀλισθήσαιμι ὀλίσθοιμι, ὀλίσθησον ὄλισθε, ἐὰν ὀλισθήσω ἐὰν ὀλίσθω, ὀλισθήσας ὀλισθών· εἰ ἄρα οὖν ὁ εἶπον δεύτερος ἀόριστος συνάρχεται ἐν τῇ ὁριστικῇ ἐγκλίσει τῷ εἶπα πρώτῳ ἀορίστῳ, ὁ δὲ εἶπα πρῶτος ἀόριστος οὐκ ἀποβάλλει τὸ ˉι οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον εἴπας,<Callim. ep. 25 Sch>εἴπας ἥλιε χαῖρε, ἀντὶ τοῦ εἰπών, εἶπαι εἴπαιμι εἶπον, ὡς παρὰ Μενάνδρῳ<fragm. 891 Κ> εἶπον δὲ τί ποιεῖν μέλλετε, ἀντὶ τοῦ εἰπέ, ἐὰν εἴπω, εἰκότως οὐδὲ ὁ εἶπον δεύτερος ἀόριστος ἀποβάλλει τὸ ˉι οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, ἵνα συνάρξηται τῷ πρώτῳ ἀορίστῳ καὶ ἐν ταῖς μετοχαῖς καὶ ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, ὥσπερ καὶ ἐν τῇ ὁριστικῇ ἐγκλίσει συνάρχεται αὐτῷ. Ὁ δὲ εἶπα πρῶτος ἀόριστος διὰ τοῦτο οὐκ ἀποβάλλει τὸ ˉι οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, ἐπειδή, ὡς ἐμάθομεν ἐν τῇ περὶ τοῦ πρώτου ἀορίστου διδα σκαλίᾳ, προσέλαβε τὸ ˉι οὐ λόγῳ ἀρχούσης ἀλλὰ παραληγούσης· τὰ δὲ λόγῳ παραληγούσης προσερχόμενα οὐκ ἀποβάλλονται οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον κερῶ ἔκειρα κείρας κεῖραι κείραιμι κεῖρον ἐὰν κείρω· ἐνταῦθα <γὰρ> τὸ ˉι λόγῳ παραλη γούσης προσῆλθε καὶ οὐκ ἀπεβλήθη οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ εἶδον γενόμενον ἀπὸ τοῦ εἴδω λόγῳ ἀρχούσης διὰ τῆς ˉεˉι διφθόγγου γράφεται, οἷον <κ 194> εἶδον γὰρ σκοπιὴν ἐς