ποιητῇ <δ 433> ἤϊα πολλὰ θεοὺς γουνούμενος, ἀντὶ τοῦ ἐπορευόμην, ἐξ οὗ ὁ ὑπερσυντέλικος ᾔειν διὰ τοῦ ˉη καὶ ˉι κατὰ τὴν ἄρχουσαν, καὶ ἐν συνθέσει παρῄειν καὶ ἐξῄειν <καὶ ἀπῄειν>, ὡς παρὰ Μενάνδρῳ <fragm. 870 K> ἀπῄειν τῶν τόκων τόκους ἔχων. Τούτου οὖν χάριν ἐν τοῖς εἰς ˉμˉι οὐκ ἔστι μέσος παρακείμενος· μέσου δὲ παρακει μένου μὴ ὄντος, εἰκότως οὔτε μέσος ὑπερσυντέλικος ἔστιν, ἐπειδὴ ἐκ τοῦ μέσου παρακειμένου κανονίζεται ὁ μέσος ὑπερσυντέλικος. Τέθεικας, τέθεικε· τεθείκατον, τεθείκατον· τεθείκαμεν, τεθείκατε, τεθείκασιν· εἴρηται. Ὑπερσυντελίκου.Ἐτεθείκειν. Ἰστέον ὅτι ἀπὸ τοῦ τέθεικα παρακειμένου γέγονεν ἐτεθείκειν ὁ ὑπερσυντέλικος τροπῇ τοῦ ˉα εἰς ˉεˉιˉν, καὶ τῆς ἀρχούσης συλλαβικῶς μεγεθυνθείσης, ὥσπερ ἐπὶ τοῦ πεποίηκα ἐπεποιήκειν· πῶς δὲ κανονίζεται ὁ ὑπερσυντέλικος, ἐν τοῖς εἰς ˉω μεμαθήκαμεν· πρό δηλος δὲ ἡ κλίσις. Ἀορίστου πρώτου.Ἔθηκα. Ἰστέον ὅτι ἀπὸ τοῦ θήσω μέλλοντος ἔθησα ὤφειλεν εἶναι ὁ πρῶτος ἀόριστος, ὥσπερ καὶ ἀπὸ τοῦ ποιήσω ἐποίησα· ἀλλ' εἴρηται ἐν τοῖς εἰς ˉω, ὅτι σεσημείωνται τρία τινά, τὸ δώσω ἔδωκα καὶ θήσω ἔθηκα καὶ ἥσω ἧκα (σημαίνει δὲ τὸ ἔπεμψα καὶ ἀπέλυσα), ὅπερ ἐν συνθέσει γίνεται ἀφῆκα, καὶ ἐπὶ τῶν εἰς ˉω δύο τινά, φημὶ δὴ τὸ εἶπα καὶ ἤνεγκα· τούτων γὰρ ὁ μέλλων διὰ διπλοῦ ἐστιν, οἷον ἔψω καὶ ἐνέγξω. Ἔθηκας, ἔθηκεν· ἐθήκατον, ἐθηκάτην· ἐθήκαμεν, ἐθή κατε, ἔθηκαν. Ἰστέον ὅτι κατὰ συνεκδρομὴν τῶν ἄλλων γέγονεν ἔθηκαν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν, ὥσπερ ἔτυψαν· οὐ δυνά μεθα γὰρ ἐνταῦθα λέγειν, ὅτι πρὸς τὴν παραλήγουσαν τῆς γενικῆς τῆς μετοχῆς γέγονεν, ἐπειδὴ τοῦτο οὐκ ἔχει μετοχήν, ὥσπερ οὔτε τὸ ἔδωκα οὔτε τὸ ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα καὶ ἀπέλυσα)· καὶ τὴν αἰτίαν ἐν τοῖς εἰς ˉω μεμαθήκαμεν. Ἀορίστου δευτέρου.Ἔθην. Ἰστέον ὅτι πᾶς μέλλων ἀπὸ τῶν εἰς ˉμˉι, τρέπων τὴν ˉσˉω εἰς ˉν καὶ τὴν ἄρχουσαν ἐκτείνων χρονικῶς ἢ συλλαβικῶς, τὸν δεύτερον 345 ἀόριστον ποιεῖ, οἷον θήσω ἔθην, βήσω ἔβην, φήσω ἔφην, δώσω ἔδων, γνώσω ἔγνων, βιώσω ἐβίων, ἥσω ἧν (σημαίνει δὲ τὸ ἔπεμψα καὶ ἀπέ λυσα), φύσω ἔφυν, δύσω ἔδυν, κλῦμι κλύσω ἔκλυν (ἐξ οὗ τὸ προστακτι κὸν κλῦθι), ἅλωμι ἁλώσω ἥλων καὶ κατὰ διάλυσιν τοῦ ˉη εἰς ˉε καὶ ˉα ἑάλων (σημαίνει δὲ τὸ ἐλήφθην καὶ ἐκρατήθην) καὶ ἑάλω τὸ τρίτον ἀπὸ τοῦ ἥλω, ὥσπερ καὶ ἀπὸ τοῦ ἤγη γίνεται ἐάγη κατὰ διάλυσιν τοῦ ˉη εἰς ˉε καὶ ˉα (σημαίνει δὲ τὸ ἐκλάσθη)· ἐπὶ δὲ τοῦ δευτέρου ἀορίστου τοῦ παθητικοῦ σχηματίζεται τοῦτον τὸν τρόπον· ἔστιν ἄσσω, ὃ σημαίνει τὸ κλῶ, τούτου ὁ μέλλων ἄξω, <ὁ ἀόριστος ἦξα>, ἐξ οὗ τὸ προστακτι κὸν ἆξον, οἷον <Ζ 306> ἆξον δὴ ἔγχος ∆ιομήδεος, εἶτα ὁ δεύ τερος ἀόριστος ὁ ἐνεργητικὸς ἦγον, καὶ ὁ παθητικὸς ἤγην ἤγης ἤγη, ὥσπερ νύσσω νύξω ἔνυξα ἔνυγον ἐνύγην ἐνύγης ἐνύγη, καὶ λοιπὸν κατὰ διάλυσιν τοῦ ˉη εἰς ˉε καὶ ˉα ἐάγη· πάλιν ἵστημι στήσω καὶ ὁ δεύ τερος ἀόριστος ὁ ἐνεργητικὸς ἔστην· οὗτος ἐνεργητικὴν μὲν ἔχει φωνήν, παθητικὴν δὲ σημασίαν καὶ σύνταξιν· οὔτε γὰρ λέγομεν ἔστην σε, ἀλλ' ἔστην ὑπὸ σοῦ, ὥσπερ ἐστάθην ὑπὸ σοῦ. Ταῦτα μὲν ἐν τούτοις.
Ἰστέον δὲ ὅτι ὁ δεύτερος ἀόριστος ὁ ἐνεργητικὸς ἐν τοῖς εἰς ˉμˉι οὐ συστέλλει τὴν παραλήγουσαν αὐτοῦ ἐν τοῖς πληθυντικοῖς, οἷον ἔστην ἔστημεν, ἐβίων ἐβίωμεν, ἥλων ἥλωμεν, ἔφην ἔφημεν· τὸ γὰρ ἔφαμεν παρατατικοῦ ἐστιν, ὁ γὰρ παρατατικὸς ἐπὶ τῶν εἰς ˉμˉι συστέλλει τὴν παραλήγουσαν αὐτοῦ ἐν τοῖς πληθυντικοῖς πρὸς ἀναλογίαν τοῦ ἐνε στῶτος, ὡς προείρηται. Σεσημείωται τὸ ἔδων ἔδομεν καὶ ἔθην ἔθεμεν καὶ ἧν ἕμεν (σημαίνει δὲ τὸ ἐπέμψαμεν καὶ ἀπελύσαμεν), ὅπερ ἐν συν θέσει γίνεται προέμεν, ὡς τὸ <κ 155> προέμεν τε πυθέσθαι, ἀντὶ τοῦ προεπέμψαμεν· ταῦτα δὲ ἐσημειωσάμεθα, ὅτι δευτέρου ἀορίστου ὄντα συνέστειλαν τὴν παραλήγουσαν ἐν τοῖς πληθυντικοῖς. Καὶ μήποτε ἔστιν ἀπολογήσασθαι καὶ εἰπεῖν περὶ αὐτῶν, ὅτι ἐπειδὴ οὐχ εὕρηνται τὰ ἑνικὰ αὐτῶν ἐν χρήσει, λέγω δὴ ὁ ἔθην καὶ ὁ ἔδων καὶ ὁ ἧν δεύ τερος ἀόριστος, τούτου χάριν τὰ πληθυντικὰ αὐτῶν ὡς