τρίτῳ προσώπῳ τῶν πληθυντικῶν τοῦ 122 παρατατικοῦ. Πρόσκειται ἐν τῷ κανόνι ἀπὸ τῶν εἰς ˉν φύσει μακρο καταλήκτων διὰ τὸ ἐποίουν καὶ ἐβόων καὶ ἐχρύσουν· ταῦτα γὰρ εἰς ˉν λήγουσι μετὰ μακρᾶς, καὶ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν εἰς ˉμˉεˉν ἔχουσιν, οἷον ἐποιοῦμεν ἐβοῶμεν ἐχρυσοῦμεν, καὶ ὅμως οὐ ποιοῦσιν εἰς ˉσˉαˉν τὸ τρίτον τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέγομεν ἐποιοῦσαν καὶ ἐβοῶσαν καὶ ἐχρυσοῦσαν, ἀλλ' ἐποίουν καὶ ἐβόων καὶ ἐχρύσουν, ἐπειδὴ οὐκ ἔστιν ἐπ' αὐτῶν ἡ μακρὰ ἡ ἐν τῷ πρώτῳ προσώπῳ τῶν ἑνικῶν φύσει· ἀπὸ γὰρ συναιρέσεως ταῦτα τὰ μακρὰ ἔχουσιν, ἀπὸ γὰρ τοῦ ἐποίεον γέγονεν ἐποίουν, καὶ ἀπὸ τοῦ ἐβόαον γέγονεν ἐβόων, καὶ ἀπὸ τοῦ ἐχρύσοον γέγονεν ἐχρύσουν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐτετύφεσαν λέγουσιν οἱ Ἴωνες χωρὶς τοῦ ˉι κατὰ τὴν παραλήγουσαν καὶ ἐγεγράφεσαν, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως, οἷστισι καὶ οἱ Ἀττικοὶ πολλάκις ἀκολουθοῦσιν, ἐπεποιήκεσαν λέγοντες· ὁ δὲ κανὼν ταῦτα πάντα μετὰ τοῦ ˉι ἀπαιτεῖ, οἷον <ἐτετύφεισαν> ἐπεποι ήκεισαν ἐγεγράφεισαν διὰ τῆς ˉεˉι διφθόγγου, ἐπειδὴ ἐτετύφειμεν καὶ ἐπεποιήκειμεν καὶ ἐγεγράφειμεν διὰ τῆς ˉεˉι διφθόγγου, τροπῇ δὲ τῆς ˉμˉεˉν εἰς ˉσˉαˉν γίνονται. Μέσος ὑπερσυντέλικος.Ἐτετύπειν. Ὅσα ἔδει ῥηθῆναι καὶ ἐπὶ τοῦ μέσου ὑπερσυντελίκου, ἐλέχθη ἐν τῇ διδασκαλίᾳ τοῦ ἐνεργητικοῦ ὑπερσυντελίκου. Ἐτε τύπεις, ἐτετύπει. ∆υϊκά· ἐτετύπειτον, ἐτετυπείτην. Πληθυν τικά· ἐτετύπειμεν, ἐτετύπειτε, ἐτετύπεισαν. Ἀόριστος πρῶτος.Ἔτυψα. Ἐνταῦθα περὶ τοῦ πρώτου ἀορίστου διαλαμβάνει καὶ λέγει, ὅτι πᾶς μέλλων, δηλονότι πρῶτος, τρέπων τὸ τελευταῖον ˉω εἰς ˉα καὶ τὴν ἄρχουσαν ἐκτείνων χρονικῶς ἢ συλλαβικῶς πρῶτος ἀόριστος γίνεται, οἷον ποιήσω ἐποίησα, τύψω ἔτυψα, γράψω ἔγραψα, ἐλεήσω ἠλέησα, ὀρθώσω ὤρθωσα, λέξω ἔλεξα, χρυ σώσω ἐχρύσωσα· καὶ εἰ μὲν ἀπὸ συμφώνου ἄρχεται ὁ μέλλων, προσόδῳ τοῦ ˉε αὔξεται ἡ ἄρχουσα τοῦ πρώτου ἀορίστου, οἷον τύψω ἔτυψα, γράψω ἔγραψα, νοήσω ἐνόησα, τῶν ἀπὸ τοῦ ˉρ ἀρχομένων καὶ πάντως ἕτερον ˉρ προσλαμβανόντων κατὰ τὸν ἀόριστον, οἷον ῥάψω ἔρραψα, ῥίψω ἔρριψα, ῥυπώσω ἐρρύπωσα, ῥαπίσω ἐρράπισα, ῥεύσω ἔρρευσα· εἰ δὲ ἀπὸ φωνήεντος ἄρχεται ὁ μέλλων, χρονικῶς μεγεθύνεται ὁ πρῶτος ἀόριστος, οἷον ἐρωτήσω ἠρώτησα, ἐλεήσω ἠλέησα, ἅψω ἧψα, ἀγοράσω ἠγόρασα, ἀριστήσω ἠρίστησα, ἑρμηνεύσω ἡρμήνευσα, ὀρθώσω ὤρθωσα, ὀμόσω ὤμοσα, ὁπλίσω ὥπλισα, αἰτήσω ᾔτησα, οἰκήσω ᾤκησα, 123 οἰκονομήσω ᾠκονόμησα, οἰκοδομήσω ᾠκοδόμησα, αὐλίσω ηὔλισα, αὐχήσω ηὔχησα, αὐτομολήσω ηὐτομόλησα· καὶ ἔστιν ἐν συντόμῳ εἰπεῖν, ὥσπερ ὁ παρατατικὸς ἐκανονίσθη ἐκ τοῦ ἐνεστῶτος κατὰ τὴν ἄρχουσαν, οὕτω καὶ ὁ πρῶτος ἀόριστος κανονίζεται ἐκ τοῦ μέλλοντος κατὰ τὴν ἄρχουσαν. Περὶ δὲ τῆς παραληγούσης τοῦ πρώτου ἀορίστου ἔστιν εἰπεῖν, <ὅτι> παραλήγουσαν τὴν αὐτὴν ἔχει τῷ μέλλοντι ὁ πρῶτος ἀόριστος, οἷον κόψω ἔκοψα, γράψω ἔγραψα, ποιήσω ἐποίησα, νοήσω ἐνόησα, λαλήσω ἐλάλησα, τελέσω ἐτέλεσα, πλεύσω ἔπλευσα· τὸ γὰρ ἅψω ἧψα καὶ ἄξω ἦξα καὶ ἄρξω ἦρξα λόγῳ ἀρχούσης ἐγένετο καὶ οὐ λόγῳ παραληγού σης· ἐπειδὴ γὰρ ταῦτα δισύλλαβά εἰσιν καὶ τὴν αὐτὴν ἔχουσιν ἄρχουσαν καὶ παραλήγουσαν, τῷ λόγῳ οὖν τῆς ἀρχούσης ἔτρεψαν τὰ φωνήεντα ἐν τῷ πρώτῳ ἀορίστῳ, καὶ οὐ τῷ λόγῳ τῆς παραληγούσης ἐφύλαξαν αὐτά.
∆εῖ προσθεῖναι χωρὶς εἰ μὴ περισπῷτο ὁ μέλλων, ὡς ἐπὶ τῆς πέμπτης συζυγίας τῶν βαρυτόνων, τουτέστι τῆς δι' ἀμεταβόλων ἐκφερο μένης· τότε γὰρ τὴν παραλήγουσαν αὐτοῦ ἐκτείνει ὁ πρῶτος ἀόριστος, τουτέστι φύσει μακρὰν αὐτὴν ποιεῖ, οἷον κερῶ ἔκειρα, φθερῶ ἔφθειρα, στελῶ ἔστειλα, σπερῶ ἔσπειρα, δερῶ ἔδειρα, κτενῶ ἔκτεινα, νεμῶ ἔνειμα, δεμῶ ἔδειμα (τὸ οἰκοδομῶ), ἀγγελῶ ἤγγειλα, τιλῶ ἔτιλα, ποικιλῶ ἐποίκιλα, ῥανῶ ἔρρανα, μιανῶ ἐμίανα, σημανῶ ἐσήμανα, χλιανῶ ἐχλίανα, λιανῶ ἐλίανα, θερμανῶ ἐθέρμανα, μολυνῶ ἐμόλυνα, ἀμβλυνῶ ἤμβλυνα· ἰδοὺ γὰρ ταῦτα ἐν μὲν τῷ μέλλοντι βραχὺ ἔχουσι τὸ δίχρονον, ἐν δὲ τῷ πρώτῳ