μεταβάλλονται κατὰ τὸν παθη τικὸν πρῶτον ἀόριστον εἰς ἐκεῖνα τὰ δασέα, ἐξ ὧν καὶ μεταβέβληνται, οἷον τὸ μὲν ˉμ εἰς τὸ ˉφ, ἐξ αὐτοῦ γὰρ καὶ γέγονε, τὸ δὲ ˉγ εἰς τὸ ˉχ, ἐξ αὐτοῦ γὰρ καὶ γέγονεν, οἷον τέτυμμαι ἐτύφθην, ἀπὸ γὰρ τοῦ τέτυφα γέγονε, γέγραμμαι ἐγράφθην, ἀπὸ γὰρ τοῦ γέγραφα γέγονε, λέλεγμαι ἐλέχθην, ἀπὸ γὰρ τοῦ λέλεχα γέγονε, νένυγμαι ἐνύχθην, ἀπὸ γὰρ τοῦ νένυχα γέγονε, πέπληγμαι ἐπλήχθην, ἀπὸ γὰρ τοῦ πέπληχα γέγονεν. Μηδεὶς δὲ οἰέσθω [τὸ μεμίαμμαι καὶ τὸ μεμόλυμμαι] ἐν τῷ ἐμιάνθην καὶ ἐμολύνθην παθητικῷ πρώτῳ ἀορίστῳ τὸ ˉμ εἰς τὸ ˉν τραπῆναι· τὸ γὰρ ˉν τοῦτο θεματικόν ἐστιν· μιαίνω γὰρ καὶ μολύνω ἐστὶ τὸ θέμα διὰ τοῦ ν, ὅπερ ˉν πῇ μὲν εἰς τὸ ˉγ τρέπεται, ὡς ἐν τῷ μεμίαγκα καὶ μεμό λυγκα ἐνεργητικῷ παρακειμένῳ διὰ τὴν ἐπιφορὰν τοῦ ˉκ, πῇ δὲ εἰς τὸ ˉμ, ὡς ἐν τῷ μεμίαμμαι καὶ μεμόλυμμαι παθητικῷ παρακειμένῳ διὰ τὴν ἐπιφορὰν τοῦ ˉμ· ἐν δὲ τῷ ἐμιάνθην καὶ ἐμολύνθην παθητικῷ πρώτῳ ἀορίστῳ ἐπειδὴ οὐκ ἐπιφέρεται σύμφωνον τὸ ὀφεῖλον τρέψαι αὐτό, τούτου χάριν ἐφυλάχθη τὸ ˉν· τὸ γὰρ ˉθ ἐπιφέρεται, τὸ δὲ ˉν ἐπιφερομένου τοῦ ˉδ ἢ ˉθ ἢ ˉτ φυλάττεται, οἷον ἔνδον ἐνθεῖναι σύνθεσις ἔντευξις ἐντυχεῖν. Ταῦτα μὲν ἐν τούτοις.
Περὶ δὲ τῆς παραληγούσης τοῦ παθητικοῦ πρώτου ἀορίστου ἔστιν 2 εἰπεῖν, ὅτι παραλήγουσαν τὴν αὐτὴν ἔχει ὁ πρῶτος ἀόριστος ὁ παθη τικὸς ἣν ἔχει καὶ ὁ παθητικὸς παρακείμενος, οἷον πεποίημαι ἐποιήθην, νενόημαι ἐνοήθην, ἔσταλμαι ἐστάλθην, κεχρύσωμαι ἐχρυσώθην, ὤρθωμαι ὠρθώθην, πέπεισμαι ἐπείσθην, νένησμαι ἐνήσθην, δέδομαι ἐδόθην, πλὴν τοῦ εὕρημαι εὑρέθην· τούτου γὰρ διὰ τοῦ ˉε γέγονε κατὰ <τὸν> παθη τικὸν <ἀόριστον> ἡ παραλήγουσα, τοῦ παθητικοῦ παρακειμένου τὸ ˉη ἔχοντος κατὰ τὴν παραλήγουσαν, ὅθεν καὶ τὸ ὄνομα τὸ ῥηματικὸν τὸ εὑρετής διὰ τοῦ ˉε ἐστίν, ὅπερ καὶ κατὰ τὸν τόνον ἡμάρτηται ὀξυνό μενον, περὶ οὗ ἐν τῷ Ὀνοματικῷ Ἡρωδιανοῦ, εἰ θεῷ φίλον, μαθησόμεθα. Ἔτι δεῖ προσθεῖναι καὶ χωρὶς τοῦ σέσωσμαι ἐσώθην ἀπο βάλλοντος τὸ ˉς, καὶ τοῦ ἐπῄνημαι ἐπῃνέθην· καὶ τοῦτο γὰρ συστέλλει τὴν παραλήγουσαν κατὰ τὸν παθητικὸν ἀόριστον· καὶ χωρὶς τῶν παρὰ τὸ αἱρῶ περισπωμένων· ἐπὶ τούτων γὰρ συστέλλεται ἡ παραλήγουσα τοῦ παθητικοῦ πρώτου ἀορίστου, οἷον διαιρῶ διῄρημαι διῃρέθην, συναιρῶ συνῄρημαι συνῃρέθην, καθαιρῶ καθῄρημαι καθῃρέθην, ἀφαιρῶ ἀφῄρημαι ἀφῃρέθην· καὶ χωρὶς τῶν ἐχόντων τὸ ˉρ μετ' ἐπιπλοκῆς συμφώνου καὶ τρεπόντων τὸ ˉε εἰς τὸ ˉα κατὰ τὸν παθητικὸν παρακείμενον· ἐπὶ τούτων γὰρ ὁ παθητικὸς πρῶτος ἀόριστος ἀναδέχεται τὴν παραλήγου σαν τοῦ ἐνεστῶτος καὶ οὐ φυλάττει τὴν παραλήγουσαν τοῦ παθητικοῦ παρακειμένου, οἷον στρέφω ἔστραμμαι ἐστρέφθην, τρέπω τέτραμμαι ἐτρέφθην. Ἐτύφθης, ἐτύφθη· εἴρηται. ∆υϊκά. Ἐτύφθητον, ἐτυφθήτην. Ἐπιλιμπάνει ἐνταῦθα τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τὸ ˉμ ἔχει ἐπὶ τῆς τελευταίας συλλαβῆς, ἐτύφθημεν γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν· τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν τροπῇ τοῦ ˉε εἰς ˉοˉν γίνεται, <οἷον> ἐτύφθητε ἐτύφθητον· τὸ δὲ τρίτον τῶν δυϊκῶν οὐχ ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντι κῶν οὔτε εἰς ˉσˉι λήγει οὔτε εἰς ˉτˉαˉι, ἐτύφθησαν γάρ ἐστι τὸ τρίτον τῶν πληθυντικῶν· γέγονε δὲ τὸ τρίτον τῶν δυϊκῶν ἀπὸ τοῦ ἰδίου δευτέρου τροπῇ τῆς ˉοˉν εἰς ˉηˉν. Πληθυντικά. Ἐτύφθημεν, ἐτύφθητε, ἐτύφθησαν· εἴρηται. Ἀόριστος δεύτερος.Ἐτύπην. Ἐνταῦθα περὶ τοῦ παθητικοῦ δευτέρου ἀορίστου διαλαμβάνει· κανονίζεται δὲ οὗτος ἐκ τοῦ ἐνεργητικοῦ δευτέρου ἀορίστου 3 τοῦτον τὸν τρόπον· ὁ εἰς ˉοˉν δεύτερος ἀόριστος ἐνεργητικός, εἰ ἐπι δεκτικός ἐστι πάθους, τροπῇ τοῦ ˉο εἰς ˉη δεύτερος ἀόριστος παθητικὸς γίνεται, οἷον ἔνυγον ἐνύγην, ἔτυπον ἐτύπην, ἔχαρον ἐχάρην, ἔκαον ἐκάην, ἔσπαρον ἐσπάρην, ἔφθαρον ἐφθάρην, ἔσταλον ἐστάλην· καὶ ὁ ἐγράφην δεύτερος ἀόριστος παθητικὸς ἀπὸ τοῦ ἔγραφον δευτέρου ἀορίστου ἐνεργητικοῦ γέγονεν· οὐδέποτε γὰρ ἀπὸ τοῦ