οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· διὰ τοῦτο ὁ παρακείμενος οὐ μεγεθύνει χρονι κῶς τὸν ὑπερσυντέλικον, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι καθόλου οἱοσδήποτε τῶν παρῳχημένων, ἐὰν ἀπὸ μακρᾶς ἄρξηται φύσει ἢ θέσει, ἀπὸ τῆς αὐτῆς ἔχει ἀρχομένους καὶ τοὺς λοιποὺς παρῳχημένους, θέσει μέν, οἷον ἔστελλον ἔσταλκα ἔστειλα, ἔφθειρον ἔφθαρκα ἔφθειρα, ἐζω γράφουν ἐζωγράφηκα ἐζωγράφησα, φύσει δέ, οἷον ἠλέουν ἠλέηκα καὶ ἠλέησα, ἠρεύνων ἠρεύνηκα καὶ ἠρεύνησα, ἡτοίμαζον ἡτοίμακα καὶ ἡτοί μασα· ἐπειδὴ οὖν ἡνίκα ὁ παρακείμενος ἀπὸ φωνήεντος ἄρχεται, πάντως καὶ ἀπὸ μακρᾶς ἄρχεται, χωρὶς τῶν Ἀττικῶν, οἷον ἔσταλκα ἔφθαρκα ἔσπαρκα ἠρεύνηκα ἡτοίμακα ὥρακα ἠρώτηκα, τούτου χάριν οὐ μεγεθύνεται χρονικῶς ὁ ὑπερσυντέλικος, ἀλλ' ἔχει αὐτὸν συναρχό μενον αὐτῷ. Πρόσκειται χωρὶς τῶν Ἀττικῶν, ἐπειδὴ ταῦτα ἀπὸ φωνήεντος ἀρχόμενα καὶ ἀπὸ βραχείας ἄρχονται κατὰ τὸν παρακεί μενον, ἅτινα καὶ χρονικῶς μεγεθύνονται κατὰ τὸν ὑπερσυντέλικον, οἷον ἀλήλιφα ἠληλίφειν, ἀκήκοα ἠκηκόειν, ἀγήγοχα ἠγηγόχειν, ὀμώμοκα 116 ὠμωμόκειν, χωρὶς τοῦ ἐλήλυθα· τοῦτο γὰρ ἀπὸ βραχείας ἀρχόμενον κατὰ τὸν παρακείμενον οὐ μεγεθύνεται κατὰ τὸν ὑπερσυντέλικον, ἐλη λύθειν γάρ ἐστιν ὁ ὑπερσυντέλικος διὰ τοῦ ˉε, καὶ τὴν αἰτίαν μετ' ὀλί γον εἰσόμεθα. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα, ὡς εἴρηται, καθόλου οἱοσδή ποτε ἐκ τῶν παρῳχημένων ἐὰν ἀπὸ μακρᾶς ἄρξηται φύσει ἢ θέσει, ἀπὸ τῆς αὐτῆς ἔχει ἀρχομένους καὶ τοὺς λοιποὺς παρῳχημένους, οἷον ἔστελ λον ἔσταλκα ἔστειλα, ἠλέουν ἠλέηκα ἠλέησα, διὰ ποίαν αἰτίαν ἐκ τοῦ ἐναντίου τοῦ Ἀττικοῦ ὑπερσυντελίκου ἀπὸ μακρᾶς ἀρχομένου, ἠκηκόειν γὰρ καὶ ἠληλίφειν καὶ ὠμωμόκειν, ὁ παρακείμενος ὁ Ἀττικὸς οὐκ ἄρχε ται ἀπὸ μακρᾶς ἀλλ' ἀπὸ βραχείας, ἀκήκοα γὰρ καὶ ἀλήλιφα καὶ ὀμώ μοκα. Καὶ ἔστιν εἰπεῖν, ὅτι ταῦτα διαλέκτου εἰσὶν ἰδιώματα, καὶ οὐκ ἀναγκαῖά εἰσιν εἰς ἀνατροπὴν τῶν κοινῶν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ ἐώλπειν καὶ ἐῴκειν καὶ ἐώργειν ὑπερβιβασμὸν ἀνεδέξαντο τοῦ χρόνου· ἔστι γὰρ ὁ μέσος παρακείμενος ἔολπα καὶ ἔοργα καὶ ἔοικα, καὶ λοιπὸν ὁ ὑπερσυντέλικος ὤφειλεν εἶναι ἠόλπειν ἠόργειν ἠοίκειν, ἀλλὰ κατὰ ὑπερβιβασμὸν τοῦ χρόνου γεγόνασι ταῦτα ἐώλπειν ἐώργειν ἐῴκειν, τῆς μὲν πρώτης συλλαβῆς συσταλείσης εἰς τὸ ˉε, τῆς δὲ δευτέρας ἐκταθείσης εἰς τὸ ˉω, ὥσπερ ἐπὶ τοῦ ἑορτάζω ἑώρτα ζον γέγονεν· τούτου γὰρ ὁ παρατατικὸς ὤφειλεν εἶναι ἡόρταζον, καὶ γέγονε κατὰ ὑπερβιβασμὸν τοῦ χρόνου ἑώρταζον, τῆς μὲν πρώτης συλ λαβῆς συσταλείσης εἰς τὸ ˉε, τῆς δὲ δευτέρας ἐκταθείσης εἰς τὸ ˉω.
Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί ὅλως πεπόνθασιν ὑπερβιβασμόν, φημὶ δὴ τὸ ἐώλπειν καὶ ἐῴκειν καὶ ἐώργειν. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολο γίαν· ἐπειδὴ ταῦτα πεπονθότα ὄντα, ὡς ἐν τῷ μέσῳ παρακειμένῳ μεμαθήκαμεν, ἔχουσι τὸν παρακείμενον ἀπὸ φωνήεντος ἀρχόμενον καὶ ἀπὸ βραχείας, οἷον ἔοικα ἔολπα ἔοργα, ἠναγκάζοντο κατὰ τὸν ὑπερσυν τέλικον μεγεθυνθῆναι χρονικῶς καὶ γενέσθαι ἠόλπειν καὶ ἠόργειν καὶ ἠοίκειν· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἐὰν ἀπὸ φωνήεντος ἄρξηται ὁ παρακείμενος καὶ ἀπὸ βραχείας, χρονικῶς αὔξεται κατὰ τὴν ἄρχουσαν ὁ ὑπερσυντέλικος, <οἷον> ἀλήλιφα ἠληλίφειν, ὀμώμοκα ὠμωμόκειν, ἀγή γοχα ἠγηγόχειν, ἀκήκοα ἠκηκόειν, χωρὶς τοῦ ἐλήλυθα, ἐληλύθειν γὰρ ὁ ὑπερσυντέλικος διὰ τοῦ ˉε. Ἐπειδὴ οὖν, ὡς εἴρηται, τὸ ἔολπα καὶ ἔοργα καὶ ἔοικα πεπονθότα ὄντα ἐν τῷ παρακειμένῳ ἀπὸ φωνήεντος ἄρχον ται καὶ ἀπὸ βραχείας, τούτου χάριν ἠναγκάζοντο μεγεθυνθῆναι χρονι κῶς κατὰ τὸν ὑπερσυντέλικον καὶ γενέσθαι ἠόλπειν καὶ ἠόργειν καὶ ἠοίκειν· ἀλλ' ἐπειδὴ ἕτερος κανών ἐστιν ὁ λέγων, ὅτι πᾶς παρακείμενος 117 ἀπὸ φωνήεντος ἀρχόμενος πάντως ἔχει τὸν ὑπερσυντέλικον συναρχό μενον αὐτῷ, οἷον ἔφθαρκα ἐφθάρκειν, ἔσταλκα ἐστάλκειν, ἠλέηκα ἠλεήκειν, εὕρηκα εὑρήκειν, χωρὶς τῶν Ἀττικῶν, ὀμώμοκα γὰρ ὠμω μόκειν καὶ ἀκήκοα ἠκηκόειν καὶ ἀγήγοχα ἠγηγόχειν καὶ ἀλήλιφα ἠληλί φειν, τούτου χάριν