καὶ τὰ ἐξ αὐτῶν παραγόμενα ῥήματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, οἷον τύπτω τύπτεις τύπτει, λέγω λέγεις λέγει, τιθῶ τίθημι, ἱστῶ ἵστημι, 24 διδῶ δίδωμι· καὶ καθόλου λέγομεν, ὅτι πάντα τὰ ῥήματα ἀπο στρέφονται τὴν ὀξεῖαν τάσιν καὶ πάντα βαρύνονται ἢ δυνάμει ἢ ἐνερ γείᾳ, ἐνεργείᾳ μέν, οἷον λέγω γράφω τύπτω, δυνάμει δέ, ὡς πάντα τὰ περισπώμενα, οἷον ποιῶ βοῶ νοῶ χρυσῶ, ταῦτα γὰρ δυνάμει βαρύ τονά εἰσιν. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα ἡ περισπωμένη ἐξ ὀξείας καὶ βαρείας σύγκειται, διατί μὴ λέγομεν τὰ περισπώμενα δυνάμει ὀξύτονα, ἀλλὰ δυνάμει βαρύτονα. Ἔστιν οὖν εἰπεῖν, ὅτι τοὺς τόνους ἐκ τοῦ τέλους κανονίζομεν· ὀξύτονον γὰρ λέγομεν τὸ ἐπὶ τέλους ἔχον τὴν ὀξεῖαν, οἷον καλός σοφός, καὶ παροξύτονον τὸ πρὸ μιᾶς τοῦ τέλους ἔχον τὴν ὀξεῖαν, οἷον νέος φίλος, καὶ ἐπὶ τῶν ἑξῆς ὁμοίως· καὶ ἐπειδὴ ἡ περισπωμένη ἐν τῷ τέλει ἔχει τὴν βαρεῖαν, τούτου χάριν τὰ περισπώμενα ὡς πρὸς τὸ τέλος ἀφορῶντες δυνάμει καλοῦμεν βαρύ τονα· καθόλου οὖν, ὡς εἴρηται, πάντα τὰ ῥήματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν χωρὶς ὀλίγων. Εἰσὶ δὲ τὰ ὀξύτονα ἄχρι τῶν λβʹ, καὶ μὴ νομίσωμεν ταῦτα τὰ λβʹ πολλὰ εἶναι πρὸς τέσσαρας χιλιάδας ἢ τέσ σαρας μυριάδας μὴ ὀξυτονουμένας. Εἰσὶ δὲ τὰ ὀξυτονούμενα ταῦτα, δός θές σχές (τὸ κώλυσον) σπές (τὸ ἀκολούθησον καὶ εἰπέ) φρές (τὸ φέρε) ἕς (τὸ ἀπόλυσον)· ταῦτα δὲ μονοσύλλαβα ὄντα καὶ βραχυκατά ληκτα ἐξ ἀνάγκης ὀξύνονται, περισπασθῆναι μὴ δυνάμενα διὰ τὴν βραχεῖαν· ἡ γὰρ περισπωμένη οὐ τίθεται ἐπάνω βραχείας ἀλλ' ἐπάνω φύσει μακρᾶς, οἷον Ἑρμῆς παῖς βοῦς· βαρύνεσθαι δὲ μὴ δυνάμενα διὰ τὴν μονοσυλλαβίαν, ἐπειδὴ πᾶσα λέξις μονοσύλλαβος ἢ ὀξύνεται ἢ περισπᾶται, οὐ μὴν βαρύνεται, οἷον Κρής Τρώς Ζεύς Φρύξ νύξ <θρίξ νοῦς βοῦς παῖς>, εὐλόγως ταῦτα ὀξύνονται. Ταῦτα δὲ ἐν τῇ συνθέσει ὑπερβαίνοντα τὴν μονοσυλλαβίαν βαρύνονται, καὶ τὸ σπές δέ, ὡς ἐν τῷ ἐνίσπες καὶ ἐπίσπες, καὶ τὸ σχές, ὡς ἐν τῷ ἐπίσχες καὶ κατάσχες, τὸ δὲ φρές (σημαίνει <δὲ> τὸ φέρε), ὡς ἐν τῷ εἴσφρες, τὸ δὲ ἕς (σημαίνει δὲ τὸ ἀπόλυσον), ὡς ἐν τῷ ἄφες, <Α 127> <ἀλλὰ σὺ μὲν νῦν> τήνδε θεῷ πρόες, οἱονεὶ πρόπεμψον, τὸ δὲ δός, ὡς ἐν τῷ σύνδος παράδος, τὸ δὲ θές, ὡς ἐν τῷ ἐπίθες παράθες. <Ταῦτα μὲν ἐν τούτοις>. Ἔστι δὲ καὶ τὸ χρή ὀξυτονούμενον, οἷον <Β 24> οὐ χρὴ παν νύχιον εὕδειν βουληφόρον ἄνδρα· γέγονε δὲ τοῦτον τὸν τρό πον· <ἔστι> χρῆμι χρής χρῆσι, καὶ κατὰ ἀποκοπὴν γίνεται χρή ὀξυτο νούμενον. Ὀξύνεται δὲ καὶ τὸ ἐλθέ καὶ εἰπέ καὶ εὑρέ, περὶ ὧν ἐν τοῖς προστακτικοῖς, εἰ θεῷ φίλον, μαθησόμεθα· καὶ τὸ εἰμί τὸ σημαῖνον τὸ 25 ὑπάρχω, καὶ τὸ φημί τὸ σημαῖνον τὸ λέγω, καὶ τὸ κατὰ ἀποβολὴν τοῦ ˉφ γινόμενον, λέγω δὴ τὸ ἠμί τὸ σημαῖνον τὸ λέγω ὁμοίως τῷ φημί, παῖ, ἠμί Ἀριστοφάνης ἐν Βατράχοις <37>, ἐξ οὗ ἐστι τὸ ἦ τὸ σημαῖνον τὸ εἶπεν, οἷον <Α 528> ἦ καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων, καὶ τὸ <∆ 419> ἦ ῥα καὶ ἐξ ὀχέων, ἀντὶ τοῦ εἶπε δή. Ἐγένετο δὲ τὸ ἦ τοῦτον τὸν τρόπον· ἔστιν ἠμί τὸ σημαῖνον τὸ λέγω, ὅπερ, ὡς εἴρηται, ἐκ τοῦ φημί γέγονε κατὰ ἀποβολὴν τοῦ ˉφ, τούτου ὁ μέλλων ἤσω, ὁ δεύτερος ἀόριστος ἦν, καὶ τὸ δεύτερον πρόσωπον ἦς, καὶ τὸ τρίτον ἦ, ἀντὶ τοῦ εἶπε. Καὶ διατί δὲ τὸ εἰμί καὶ τὸ φημί καὶ τὸ ἠμί ὀξύνονται, ἐν τοῖς εἰς ˉμˉι, εἰ θεῷ φίλον, μαθη σόμεθα. Τὰ δὲ λοιπὰ ὀξυνόμενα ἀπὸ κλίσεώς εἰσι τούτων τῶν δύο, λέγω δὴ τοῦ φημί καὶ τοῦ εἰμί· τὸ γὰρ ἠμί τὸ ἐπὶ τοῦ λέγω οὐ <φαίνεται> κλινόμενον κατὰ τὸν ἐνεστῶτα· πρόσκειται κατὰ τὸν ἐνεστῶτα διὰ τὸ <Α 528> ἦ καὶ κυανέῃσιν ἐπ' ὀφρύσι ἀορίστου δευτέρου ὑπάρχον, ὡς εἴρηται· ἀπὸ δὲ τοῦ εἰμί γίνεται εἴς, οἷον <δ 611> αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, ἀντὶ τοῦ ὑπάρχεις, καὶ ἐσσί, <Α 176> ἔχθιστος δέ μοί ἐσσι, καὶ ἐστί καὶ ἐστόν καὶ ἐσμέν καὶ ἐστέ καὶ εἰσίν· ἀπὸ δὲ τοῦ φημί γίνεται φῄς φησί καὶ κατὰ ἀποκοπὴν φή, <αναξρ. fr. 41 B4>σὲ γάρ φη Ταργήλιος (τὸ δὲ Ταργήλιος ὄνομά ἐστι δαίμονος), φατόν φαμέν φατέ φασί· καὶ τὸ φαθί δὲ προστακτικὸν ὀξύνουσιν, ὡς παρ' Ἀριστοφάνει <Eq. 22> ἐξόπισθε νῦν Αὐτὸ φαθὶ τοῦ μόλωμεν, ἀντὶ τοῦ εἰπέ. Τὸ δὲ λαβέ καὶ ἰδέ παρ' ἡμῖν βαρύνεται, οἷον λάβε ἴδε, <παρὰ δὲ τοῖς Ἀττικοῖς> ὀξύνεται,