τὸν χαρακτῆρα τοῦ νόσφι αὖθι ἶφι ἄρτι ἄγχι ᾗχι· πρόσκειται ἐὰν φυλάξωσι τὸ αὐτὸ σημαινόμενον, φυλάττουσι καὶ τὸν αὐτὸν τόνον, διὰ τὸ ἄντικρυς ἀντι κρύ· ἐνταῦθα <γὰρ> ἐπειδὴ οὐκ ἐφυλάχθη τὸ αὐτὸ σημαινόμενοντὸ μὲν γὰρ ἄντικρυς τὸ φανερῶς σημαίνει, τὸ δὲ ἀντικρύ τὸ ἐξ ἐναντίας τούτου χάριν οὔτε ὁ αὐτὸς τόνος ἐφυλάχθη· καὶ πάλιν βασιλεύς βασι λεῦ· ἰδοὺ γὰρ οὔτε ἐνταῦθα ἐφυλάχθη ὁ αὐτὸς τόνοςτὸ μὲν γὰρ βασιλεύς ὀξύνεται, τὸ δὲ βασιλεῦ περισπᾶταιἀλλ' οὐκ ἐφυλάχθη τὸ αὐτὸ σημαινόμενον, τὸ μὲν γὰρ εὐθείας ἐστίν, τὸ δὲ κλητικῆς· ἀλλ' οὐκ ἀντιστρέφοντος τοῦ λόγου· οὐδὲ γὰρ ἐὰν τοῦ σημαινομένου γένη ται ἐναλλαγὴ μετὰ τὴν ἀποβολὴν τοῦ ˉς, πάντως καὶ ὁ τόνος ἐναλλάτ τεται· ἰδοὺ γὰρ λέγεις λέγει, ὁ Χρύσης τῷ Χρύσῃ, ὁ Φιλητᾶς τοῦ Φιλητᾶ· ἰδοὺ ταῦτα μὴ φυλάξαντα τὸ αὐτὸ σημαινόμενοντὸ μὲν γὰρ δευτέρου προσώπου ἐστίν, τὸ δὲ τρίτου, καὶ τὰ μὲν εὐθείας, τὰ δὲ γενικῆς καὶ δοτικῆςὅμως τὸν αὐτὸν τόνον ἐφύλαξαν· τοῦτο οὖν τὸ εἶ φυλάξαν τὸ σημαινόμενον τοῦ εἴςἀμφότερα γὰρ τὸ ὑπάρχεις δηλοῦσιν, καὶ ἀμφότερα δευτέρου προσώπου εἰσίνκαὶ μὴ φυλάξαν τὸν αὐτὸν τόνοντὸ μὲν γὰρ εἶ περισπᾶται, τὸ δὲ εἴς ὀξύνεται δηλονότι οὐ γέγονεν ἀπὸ τοῦ εἴς κατὰ ἀποβολὴν τοῦ ˉς. 330 Σχηματίζει οὖν ὁ Ἀπολλώνιος τὸ εἶ τοῦτον τὸν τρόπον· ἔστιν ἔω τὸ σημαῖνον τὸ ὑπάρχω· ἐκ τούτου γίνεται παθητικὸν ἢ μέσον ἔομαι, δηλονότι κατὰ φωνήν· πρόσκειται δηλονότι κατὰ φωνήν, ἐπειδὴ κατὰ σημασίαν οὐ δύναται συστῆναι τὸ ἔομαι, οὐδεὶς γὰρ λέγει ὑπάρχομαι· ἐκ τούτου λοιπὸν τοῦ ἔομαι τὸ δεύτερον πρόσωπον γίνεται κοινῶς μὲν ἔῃ διὰ τοῦ ˉη καὶ ˉι, ὥσπερ βούλῃ, ἀττικῶς δὲ ἔει διὰ τῆς ˉεˉι διφθόγγου, ὥσπερ βούλει, ὡς παρὰ Μενάνδρῳ<fragm. 898 Κ> βούλει τι, Κνήμων; εἰπέ μοι, καὶ λοιπὸν τοῦτο τὸ ἔει τὸ Ἀττικὸν τὸ διὰ τῆς ˉεˉι διφθόγγου γίνεται κατὰ κρᾶσιν τοῦ ˉε καὶ τῆς ˉεˉι διφθόγγου εἰς τὴν ˉεˉι δίφθογγον εἶ, ὥσπερ ποιέεις ποιεῖς, καὶ εὐλόγως περισπᾶται, ἐπειδὴ ἡ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον ποιέεις ποιεῖς, πάϊς παῖς, Πηλέϊ Πηλεῖ, Ἡρακλέα Ἡρακλῆ. Εἶτα μετὰ τὸ οὕτω σχηματίσαι τὸν Ἀπολλώνιον, λέγει πάλιν ὁ αὐτός, ὅτι ἄμεινον λέγειν τὴν φωνὴν παρεφθάρθαι, τουτέστι παράλογον, ἢ μείζονι ἐγκλή ματι περιπεσεῖν, φημὶ δὴ τῷ λέγειν, ὅτι ἀπὸ τοῦ ἔω ὑπαρκτικοῦ γίνε ται τὸ παθητικὸν ἔομαι· οὐδέποτε γάρ, φησίν, τὰ ὑπαρκτικὰ εἰς πάθος λαμβάνονται, ἤγουν οὐκ ἔχουσι παθητικά, οὐδὲ γὰρ τὸ ὑπάρχω γίνεται ὑπάρχομαι· πῶς γὰρ δύνανται ἔχειν παθητικά, ὅπου οὔτε ἐνέργειαν σημαίνουσιν; τὸ γὰρ ζῶ πλουτῶ ὑπάρχω ὑγιαίνω οὐδέτερα καλοῦσι διὰ τὸ μήτε ἐνέργειαν σημαίνειν μήτε πάθος. Λέγει οὖν ὁ Χάραξ, ὅτι κατὰ πάθος γέγονε τὸ εἶ ἀπὸ τοῦ εἴς ἀποβολῇ τοῦ ˉς, καὶ περιεσπάσθη τὸ εἶ, τοῦ εἴς ὀξυνομένου, ἐπειδὴ εἰς χαρακτῆρα ἐνέπεσεν ἀπαιτοῦντα τὴν περισπωμένην τάσιν· τὰ γὰρ εἰς τὴν ˉεˉι δίφθογγον λήγοντα ῥήματα, ἐπὶ τέλους ἔχοντα τὸν τόνον, περισπῶνται, οἷον ποιεῖ τελεῖ νοεῖ· πρόσκειται ἐπὶ τέλους ἔχοντα τὸν τόνον, διὰ τὸ ἐποίει καὶ ἐνόει· ταῦτα γὰρ οὐ περισπῶνται, ἀλλ' οὐκ ἔχουσιν ἐπὶ τέλους τὸν τόνον. Τίθησιν. Ἰστέον ὅτι κανονίζει ὁ τεχνικὸς τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν οὕτως· πᾶν δεύτερον πρόσωπον τῶν εἰς ˉμˉι, ἐπὶ ἐνεστῶτος δηλονότι χρόνου, προσθέσει τοῦ ˉι τὸ τρίτον ποιεῖ, οἷον τίθης τίθησι· πρόσκειται ἐπὶ ἐνεστῶτος δηλονότι χρόνου, ἐπειδὴ ἐν <τῷ> παρατατικῷ τὸ δεύτερον ἀποβολῇ τοῦ ˉς τὸ τρίτον ποιεῖ, οἷον ἐτίθης ἐτίθη, ἐζεύγνυς ἐζεύγνυ· δεῖ προσθεῖναι τῷ εἰρημένῳ κανόνι τῷ λέγοντι, ὅτι πᾶν δεύτερον πρόσωπον τῶν εἰς ˉμˉι, ἐνεστῶτος δηλονότι χρόνου, προσθέσει τοῦ ˉι τὸ τρίτον ποιεῖ τὸ κατὰ κοινὴν διάλεκτον, ἐπειδὴ οἱ Αἰολεῖς ἀποβολῇ τοῦ ˉς ἐπὶ τούτων τὰ τρίτα ποιοῦσιν, οἷον τίθης τίθη, ἵστης ἵστη, δίδως δίδω, ζεύγνυς ζεύγνυ. ∆υνατὸν δὲ καὶ ἐκ τοῦ πρώτου προσώπου τῶν ἑνικῶν κανονίσαι <τὸ τρίτον> οὕτως· τὰ εἰς ˉμˉι 331 λήγοντα ὁριστικὰ τροπῇ τοῦ ˉμ εἰς ˉς ποιοῦσι τὸ τρίτον πρόσωπον, οἷον ζεύγνυμι ζεύγνυσι, φημί φησί, εἶμι (τὸ πορεύομαι) εἶσι (τὸ πορεύεται), οἷον <Ρ 147> εἶσι περὶ πτόλιος [μαχεσόμενος]· ἀπὸ τοῦ εἰμί οὖν τοῦ σημαίνοντος τὸ ὑπάρχω τὸ