παραληγομένου φύσει μακρᾷ, οὐδὲ αὐτὸς δύναται παραλήγεσθαι φύσει μακρᾷ, οἷον ἀγοράσω ἠγόρασα, δεσπόσω ἐδέσποσα, νύξω ἔνυξα, λέξω ἔλεξα, τύψω ἔτυψα· εἰ δὲ ἄρα καὶ παραλήγεται φύσει μακρᾷ, τοῦ μέλλοντος μὴ παραληγομένου φύσει μακρᾷ, πάντως δι' ἀμεταβόλου ἐκφέρεται, οἷον κερῶ ἔκειρα, τιλῶ ἔτιλα, νεμῶ ἔνειμα, μενῶ ἔμεινα, ῥανῶ ἔρρανα· ἐν οἷς καὶ τὸ εἶπα οὐκ ἔχον ἀμετάβολον οὐκ ὤφειλε φύσει μακρὰν ἔχειν τὴν παραλήγουσαν, τοῦ μέλλοντος μὴ παραληγομένου φύσει μακρᾷ, ἔψω γάρ ἐστιν ὁ μέλλων· πρόσκειται τοῦ μέλλοντος μὴ παρα ληγομένου φύσει μακρᾷ, ἐπειδὴ ἐὰν ὁ μέλλων φύσει μακρᾷ παρα λήγηται, καὶ ὁ εἰς ˉα λήγων ἀόριστος φύσει μακρᾷ παραλήγεται, οἷον ποιῶ ποιήσω ἐποίησα, νοῶ νοήσω ἐνόησα, ἀλείφω ἀλείψω ἤλειψα. Κρείττων οὖν ἐστιν ὁ δεύτερος τρόπος τῆς παραληγούσης ὁ λέγων, ὅτι ἡ θέσει μακρὰ μετῆλθεν εἰς φύσει μακράν. [Ἔτυψα] ἔτυψας, ἔτυψε. ∆υϊκά· ἐτύψατον, ἐτυψάτην. Πληθυντικά· ἐτύψαμεν, ἐτύψατε, ἔτυψαν. Εἴρηται ἡ διδασκαλία 129 τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν ἐν τῇ διδασκαλίᾳ τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν τοῦ παρατατικοῦ. Ἀόριστος δεύτερος.Ἔτυπον. Ἐνταῦθα περὶ τοῦ δευτέρου ἀορίστου διαλαμβάνει καὶ λέγει, ὅτι ὁ δεύτερος ἀόριστος φωνῇ μόνῃ διενήνοχε τοῦ πρώτου ἀορίστου, σημαινομένῳ δὲ ὁ αὐτός ἐστινἐὰν γάρ τις εἴπῃ ἔτυψα καὶ ἔτυπον, τὸ αὐτὸ σημαίνειὥσπερ καὶ ἐπὶ τῶν ὀνομάτων· ὁ γὰρ πρῶτος καὶ δεύτερος τύπος τῶν ὑπερθετικῶν τῷ μὲν σημαινομένῳ οὐδὲν ἀλλήλων διαφέρουσιν, τῇ δὲ φωνῇ καὶ μόνῃ διαφέρουσιν· ἔστι γὰρ ὁ μὲν πρῶτος τύπος τῶν ὑπερθετικῶν ὁ εἰς ˉτˉαˉτˉοˉς, οἷον ταχύτατος, ὁ δὲ δεύτερος ὁ εἰς ˉσˉτˉοˉς, οἷον τάχιστος· ὁ οὖν ταχύτατος καὶ ὁ τάχιστος οὐδὲν διαφέρουσιν ἀλλήλων τῷ σημαινο μένῳ, ἀλλὰ τῇ φωνῇ μόνῃ· ὁμοίως καὶ ἐν τοῖς συγκριτικοῖς καὶ ὁ πρῶτος καὶ ὁ δεύτερος τύπος τῶν συγκριτικῶν τῷ μὲν σημαινομένῳ οὐδὲν ἀλλήλων διαφέρουσιν, τῇ δὲ φωνῇ καὶ μόνῃ διαφέρουσιν· ἔστι γὰρ ὁ μὲν πρῶτος τύπος τῶν συγκριτικῶν ὁ εἰς ˉτˉεˉρˉοˉς, οἷον γλυκύτε ρος, ὁ δὲ δεύτερος ὁ εἰς ˉωˉν καθαρόν, οἷον γλυκίων, καὶ ἰδοὺ τὸ γλυ κύτερος καὶ τὸ γλυκίων οὐδὲν διαφέρουσιν ἀλλήλων τῷ σημαινομένῳ, ἀλλὰ μόνῃ τῇ φωνῇ. Οὐ μόνον δὲ ἐν τοῖς συγκριτικοῖς καὶ ὑπερθετι κοῖς εὑρεῖν τὴν αὐτὴν ἔστιν ἔχοντα σημασίαν τὰ διαφόρῳ φωνῇ λεγό μενα, ἀλλὰ καὶ ἐπὶ ἄλλων τινῶν, ὡς ἐπὶ τοῦ ἄορ ξίφος μάχαιρα φάσγανον σπάθη· ἰδοὺ γὰρ ἐπὶ τούτων διάφορος φωνὴ ὑπάρχει, τὸ δὲ σημαινόμενον ἕν· ἐν τούτῳ γὰρ καὶ ἐπαινετή ἐστιν ἡ τῶν Ἑλλήνων γλῶττα, ὡς πλατεῖα οὖσα καὶ ἐπὶ ἑνὸς σημαινομένου πολλῶν φωνῶν εὐποροῦσα· ἡ γὰρ Ῥωμαϊκὴ κατὰ τοῦτο ψεκτή, ὡς μὴ πλατεῖα ἀλλὰ στενὴ οὖσα.
Ὁ οὖν δεύτερος ἀόριστος, ὡς εἴρηται, κατὰ τὴν σημασίαν ὁ αὐτός ἐστι τῷ πρώτῳ ἀορίστῳ, κατὰ δὲ μόνην τὴν φωνὴν διαφέρει· τὸ γὰρ ἔτυψα καὶ ἔτυπον τὸ αὐτὸ σημαίνουσιν, διάφορον δὲ φωνὴν ἔχουσιν· ὡσαύτως δὲ καὶ ὁ δεύτερος μέλλων κατὰ μὲν τὴν σημασίαν ὁ αὐτός ἐστι τῷ πρώτῳ μέλλοντι, κατὰ δὲ μόνην τὴν φωνὴν διαφέρει· τὸ γὰρ τύψω καὶ τυπῶ κατὰ τὴν φωνὴν μόνην εἰσὶ διάφορα· διὸ καὶ ἓξ μόνοι χρόνοι ἀριθμοῦνται, ἐνεστὼς παρατατικὸς παρακείμενος ὑπερ συντέλικος ἀόριστος καὶ μέλλων, ὡς τοῦ πρώτου καὶ δευτέρου ἀορί στου ὑπὸ ἕνα χρόνον ἀναγομένων, καὶ τοῦ πρώτου καὶ δευτέρου μέλ λοντος ὑπὸ ἕνα χρόνον ἀναγομένων, διὰ τό, ὡς εἴρηται, τὸ αὐτὸ ἔχειν σημαινόμενον. 130 Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα διὰ τὸ τοὺς δύο ἀορίστους ἔχειν ἓν σημαινόμενον, καὶ διὰ τὸ τοὺς δύο μέλλοντας ὁμοίως ἔχειν ἓν σημαινόμενον, ἓξ μόνοι ἀριθμοῦνται χρόνοι καὶ οὐ πλείους, ὤφειλον μηδὲ ἓξ λέγεσθαι χρόνοι, ἀλλὰ πέντε· καὶ γὰρ ὁ ἀόριστος <ὁ> αὐτός ἐστι κατὰ τὴν σημασίαν τῷ παρακειμένῳ καὶ ὑπερσυντελίκῳ, τὸ γὰρ ἔτυψα ἐν ἴσῳ ἐστὶ τῷ τέτυφα καὶ ἐτετύφειν. Πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι πρῶτον <μὲν> ὁ ἀόριστος αὐτὸς καθ' ἑαυτὸν οὔτε τῷ παρακειμένῳ ἰσοδυναμεῖ οὔτε τῷ ὑπερσυντελίκῳ, εἰ μὴ προσλάβοι ἢ τὸ ἄρτι ἢ τὸ πάλαι· τὸ γὰρ ἔτυψα ἄρτι ἐν ἴσῳ ἐστὶ