καὶ τὸ ˉν καὶ τὸ ˉτ ὁμοῦ, ἤμελλον εἶναι τρία σύμφωνα ὁμοῦ, τοῦ μὲν πρώτου ὄντος ˉπ, τοῦ δὲ δευτέρου μὴ ὄντος ἀφώνου μήτε τοῦ τρίτου ἀμεταβόλου, ἀλλ' ἐκ τοῦ ἐναντίου τοῦ μὲν δευτέρου ἀμεταβόλου τοῦ δὲ τρίτου ἀφώνου, ὅπερ ἐστὶν ἀδύνατον· μὴ λεγομένου οὖν τοῦ τρίτου προσώπου τῶν πληθυν τικῶν κατὰ τὴν ἀκολουθίαν, ἀναπληροῖ αὐτὸ ἡ χρῆσις διὰ μετοχῆς καὶ ὑπαρκτικοῦ ῥήματος τοῦ εἰσίν, οἷον τετυμμένοι εἰσίν. Πάλιν ἐστὶ γεγέλασται, καὶ ἐὰν προσλάβῃ πρὸ τοῦ ˉτ τὸ ˉν καὶ γέ νηται γεγέλασνται διὰ τοῦ ˉς καὶ ˉν καὶ ˉτ, ἀσυνταξία γίνεται· τὸ γὰρ ˉς 195 καὶ ˉν οὐ δύνανται εἶναι οὔτε ἐν συλλήψει οὔτε ἐν διαστάσει· ἐν συλλήψει μέν, ἐπειδή, ὡς εἴρηται, οὐδέποτε συλλαβὴ ἢ ἐν ἀρχῇ ἢ ἐν μέσῳ λέξεως εἰς δύο σύμφωνα καταλήγει, ἐν διαστάσει δέ, ἵνα ᾖ τὸ ˉν μετὰ τοῦ τ, ἐπειδή, ὡς εἴρηται, τὰ ὑποταττόμενά τινι ἐν συλλήψει ἐὰν ἀντιπροηγή σωνται, ἐν διαστάσει αὐτοῦ ἀντιπροηγοῦνται· εἰ ἄρα οὖν τὸ ˉν ὑποτέτακται τῷ ˉτ <κατὰ σύλληψιν>, ὡς ἐν τῷ Αἴτνη, δηλονότι ἀντιπροηγησάμενον αὐτοῦ ἐν διαστάσει θέλει ἀντιπροηγεῖσθαι αὐτοῦ· ἀλλ' οὔτε δὲ κατὰ διάστασιν ἐνταῦθα δύναται ἀντιπροηγεῖσθαι αὐτοῦ, ἐπειδὴ πάλιν εὑρί σκεται μετὰ τοῦ ˉς ἐν συλλήψει, ὅπερ ἐστὶν ἀδύνατον, ὡς ἐδείξαμεν· ἀλλ' οὔτε δὲ τὰ τρία σύμφωνα δύνανται ὁμοῦ παραλαμβάνεσθαι, λέγω δὴ τὸ ˉσˉνˉτ, ἐπειδή, ὡς εἴρηται, ἡνίκα εὑρεθῶσι τρία σύμφωνα ὁμοῦ, θέλει εἶναι τὸ πρῶτον ἢ ˉς ἢ ˉκ ἢ ˉπ, καὶ τὸ δεύτερον ἄφωνον καὶ τὸ τρίτον ἀμετάβολον, χωρὶς τοῦ ἐχθρός καὶ τοῦ διέφθρασαι· εἰ εὑρέθη οὖν τὸ ˉσˉνˉτ ὁμοῦ, ἤμελλον εἶναι τρία σύμφωνα ὁμοῦ, τοῦ μὲν πρώτου ὄντος ˉς, τοῦ δὲ δευτέρου μὴ ὄντος ἀφώνου μήτε τοῦ τρίτου ἀμετα βόλου, ἀλλ' ἐκ τοῦ ἐναντίου τοῦ μὲν δευτέρου ἀμεταβόλου τοῦ δὲ τρί του ἀφώνου, ὅπερ ἐστὶν ἀδύνατον· μὴ λεγομένου οὖν τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν κατὰ τὴν ἀκολουθίαν, ἀναπληροῖ αὐτὸ ἡ χρῆσις διὰ μετοχῆς καὶ ὑπαρκτικοῦ ῥήματος τοῦ εἰσίν, οἷον γεγελασμένοι εἰσίν.
∆ιὰ τοῦτο δὲ ἡνίκα τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἐπι λείπει, ἀναπληροῦται διὰ μετοχῆς καὶ ὑπαρκτικοῦ ῥήματος, οἷον τετυμ μένοι εἰσίν, πεπλεγμένοι εἰσίν, ἐσβεσμένοι εἰσίν, γεγελασμένοι εἰσίν, κε καρμένοι εἰσίν, ἐπειδὴ πρῶτον μὲν πᾶν ῥῆμα δύναται καὶ εἰς μετοχὴν ἀναλύεσθαι καὶ εἰς ὑπαρκτικὸν ῥῆμα, οἷον τύπτω τύπτων εἰμί, γράφω γράφων εἰμί, τέτυφα τετυφώς εἰμι, γέγραφα γεγραφώς εἰμι· δεύτερον δὲ ἡ μὲν μετοχὴ πρᾶγμα σημαίνει, οὐ μέντοι πρόσωπον, οἷον τύπτων γράφων, αἱ γὰρ μετοχαὶ πρόσωπα οὐκ ἔχουσιν, τὸ δὲ ὑπαρκτικὸν ῥῆμα πρόσωπον σημαίνει, οὐ μέντοι πρᾶγμα, οἷον ἐσμέν ἐστέ εἰσίν· συνερχο μένων οὖν τῆς μετοχῆς καὶ τοῦ ὑπαρκτικοῦ ῥήματος ἑκάτερον δι' ἑκα τέρου ἀναπληροῦται, τὸ πρᾶγμα μὲν διὰ τῆς μετοχῆς, τὸ πρόσωπον δὲ διὰ τοῦ ὑπαρκτικοῦ ῥήματος· τούτου οὖν χάριν ἡνίκα τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἐπιλιμπάνει, διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, ναί, διὰ μετοχῆς εὐλόγως ἀνα πληροῦται τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἐπιλιμπάνον· διὰ 196 τοῦτο γὰρ ἐπενοήθη ἡ μετοχή, ἵνα τὸ ἐλλεῖπον τῷ ῥήματι ἀναπλη ρώσῃ· διατί δὲ διὰ τοῦ εἰσίν ὑπαρκτικοῦ ῥήματος ἀναπληροῦται; εἰ γὰρ ὁ παρακείμενος παρῳχημένου ἐστὶ χρόνου, τὸ δὲ εἰσίν ἐνεστῶτος, πῶς ἐπὶ τοῦ παρακειμένου αὐτῷ κεχρήμεθα λέγοντες τετυμμένοι εἰσίν; Ἔστιν οὖν εἰπεῖν, ὅτι εἰκότως τοῦτο ἐγένετο, ἐπειδὴ πολλὴν συγγένειαν εὑρί σκομεν ἐνεστῶτος καὶ παρακειμένου· ἀμέλει ὁ ἐνεργητικὸς παρακείμενος εἰς ˉσˉι λήγει κατὰ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν, μιμούμενος τὸν ἐνεστῶτα, οἷον τετύφασι, ὥσπερ τύπτουσι· καὶ αὐτὸς γὰρ παρὰ πολλοῖς ἐνεστὼς συντελικὸς ὀνομάζεται, ἤγουν ἐνεστὼς πεπληρωμένος· κατὰ τοῦτο δὲ διαφέρουσιν, καθὸ ὁ μὲν ἐνεστὼς πράγματός ἐστι δηλω τικὸς ἀτελοῦς, τὸ γὰρ τύπτω ἀτελὲς πρᾶγμα δηλοῖ καὶ μὴ τελειωθέν, ὁ δὲ παρακείμενος πράγματός ἐστι τετελειωμένου δηλωτικός, τὸ γὰρ τέτυφα τετελειωμένον πρᾶγμα δηλοῖ. Ἰστέον δὲ ὅτι εὑρίσκομέν τινας ἐνεστῶτας