διατί γὰρ τὰ ἔχοντα δύο σύμφωνα φυλάττουσι μακρὰν τὴν παραλήγουσαν ἐν τῷ δευτέρῳ ἀορίστῳ ἐπὶ τῶν περισπω μένων, οἷον χραισμῶ ἔχραισμον, ὀλισθῶ ὤλισθον, τὰ δὲ μὴ ἔχοντα δύο σύμφωνα συστέλλουσι τὴν παραλήγουσαν τοῦ δευτέρου ἀορίστου ἐπὶ τῶν περισπωμένων, οἷον ληκῶ ἔλακον. Καὶ λέγουσί τινες, ὅτι εὐλόγως τὸ χραισμῶ καὶ τὸ ὀλισθῶ καὶ τὰ ὅμοια οὐ συστέλλουσι τὴν παρα λήγουσαν ἐν τῷ ἔχραισμον καὶ ὤλισθον δευτέρῳ ἀορίστῳ, ἐπειδὴ οὐκ ἔχουσι τὴν μακρὰν κυρίως παραλήγουσαν· δυνάμει γὰρ προπαραλήγουσά ἐστιν· τὸ γὰρ ἐντελὲς χραισμέω καὶ ὀλισθέω. Ἀλλὰ κακῶς λέγουσιν· πρῶτον μὲν γὰρ εἰ καὶ ἡ ἐν τῷ ἐνεστῶτι μακρὰ οὐκ ἔστι κυρίως ἐν τῇ παραληγούσῃ, ἀλλὰ δυνάμει ἐν τῇ παραληγούσῃ ἐστίν, ἀλλ' οὖν ἐν τῷ δευτέρῳ ἀορίστῳ τῷ ἔχραισμον καὶ ὤλισθον κυρίως ἐν τῇ παρα ληγούσῃ ἐστὶ μακρά, καὶ ὤφειλε συσταλῆναι· δεύτερον δὲ κατὰ τὸν λόγον αὐτῶν οὔτε τὸ ληκῶ ὤφειλε συστεῖλαι τὴν παραλήγουσαν ἐν τῷ ἔλακον δευτέρῳ ἀορίστῳ, ἐπειδὴ δυνάμει μακρὰ ἐν τῇ προπαρα ληγούσῃ ἐστὶ καὶ οὐκ ἐν τῇ παραληγούσῃ, ληκέω γάρ ἐστι τὸ ἐντελές. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ὁ δεύτερος ἀόριστος, ἡνίκα μὲν ᾖ ἀπὸ βαρυτόνων θεμάτων, πάντως βραχείᾳ παραλήγεται, οἷον τύπτω ἔτυπον, τρώγω ἔτραγον, λείπω ἔλιπον, λήβω ἔλαβον, μήθω ἔμαθον, δήκω ἔδακον, ἡνίκα δὲ ᾖ ἀπὸ περισπωμένων θεμάτων, οὐ πάντως βρα χείᾳ παραλήγεται, ἀλλ' ἔστιν ὅτε καὶ μακρᾷ, οἷον χραισμῶ ἔχραισμον, ὀλισθῶ ὤλισθον, δουπῶ ἔδουπον· πρόσκειται οὐ πάντως βραχείᾳ παραλήγεται, ἀλλ' ἔστιν ὅτε καὶ μακρᾷ καὶ οὐκ ἀεὶ μακρᾷ, ἐπειδὴ ἔστιν ὅτε καὶ βραχείᾳ παραλήγεται, οἷον μυκῶ ἔμυκον, ληκῶ ἔλακον, κτυπῶ ἔκτυπον. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· εἰ παρε λήγετο μακρᾷ ὁ δεύτερος ἀόριστος, ἡνίκα ᾖ ἀπὸ βαρυτόνων θεμάτων, ἤμελλε κατὰ πάντα συνεμπίπτειν τῷ παρατατικῷ, καὶ οὐδεμία διαστολὴ ἦν τοῦ δευτέρου ἀορίστου καὶ τοῦ παρατατικοῦ· καὶ γὰρ ὁ παρατατι κὸς συνάρχεται ἀεὶ τῷ δευτέρῳ ἀορίστῳ, ἔτι δὲ ἡνίκα βαρύνεται τὸ θέμα, καὶ τὴν αὐτὴν λήγουσαν ἔχουσιν οἱ δύο χρόνοι, οἷον ἔλειπον καὶ 136 ἔλιπον, ἔπειθον καὶ ἔπιθον, ἔτρωγον καὶ ἔτραγον, ἔτυπτον καὶ ἔτυπον· <εἰ δὲ> καὶ τὴν παραλήγουσαν ὀφείλουσι φυλάττειν καὶ μὴ συστέλλειν ἐν τῷ δευτέρῳ ἀορίστῳ, <ὡς> παρατατικὸς σχεδὸν εὑρίσκεται ὁ δεύτερος ἀόριστος, καὶ οὖκ ἦν τι τὸ διακρῖνον τὸν δεύτερον ἀόριστον καὶ τὸν παρατατικόν· τούτου οὖν χάριν ἡνίκα ἀπὸ βαρυτόνων θεμάτων ὁ δεύ τερος ἀόριστός ἐστιν, συστέλλει τὴν παραλήγουσαν. Ἡνίκα δὲ ἀπὸ περισπωμένων θεμάτων ἐστὶν ὁ δεύτερος ἀόριστος, <οὐκ> ἀναγκάζεται πάντως συστέλλειν τὴν παραλήγουσαν, ἐπειδὴ εἰ καὶ μὴ συστέλλει τὴν παραλήγουσαν, ἱκανή ἐστιν ἡ λήγουσα διαστολὴν ποιήσασθαι τοῦ παρα τατικοῦ καὶ τοῦ δευτέρου ἀορίστου· καὶ γὰρ ἐπὶ τῶν περισπωμένων ὁ μὲν παρατατικὸς μακροκαταληκτεῖ, οἷον δουπῶ ἐδούπουν, χραισμῶ ἐχραίσμουν, ὀλισθῶ ὠλίσθουν, μυκῶ ἐμύκων, ὁ δὲ δεύτερος ἀόριστος βραχυκαταληκτεῖ, οἷον ἔχραισμον ἔδουπον ἔμυκον ὤλισθον· καθόλου γὰρ ὁ δεύτερος ἀόριστος ἀπὸ τῶν εἰς ˉω ῥημάτων ὑπάρχων, εἴτε ἀπὸ βαρυτόνων θεμάτων εἴτε ἀπὸ περισπωμένων, βραχυκαταληκτεῖ, οἷον τύπτω ἔτυπον, λείπω ἔλιπον, τρώγω ἔτραγον, δουπῶ ἔδουπον, χραισμῶ ἔχραισμον· ὡς ἱκανῆς <οὖν> οὔσης τῆς ληγούσης ἐπὶ τῶν περισπω μένων διαστολὴν ποιήσασθαι τοῦ παρατατικοῦ καὶ τοῦ δευτέρου ἀορί στου, οὐκ ἀναγκάζεται πάντως ἡ παραλήγουσα τοῦ δευτέρου ἀορίστου συσταλῆναι, ἡνίκα ἐστὶν ἀπὸ περισπωμένων θεμάτων. Ταῦτα μὲν ἐν τούτοις.
Ἰστέον δὲ ὅτι ὁ δεύτερος ἀόριστος, εἴτε ἀπὸ βαρυτόνων θεμάτων ὑπάρχει εἴτε ἀπὸ περισπωμένων, βραχείᾳ θέλει παραλήγεσθαι, οἷον λείπω ἔλιπον, τρώγω ἔτραγον, λήβω ἔλαβον, κτυπῶ ἔκτυπον, μυκῶ ἔμυκον· τὰ γὰρ φυλάττοντα τὴν παραλήγουσαν μακρὰν ἐν τῷ δευτέρῳ ἀορίστῳ εὐαρίθμητα· εἰσὶ δὲ ταῦτα χραισμῶ ἔχραισμον, ὀλισθῶ ὤλισθον, βλαστῶ ἔβλαστον, ἀλαλκῶ ἤλαλκον, ἁμαρτῶ ἥμαρτον,