ἐπιστροφάδην. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ μὲν εἶπα καὶ ἤνεγκα κλίνονται καὶ εἰς τὰς μετο χὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις· εἶπαι γὰρ καὶ ἐνέγκαι τὸ ἀπαρέμφα τον, ὥσπερ τύψαι καὶ γράψαι, καὶ εἶπον καὶ ἤνεγκον τὸ προστακτικόν, ὥσπερ τύψον καὶ γράψον, ὡς παρὰ Μενάνδρῳ<fragm. 891> εἶπον δὲ τί ποιεῖν μέλλετε, ἀντὶ τοῦ εἰπέ, καὶ εἴπαιμι καὶ ἐνέγκαιμι τὸ εὐκτικόν, ὥσπερ τύψαιμι καὶ γράψαιμι, καὶ ἐὰν εἴπω καὶ <ἐὰν> ἐνέγκω τὸ ὑποτακτικόν, ὥσπερ ἐὰν τύψω καὶ ἐὰν γράψω, καὶ εἴπας καὶ ἐνέγκας ἡ μετοχή, ὥσπερ τύψας καὶ γράψας, οἷον εἴπας ἥλιε χαῖρε, Κλεόμ βροτε, παρὰ Καλλιμάχῳ<ep. 25 Sch>, ἀντὶ τοῦ εἰπών· τὸ δὲ ἔδωκα ἔθηκα ἧκα οὐ κλίνονται οὔτε εἰς τὰς μετοχὰς οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις, ὁριστικὰ γὰρ μόνα ἔχουσιν. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί τῶν πέντε σεσημειωμένων ἐν τῷ πρώτῳ ἀορίστῳ, φημὶ δὴ τοῦ ἤνεγκα καὶ εἶπα καὶ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα, ἐξ οὗ τὸ ἀφῆκα), τὰ μὲν δύο τὰ ἀπὸ τῶν εἰς ˉω, λέγω δὴ τὸ εἶπα καὶ ἤνεγκα, κλίνονται καὶ εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις, τὰ δὲ τρία τὰ ἀπὸ τῶν εἰς ˉμˉι, λέγω δὴ τὸ ἔθηκα καὶ ἔδωκα καὶ ἧκα, οὐ κλίνονται οὔτε εἰς τὰς μετο χὰς οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις.
Καὶ λέγει ὁ Ἀπολλώνιος ταύτην τὴν ἀπολογίαν, ὅτι εἰσί τινα παράλογα καὶ λανθάνουσιν ὅτι εἰσὶ παρά λογα, οἷον λέγομεν ἐμαυτὸν ἔτυψα, σαυτὸν ἔτυψας, ἑαυτὸν ἔτυψε· τὸ οὖν τρίτου προσώπου ὑπάρχον ἐὰν τολμήσῃ ἐνταῦθα ὑπεισελθεῖν εἰς χρείαν πρώτου ἢ δευτέρου προσώπου, οἷον ἑαυτὸν ἔτυψα, ἑαυτὸν ἔτυψας, ἐλέγχεται ἐκ τῶν εὐλόγως προσφερομένων τοῦ ἐμαυτόν καὶ σαυτόν, καὶ οὐ λανθάνει ἡ παραλογία· ἐὰν δὲ ἐν τοῖς πληθυντικοῖς ὑπεισέλθῃ εἰς χρείαν τοῦ πρώτου καὶ δευτέρου προσώπου τὸ τρίτον 126 πρόσωπον, καὶ εἴπωμεν ἑαυτοὺς ἐτύψαμεν, ἑαυτοὺς ἐτύψατε, λανθάνει ἡ παραλογία ἐνταῦθα, ἐπειδὴ ἡ ἀντωνυμία σύνθετος ἐν τοῖς πληθυντι κοῖς οὐκ ἔστι, καὶ λοιπὸν οὐκ ἔχει τι τὸ ὀφεῖλον ἐλέγξαι τὴν παρα λογίαν· οὕτως οὖν καὶ ἐνταῦθα, ἐπειδὴ τὸ εἶπα καὶ ἤνεγκα οὐκ ἔχουσι μέλλοντας ἐν χρήσει, τούτου χάριν οὐ κωλύονται κλίνεσθαι καὶ εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις· τὸ δὲ ἔδωκα ἔθηκα καὶ ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα, ἐξ οὗ τὸ ἀφῆκα), ἐπειδὴ ἔχουσι μέλλοντας ἐν χρήσει τοὺς ὀφείλοντας ἐλέγξαι τὴν παραλογίαν αὐτῶν, λέγω δὴ τὸ θήσω δώσω ἥσω, <Ρ 515> ἥσω γὰρ καὶ ἐγώ (ἀντὶ τοῦ πέμψω, ἐξ οὗ τὸ ἀφήσω), τούτου χάριν κωλύονται κλίνεσθαι εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις. Ταῦτα μὲν ὁ Ἀπολλώνιος. Ὁ δὲ Ἡρωδιανὸς ἄλλην ἀπολογίαν παραδίδωσιν ἔχουσαν οὕτως· τὸ εἶπα διὰ τοῦ ˉψ ὤφειλεν ἐκφέρεσθαι, ἐπειδὴ καὶ ὁ μέλλων τὸ ˉψ ἔχει, ἔψω γάρ ἐστιν, τοῦ δὲ μέλλοντος τὸ ˉψ ἔχοντος καὶ ὁ πρῶτος ἀόριστος διὰ τοῦ ˉψ ἐκφέρεται, οἷον γράψω ἔγραψα, τύψω ἔτυψα· καὶ πάλιν τὸ ἤνεγκα διὰ τοῦ ˉξ ὤφειλεν ἐκφέρεσθαι, ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ ˉξ ἐκφέρεται, ἐνέγξω γάρ ἐστιν ὁ μέλλων, τοῦ δὲ μέλλοντος τὸ ˉξ ἔχοντος καὶ ὁ πρῶτος ἀόριστος διὰ τοῦ ˉξ ἐκφέρεται, οἷον λέξω ἔλεξα, νύξω ἔνυξα· ἐπειδὴ οὖν τὸ εἶπα διὰ τοῦ ˉψ ὤφειλεν <ἐκφέρεσθαι> καὶ τὸ ἤνεγκα διὰ τοῦ ˉξ, οὐκ ἐγένετο δὲ οὕτως, ἀλλὰ τὸ μὲν διὰ τοῦ ˉπ, τὸ δὲ διὰ τοῦ ˉκ, τὸ δὲ ˉκ συγγένειαν ἔχει πρὸς τὸ ˉξ καὶ τὸ ˉπ πρὸς τὸ ˉψτὸ μὲν γὰρ ˉξ ἐκ τοῦ ˉκ καὶ ˉς δοκεῖ συγκεῖσθαι, τὸ δὲ ˉψ ἐκ τοῦ ˉπ καὶ ˉςεἰκότως, ὡς μέρος τι τῆς ἀναλογίας φυλάξαντα, ἀκωλύ τως κλίνονται καὶ εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις. Τὸ δὲ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα, ἐξ οὗ τὸ ἀφῆκα) διὰ τοῦ ˉς ὤφειλεν εἶναι, ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ ˉς ἐκφέρεται, δώσω γὰρ καὶ θήσω καὶ ἥσω ἐστίν (ἐξ οὗ τὸ ἀφήσω), τοῦ δὲ μέλλον τος διὰ τοῦ ˉς ὄντος καὶ ὁ πρῶτος ἀόριστος διὰ τοῦ ˉς ἐκφέρεται, οἷον ποιήσω ἐποίησα, νοήσω ἐνόησα ἐπειδὴ οὖν τὸ ἔθηκα ἔδωκα ἧκα διὰ τοῦ ˉς ὤφειλεν εἶναι, οὐκ ἐγένετο δὲ οὕτως, ἀλλὰ διὰ τοῦ ˉκ, τὸ δὲ ˉκ πρὸς τὸ ˉς οὐδεμίαν συγγένειαν ἔχει, εἰκότως, ὡς μὴ φυλάξαντα μέρος τι τῆς ἀναλογίας, κωλύονται κλίνεσθαι καὶ εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις. Ταῦτα μὲν ἐν τούτοις. ∆εῖ δὲ γινώσκειν, ὅτι οἱ Βοιωτοὶ τὸ