ἐνεργητικοὶ παρακείμενοι, εἰ μὲν ὦσιν ἀπὸ περισπωμένων θεμάτων, πρὸς τὴν παρα λήγουσαν κανονίζονται· εἰ μὲν γὰρ μακρᾷ παραλήγονται, τρέπουσι μόνον τὴν ˉκˉα εἰς ˉμˉαˉι καὶ ποιοῦσι τὸν παθητικὸν παρακείμενον, οἷον πεποίηκα πεποίημαι, νενόηκα νενόημαι, βεβόηκα βεβόημαι, κεχρύσωκα κεχρύσωμαι, 185 ὤρθωκα ὤρθωμαι· εἰ δὲ βραχείᾳ παραλήγονται, καὶ τὸ ˉς προσλαμβά νουσιν ἐν τῷ παθητικῷ παρακειμένῳ μετὰ τὴν τροπὴν τῆς ˉκˉα εἰς ˉμˉαˉι, οἷον τετέλεκα τετέλεσμαι, γεγέλακα γεγέλασμαι, κεχάλακα κεχάλασμαι, κέκλακα κέκλασμαι, τέθλακα τέθλασμαι, ἤρκεκα ἤρκεσμαι. Οἱ δὲ ἀπὸ τῶν εἰς ˉμˉι τρέπουσι τὴν ˉκˉα εἰς ˉμˉαˉι καὶ συστέλλουσι τὴν παραλήγουσαν καὶ ποιοῦσι τὸν παθητικὸν παρακείμενον, οἷον τέθεικα τέθεμαι, καὶ κατὰ πλεονασμὸν τοῦ ˉι γίνεται τέθειμαι διὰ τῆς ˉεˉι διφθόγγου, ἕστηκα ἕσταμαι, [πέπωκα πέπομαι] δέδωκα δέδομαι. Ταῦτα περὶ τῶν ἀπὸ τῶν εἰς ˉω περισπωμένων καὶ περὶ τῶν ἀπὸ τῶν εἰς ˉμˉι. Εἰ δέ εἰσιν ἀπὸ βαρυτόνων θεμάτων οἱ εἰς ˉκˉα ἐνεργητικοὶ παρακείμενοι, εἴτε βραχεία εἴτε μακρᾷ παραλήγονται, τρέπουσι τὴν ˉκˉα εἰς ˉμˉαˉι καὶ προσλαμβάνουσι τὸ ˉς καὶ ποιοῦσι τὸν παθητικὸν παρακείμενον, οἷον νένηκα νένησμαι, πέπεικα πέπεισμαι, ἐρράπικα ἐρράπισμαι, λελέπικα λελέπισμαι, λελάκτικα λελάκτισμαι, πέφρακα πέφρασμαι, ἥρπακα ἥρπασμαι, χωρὶς <τῶν> τῆς πέμπτης συζυγίας· ταῦτα γὰρ παρ' ἡμῖν τροπῇ τῆς ˉκˉα εἰς ˉμˉαˉι ποιοῦσι τὸν παθητικὸν παρακείμενον, οἷον τέτιλκα τέτιλμαι, ἔσπαρκα ἔσπαρμαι, ἔσταλκα ἔσταλμαι, ἔφθαρκα ἔφθαρμαι, κέκαρκα κέκαρμαι, κέκλικα κέκλι μαι, πέπλυκα πέπλυμαι, κέκρικα κέκριμαι, τέτακα τέταμαι· καὶ ταῦτα γὰρ τῆς πέμπτης συζυγίας τῶν βαρυτόνων εἰσίν, εἰ καὶ ἀπέβαλον τὸ ˉν ἐν τῷ ἐνεργητικῷ παρακειμένῳ, ὡς ἐν τῇ περὶ τούτου διδασκαλίᾳ μεμα θήκαμεν· πρόσκειται παρ' ἡμῖν, ἐπειδὴ οἱ Ἀθηναῖοι πολλάκις τὸ ˉμ εἰς ˉς τρέπουσι κατὰ τὸν παθητικὸν παρακείμενον ἐπὶ τῆς πέμπτης συζυγίας, <οἷον> μεμόλυμμαι μεμόλυσμαι, ὕφαμμαι ὕφασμαι, μεμίαμμαι μεμίασμαι.
∆εῖ προσθεῖναι καὶ χωρὶς ὀλίγων τῆς ἕκτης συζυγίας· καὶ γὰρ τὰ τῆς ἕκτης συζυγίας πῇ μὲν προσλαμβάνουσι τὸ ˉς κατὰ τὸν παθητικὸν παρακείμενον, πῇ δὲ οὐ προσλαμβάνουσιν αὐτό, οἷον σβέω σβέσω ἔσβεκα ἔσβεσμαι, ξέω ξέσω ἔξεκα ἔξεσμαι, κελεύω κελεύσω κεκέ λευκα κεκέλευσμαι (ἀφ' οὗ τὸ ἐκελεύσθην), κρούω κρούσω κέκρουκα κέκρουσμαι, ἱππεύω ἱππεύσω ἵππευκα ἵππευμαι, βασιλεύω βασιλεύσω βεβασίλευκα βεβασίλευμαι, τοξεύω τοξεύσω τετόξευκα τετόξευμαι. Ἰστέον δὲ ὅτι πότε προσλαμβάνει ἡ ἕκτη συζυγία τὸ ˉς κατὰ τὸν παθητικὸν παρακείμενον καὶ πότε οὐ προσλαμβάνει, οὐκ ἔστιν ἀπὸ κανόνος γνῶναι ἀλλ' ἀπὸ τῆς χρήσεως· οὐδὲ γὰρ δυνάμεθα ἐπὶ τῆς ἕκτης συζυγίας πρὸς τὴν παραλήγουσαν κανονίσαι, ὥσπερ ἐπὶ τῶν συζυγιῶν τῶν περι σπωμένων, ὅτι εἰ μὲν μακρᾷ παραλήγεται, οὐ προσλαμβάνει τὸ ˉς, εἰ δὲ 186 βραχείᾳ παραλήγεται, προσλαμβάνει τὸ ˉς· ἰδοὺ γὰρ τὸ μὲν κεκέλευκα καὶ κέκρουκα μακρᾷ παραληγόμενα προσλαμβάνουσι τὸ ˉς, οἷον κεκέ λευσμαι κέκρουσμαι, τὸ δὲ λέλυκα καὶ τέθυκα βραχείᾳ παραληγόμενα οὐ προσλαμβάνουσι τὸ ˉς, οἷον λέλυμαι τέθυμαι. Ταῦτα μὲν περὶ τούτων. Μηδεὶς δὲ οἰέσθω, τὸ ἔρραγκα καὶ μεμίαγκα καὶ μεμόλυγκα ἐν τῷ ἔρραμμαι καὶ μεμίαμμαι καὶ μεμόλυμμαι παθητικῷ παρακειμένῳ ἕτερον ˉμ προσειληφέναι· τὸ γὰρ ˉγ ἐν τῷ ἔρραγκα καὶ μεμίαγκα καὶ μεμόλυγκα ἐνεργητικῷ παρακειμένῳ δυνάμει ˉν ἐστίν, ἀπὸ γὰρ τοῦ ῥαίνω καὶ μιαίνω καὶ μολύνω γέγονεν, ὅπερ ˉν πῇ μὲν εἰς τὸ ˉγ τρέπεται, ὡς ἐν τῷ ἔρραγκα μεμίαγκα μεμόλυγκα ἐνεργητικῷ παρακειμένῳ, πῇ δὲ εἰς τὸ ˉμ, ὡς ἐν τῷ ἔρραμμαι μεμίαμμαι μεμόλυμμαι παθητικῷ παρακειμένῳ· καὶ ἐν μὲν τῷ ἔρραγκα καὶ μεμίαγκα καὶ μεμόλυγκα ἐνεργητικῷ παρα κειμένῳ τὸ ˉν εἰς τὸ ˉγ τρέπεται διὰ τὴν ἐπιφορὰν τοῦ ˉκ· τὸ γὰρ ˉν ἐπιφερομένου τοῦ ˉγ ἢ ˉκ ἢ ˉχ ἢ ˉξ ἐν μιᾷ λέξει εἰς τὸ ˉγ τρέπεται, οἷον σύγχυσις συγγενής συγκληρονόμος συγξηρᾶναι· πρόσκειται ἐν μιᾷ λέξει διὰ τὸ σὺν Γεωργίῳ, ἐν χειρί· ἐνταῦθα γὰρ οὐκ ἐτράπη τὸ ˉν εἰς τὸ ˉγ ἐπιφερομένου τοῦ ˉγ