ἐνεστῶτα καὶ παρατατικὸν ὁμοῦ φαμεν, οἷον τύπτειν τύπτοιμι, καὶ παρακείμενον καὶ ὑπερσυντέλικον ὁμοῦ, οἷον τετυφέναι τετύφοιμι, ἀόριστον δὲ ἰδίᾳ καὶ μέλλοντα ἰδίᾳ, οἷον τύψαι τύψειν, τύψαιμι τύψοιμι· ἐν δὲ τοῖς προστακτικοῖς καὶ ὑποτακτικοῖς πάντες οἱ χρόνοι συνημμένοι εἰσίν· ἐνεστῶτα γὰρ καὶ παρατατικὸν ὁμοῦ φαμεν, οἷον τύπτε ἐὰν τύπτω, καὶ παρακείμενον καὶ ὑπερσυντέλικον ὁμοῦ, οἷον τέτυφε ἐὰν τετύφω, καὶ ἀόριστον καὶ μέλλοντα ὁμοῦ, οἷον τύψον ἐὰν τύψω. ∆ιὰ ταύτην οὖν τὴν αἰτίαν, ὡς ἔχουσα ἡ ὁριστικὴ πάντας τοὺς χρόνους διακεχωρισμένους, προτέτακται τῶν ἄλλων ἐγκλίσεων. Κατὰ δεύτερον δὲ λόγον, ὅτι πᾶσα παραγωγὴ καὶ πᾶσα σύνθεσις ἀπὸ ῥημάτων γινομένη ἐκ τῶν ὁριστικῶν γίνεται, καὶ οὐκ ἐκ τῶν ἄλλων ἐγκλίσεων, οἷον πατροτύπτης ἀπὸ τοῦ τύπτω, Ἀριστοφάνης ἀπὸ τοῦ φαίνω, ∆ιοπείθης ἀπὸ τοῦ πείθω, ∆ιομήδης ἀπὸ τοῦ μήδω (σημαίνει δὲ τὸ βουλεύομαι), γράμμα ἀπὸ τοῦ γέγραμμαι, ψάλτης ἀπὸ τοῦ ἔψαλται, δότης ἀπὸ τοῦ δέδοται, θύτης ἀπὸ τοῦ τέθυται. Κατὰ τρίτον δὲ λόγον, ὅτι καὶ αἱ ἄλλαι ἐγκλίσεις σκοπὸν ἔχουσι προκόψαι εἰς τὴν ὁριστικὴν καὶ ἴσασι προϋπάρχουσαν αὐτήν· ὁ γὰρ λέγων τινὶ τύπτε ἢ γράφε διὰ τοῦτο λέγει, ἵνα εἴπῃ ἐκεῖνος γράφω ἢ ἔγραψα καὶ τύπτω ἢ ἔτυψα· καὶ ὁ λέγων ὑγιαίνοιμι διὰ τοῦτο εὔχεται, ἵνα ἔλθῃ εἰς αὐτὸ τὸ πρᾶγμα καὶ εἴπῃ ὑγιαίνω· καὶ ὁ λέγων ἐὰν ὑγιάνω διὰ τοῦτο διστάζει, ἵνα ἔλθῃ εἰς αὐτὸ τὸ πρᾶγμα καὶ εἴπῃ ὑγιαίνω ἢ ὑγίανα. Εἰκότως οὖν προτέτακται ἡ ὁριστικὴ τῶν ἄλλων ἐγκλίσεων. ∆ευτέρα ἡ ἀπαρέμφατος, καὶ τοῦτο εὐλόγως, εἴγε, ὡς εἴρηται, ὤφειλε καὶ πρώτη εἶναι· ἀλλ' ἐπειδή, ὡς εἴπομεν, ἀμφιβάλλεται εἴτε ῥῆμά ἐστιν εἴτε οὔ, οὐ δεῖ δὲ τὰς ἀρχὰς ἐκ τῶν ἀμφιβαλλομένων ποιεῖσθαι, διὰ τοῦτο οὐ προτέτακται. Ἔλθωμεν δὲ καὶ εἴπωμεν, πῶς ἀμφιβάλλεται ἡ ἀπαρέμφατος εἰ ῥῆμά ἐστιν ἢ οὔ. ∆εῖ γινώσκειν, ὅτι πᾶν ῥῆμα θέλει ἔχειν πρόσωπα, θέλει ἔχειν θέλημα ψυχῆς, θέλει ἔχειν ἀριθμούς· τὰ δὲ ἀπαρέμφατα οὐδὲν ἐκ τούτων ἔχουσιν, οὔτε γὰρ πρό σωπα ἔχουσιν οὔτε θέλημα ψυχῆς οὔτε ἀριθμούς· ἐντεῦθεν οὐκ ἄρα ῥήματά εἰσιν. Ἄλλως τε δὲ οὐδέποτε δύο ῥήματα ἄνευ συνδέσμου παρα λαμβανόμενα τέλειον λόγον ἀποτελοῦσιν, οὐδεὶς γὰρ λέγει τύπτω ἀνά γνωθι ἢ τύπτω ἀναγινώσκω, ἀλλὰ μετὰ συνδέσμου, οἷον τύπτω καὶ ἀνάγνωθι, τύπτω καὶ γράφω, γράφω καὶ ἀναγινώσκω, ἐὰν λούσωμαι ὑγιαίνω· τὰ μέντοι ἀπαρέμφατα παραλαμβάνονται ἄνευ συνδέσμου μετὰ 7 ῥημάτων καὶ ἀποτελοῦσι τέλειον λόγον, ὡς τὸ βούλομαι ἀναγινώσκειν, προαιροῦμαι φιλοσοφεῖν, θέλω γράφειν· οὐκ ἄρα οὖν ῥήματα τὰ ἀπα ρέμφατα. Καὶ πάλιν δέον εἰπεῖν ῥήματα τὰ ἀπαρέμφατα· καὶ γὰρ τὰ ῥήματα ἔχουσιν ἐνέργειαν πάθος μεσότητα, οἷον τύπτω τύπτομαι τέτυπα, ἔχουσι διαφόρους χρόνους ἐν ἰδίοις μετασχηματισμοῖς, ἤγουν ἐν ἰδίαις μεταλλαγαῖς τῶν λέξεων, οἷον τύπτω ἔτυπτον τέτυφα τέτυπα ἐτετύ φειν ἐτετύπειν ἔτυψα ἔτυπον τύψω τυπῶ· ὁμοίως δὲ καὶ τὰ ἀπαρέμφατα ἔχουσιν ἐνέργειαν πάθος μεσότητα, ἔχουσι δὲ καὶ διαφόρους χρόνους ἐν ἰδίοις μετασχηματισμοῖς, οἷον τύπτειν τετυφέναι τετυπέναι τύψαι τύψειν τυπεῖν τύπτεσθαι· <ἄρα οὖν ῥήματα> τὰ ἀπαρέμφατα.
Περὶ δὲ τοῦ μὴ ἔχειν τὰ ἀπαρέμφατα μήτε πρόσωπα μήτε ἀριθμοὺς μήτε θέλημα ψυχῆς λέγομεν, ὅτι τὰ ἀπαρέμφατα ὀνόματά εἰσι τῶν πραγμάτων· ἀντὶ γὰρ τοῦ εἰπεῖν ὁ περίπατος λέγω τὸ περιπατεῖν, καὶ ἀντὶ τοῦ εἰπεῖν ἡ φιλοσοφία λέγω τὸ φιλοσοφεῖν· τὸ δὲ πρᾶγμα αὐτὸ καθ' ἑαυτὸ νοούμενον οὐ θεωρεῖται ἔν τινι, ὥσπερ ἡ λευκότης· αὐτὴ γὰρ καθ' ἑαυτὴν οὖσα οὐ θεωρεῖται ἔν τινι· τῷ αὐτῷ οὖν τρόπῳ καὶ τὰ ἀπαρέμφατα ὡς ὀνόματα ὄντα τῶν πραγμάτων αὐτὰ καθ' ἑαυτὰ ὄντα οὐκ ἐγένοντο ἔν τινι, μὴ γενόμενα δὲ ἔν τινι εἰκότως οὐδὲ <πρόσωπα> ἔχουσιν· τούτου χάριν οὐκ ἔχουσι τὰ ἀπαρέμφατα πρόσωπα. Προσώπων δὲ μὴ ὄντων εἰκότως οὐδὲ θέλημα ψυχῆς δύναται εἶναι· πῶς γὰρ δύναται εἶναι θέλημα ψυχῆς ἄνευ προσώπων; τὸ γὰρ μὴ ὂν πῶς ἔχει θελῆσαι; εἰκότως οὖν οὔτε θέλημα ψυχῆς ἔχουσι τὰ ἀπαρέμφατα. Ἀλλ' οὔτε δὲ ἀριθμὸς δύναται εἶναι προσώπων μὴ ὄντων· ἐκ γὰρ τῶν