παρακείμενος καὶ ὁ μέλλων τὸν αὐτὸν χρόνον θέλουσιν ἔχειν κατὰ τὴν παραλήγουσαν, οἷον τέτυφα τύψω, ἰδοὺ ἡ ˉτˉυ συλλαβὴ κατὰ τὸν παρακείμενον βραχεῖά ἐστιν, καὶ πάλιν πέπεικα πείσω, ἰδοὺ ἡ ˉπˉεˉι συλλαβὴ κατὰ τὸν παρακείμενον καὶ τὸν μέλλοντα φύσει μακρά ἐστιν. Ἡ δὲ πέμπτη τὰ ἀμετάβολα τηρεῖ μετὰ συστολῆς τῆς παραληγούσης καὶ περισπωμένου τόνου. Ἐνταῦθα περὶ τοῦ μέλλοντος τῆς πέμπτης συζυγίας διαλαμβάνει καὶ λέγει, ὅτι ἡ πέμπτη συζυγία τὰ ἀμετάβολα τηρεῖ κατὰ τὸν μέλλοντα μετὰ συστολῆς τῆς 158 παραληγούσης καὶ περισπωμένου τόνου· μετὰ συστολῆς δὲ τῆς παρα ληγούσης, εἴ γε μακρὰ εὑρεθῇ ἡ παραλήγουσα ἐν τῷ ἐνεστῶτι, οἷον κείρω κερῶ, φθείρω φθερῶ, σπείρω σπερῶ, κτείνω κτενῶ, ῥαίνω ῥανῶ, μιαίνω μιανῶ, λιαίνω λιανῶ, μολύνω μολυνῶ, τίλλω τιλῶ, ποικίλλω ποικιλῶ, στέλλω στελῶ, ἀγγέλλω ἀγγελῶ, πάλλω παλῶ· πρόσκειται εἴ γε μακρὰ εὑρεθῇ ἡ παραλήγουσα ἐν τῷ ἐνεστῶτι, ἐπειδὴ ἐὰν βρα χεῖα εὑρεθῇ ἡ παραλήγουσα ἐν τῷ ἐνεστῶτι, ἡ αὐτὴ φυλάττεται καὶ ἐν τῷ μέλλοντι, οἷον μένω μενῶ, νέμω νεμῶ, δέμω δεμῶ, βρέμω βρεμῶ. Εὐλόγως δὲ ἡ πέμπτη συζυγία τὰ ἀμετάβολα τηρεῖ κατὰ τὸν μέλλοντα μετὰ συστολῆς τῆς παραληγούσης καὶ περισπωμένου τόνου· ἐμάθομεν γὰρ ὅτι ἀναλογεῖ ὁ μέλλων μὲν τῇ εὐθείᾳ, ὁ δὲ ἐνεστὼς τῇ γενικῇ· ἐπειδὴ οὖν ὅτε ἡ εὐθεῖα δι' ἀμεταβόλου ἐκφέρεται, τότε καὶ ἡ γενικὴ διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται, οἷον Ἕκτωρ Ἕκτορος, Πλάτων Πλάτωνος, Θέων Θέωνοςτὸ γὰρ ἧπαρ ἥπατος καὶ δέλεαρ δελέατος ἑτερόκλιτα λέγουσιν εἶναι ὡς ἀπὸ τῆς εἰς ˉς καταλήξεως, οἷον ἀπὸ τοῦ ἧπας καὶ δέλεαςτούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς δι' ἀμεταβόλου ἐκφέρεται, τότε καὶ ὁ μέλλων διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται, οἷον κείρω κερῶ, φθείρω φθερῶ, ῥαίνω ῥανῶ, τίλλω τιλῶ, νέμω νεμῶ. Ἐπειδὴ δὲ τὰ χαρακτηριστικὰ τοῦ βαρυτόνου ἐνεστῶτος οὐ δύνανται καὶ χαρακτηριστικὰ βαρυτόνου μέλλοντος εἶναικαὶ γὰρ τὸ ˉκ καὶ ˉπ χαρακτηριστικὰ ὄντα βαρυτόνου ἐνεστῶτος, ὡς ἐπὶ τοῦ πλέκω καὶ τρέπω, οὐκ εἰσὶ χαρακτηριστικὰ βαρυτόνου μέλλοντος ἀλλὰ περισπωμένου, ὡς ἐπὶ τοῦ τυπῶ δευτέρου μέλλοντοςτούτου χάριν <περισπῶνται οἱ> μέλλοντες τῆς πέμπτης συζυγίας, ἵνα μὴ εὑρεθῶσι τὰ χαρακτηριστικὰ τοῦ βαρυτόνου ἐνεστῶτος, φημὶ δὴ τὰ ἀμετάβολα, χαρακτηριστικὰ καὶ βαρυτόνου μέλλοντος. Ἐπειδὴ δὲ περισπῶνται, εὐλόγως τὴν παρα λήγουσαν συστέλλουσιν· καὶ γὰρ οἱ περισπώμενοι μέλλοντες βραχείᾳ θέλουσι παραλήγεσθαι, οἷον τυπῶ πλακῶ λακτιῶ βαδιῶ λεπιῶ συριῶ κουφιῶ ἐλπιῶ· δεῖ προσθεῖναι <χωρὶς τῶν> ∆ωρικῶν· οἱ γὰρ ∆ωριεῖς τὸν ποιήσω μέλλοντα μακρᾷ παραληγόμενον περισπῶσι ποιησῶ λέγον τες· πάντας γὰρ τοὺς ὁριστικοὺς μέλλοντας περισπῶσιν οἱ ∆ωριεῖς, <οἷον> τυψῶ γραψῶ λεξῶ ἀμελξῶ. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί οἱ ∆ωριεῖς πάντας τοὺς ὁριστικοὺς μέλλοντας περισπῶσιν. Καὶ ἔστιν εἰπεῖν, ὅτι πολλάκις οἱ ∆ωριεῖς ἐναλ λαγὰς ποιοῦνται <τόνων> πρὸς τὴν κοινὴν διάλεκτον· καὶ γὰρ τὰς 159 παρ' ἡμῖν προπερισπωμένας λέξεις αὐτοὶ <πολλάκις> παροξύνουσιν, οἷον παῖδες παίδες, αἶγες <αἴγες>, φῶτες φώτες· καὶ πάλιν τὰς παρ' ἡμῖν βαρυτόνους λέξεις αὐτοὶ πολλάκις περισπῶσιν, τὸ γὰρ πάντων καὶ παίδων παντῶν καὶ παιδῶν λέγουσι περισπωμένως· καὶ πάλιν τὰς παρ' ἡμῖν περισπωμένας λέξεις αὐτοὶ πολλάκις συστέλλοντες ὀξύνουσιν, οἷον τὸ δασμηφορεῖν καὶ ποιεῖν αὐτοὶ δασμηφορέν καὶ ποιέν λέγουσιν· δασμηφορεῖν δέ ἐστι τὸ <φέρειν τὰ δημόσια>· ἐπειδὴ οὖν <πολλάκις> ἐναλλαγὰς τόνων ποιοῦνται οἱ ∆ωριεῖς πρὸς τὴν κοινὴν διάλεκτον, εἰκότως περισπῶσι <τοὺς ὁριστικοὺς μέλλοντας>, ἵνα καὶ ἐπὶ τούτων ἐναλλαγὴν ποιήσωνται τόνου πρὸς τὴν κοινὴν διάλεκτον. Ἡ δὲ ἕκτη τὸ ˉς, οἷον ἱππεύω ἱππεύσω. <Ἐνταῦθα περὶ> τοῦ μέλλοντος τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων διαλαμβάνει· καὶ ἰστέον, ὅτι ἡ ἕκτη συζυγία τῶν βαρυτόνων πρὸ τοῦ ˉω προσλαμβάνουσα τὸ ˉς τὸν μέλλοντα ἀποτελεῖ, οἷον ἱππεύω ἱππεύσω, δουλεύω δου λεύσω, βασιλεύω βασιλεύσω, κρούω κρούσω, πταίω πταίσω, παίω παίσω (σημαίνει