παρακειμένου καὶ ὑπερ συντελίκου. Τετυπέτω. ∆υϊκά· τετύπετον, τετυπέτων. Πλη θυντικά· τετύπετε, τετυπέτωσαν· εἴρηται. Ἀορίστου πρώτου καὶ μέλλοντος.Τύψον. Ἐνταῦθα περὶ τῶν προστακτικῶν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος διαλαμβάνει καὶ λέγει, ὅτι ἔδει καὶ τὸν ἀόριστον ἐκ τοῦ ἰδίου ὁριστικοῦ τρίτου προσώπου ἑνικοῦ ποιεῖν τὸ προστακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος κατὰ ἀποβολὴν τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, οἷον ἔτυψεν ἐκεῖνος τύψε σύ, ἔγραψεν ἐκεῖνος γράψε σύ, ὥσπερ ἔτυπτεν ἐκεῖνος τύπτε σύ, ἔγραφεν ἐκεῖνος γράφε σύ· ἀλλ' ἐγέ νετο, φησίν, εἰς ˉοˉν τὸ προστακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλλον τος Συρρακουσίων ἔθει· οἱ Συρρακούσιοι δὲ τῆς ∆ωριέων διαλέκτου εἰσίν· οὗτοι γὰρ τὰ προστακτικὰ τοῦ δευτέρου ἀορίστου εἰς ˉοˉν μετα 239 ποιοῦσιν, τὸ λάβε λάβον λέγοντες καὶ τὸ ἄνελε ἄνελον καὶ τὸ νύγε νύγον· οὕτως οὖν καὶ τὸ προστακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλ λοντος κατὰ μίμησιν τῶν Συρρακουσίων εἰς ˉοˉν ἐγένετο, οἷον ἔτυψε τύψον, ἐποίησε ποίησον, ἔγραψε γράψον, ἔλουσε λοῦσον. Καὶ λέγει ὁ Ἡρωδιανός, ὅτι εἰκότως εἰς ˉοˉν ἐγένετο τὸ προστακτικὸν τοῦ πρώ του ἀορίστου καὶ μέλλοντος· εἰς ˉε γάρ, φησίν, οὐκ ἠδύνατο γενέσθαι, ἐπειδὴ τὸ ˉε οὐκ ἔστιν ἐνταῦθα γνήσιον τοῦ τρίτου προσώπου τοῦ ὁρι στικοῦ ἑνικοῦ· πᾶν γὰρ δεύτερον πρόσωπον εἰς ˉς λῆγον, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, ἀποβολῇ τοῦ ˉς τὸ τρίτον ποιεῖ, οἷον τύπτεις τύπτει, ἔτυπτες ἔτυπτε, ἔλεγες ἔλεγε, ἔμαθες ἔμαθε, χωρὶς τοῦ ἐνε στῶτος τῶν εἰς ˉμˉι· ἐπ' ἐκείνων γὰρ οὐκ ἀποβάλλεται τὸ ˉς, ἀλλὰ τοὐ ναντίον καὶ τὸ ˉι προσέρχεται, οἷον τίθημι τίθης τίθησι, ἵστημι ἵστης ἵστησι, δίδωμι δίδως δίδωσι, ζεύγνυμι ζεύγνυς ζεύγνυσι· εἰ οὖν ἔτυψας ἐστὶ τὸ δεύτερον πρόσωπον, δηλονότι καὶ τὸ τρίτον ὤφειλεν εἶναι ἔτυψα ἐκεῖνος κατὰ ἀποβολὴν τοῦ ˉς, ἀλλ' ἐπειδὴ οὐκ ἐνεδέχετο κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν αὐτὴν διάλεκτον ὁμοφωνεῖν τὸ τρίτον πρόσωπον τῷ πρώτῳ, τούτου χάριν καὶ τροπὴ παρηκολούθησε τοῦ ˉα εἰς ˉε, καὶ ἐγένετο ἔτυψε· ἐπειδὴ οὖν τὸ ˉε οὐκ ἔστι γνήσιον τοῦ τρίτου προσώπου τοῦ ἑνικοῦ τοῦ πρώτου ἀορίστουἐμάθομεν γάρ, ὅτι διὰ τοῦ ˉα ὤφειλεν εἶναιτούτου χάριν οὐκ ἐκφέρεται δι' αὐτοῦ, φημὶ δὴ διὰ τοῦ ˉε, τὸ προστακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος. Λέγει δὲ πάλιν ὁ Ἡρωδιανός, ὅτι μὴ δυνάμενον γενέσθαι εἰς ˉε, διατί οὐκ ἐγένετο εἰς ˉα, ἵνα τὸ κεχρεωστημένον ˉα τῷ τρίτῳ προσ ώπῳ τῶν ἑνικῶν τοῦ πρώτου ἀορίστου ἀναδέξηται τὸ προστακτικόν· οὐδὲ γὰρ ἔχει πρῶτον, ἵνα αὐτῷ συνεμπέσῃ, ὥσπερ ἐν τοῖς ὁριστικοῖς. Καὶ λέγει, ὅτι οὔτε εἰς ˉα ἠδύνατο γενέσθαι τὸ προστακτικὸν τοῦ πρώ του ἀορίστου καὶ μέλλοντος, ἐπειδὴ τὸ ˉα τοῦ πρώτου ἀορίστου συν εσταλμένον ἐστίν, οἷον ἔτυψα ἐποίησα ἐνόησα· οὐ δύναται δὲ τὸ προσ τακτικὸν διὰ τοῦ ˉα συνεσταλμένου ἐκφέρεσθαι, ἐπειδὴ τὰ εἰς ˉα λήγοντα προστακτικά, μὴ ὄντα κατὰ ἀποκοπήν, μακροκαταληκτεῖν θέλουσιν, οἷον βόα πέρα ἀκόνα γέλα ὅρα φύρα σίγα σιώπα τίμα κυβέρνα· εἰ οὖν ἐξ ηνέχθη τὸ προστακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος διὰ τοῦ ˉα, συνεσταλμένον ἤμελλεν ἔχειν τὸ ˉαὡς γὰρ εἴρηται, τὸ ˉα τοῦ πρώτου ἀορίστου συνεσταλμένον ἐστίνὅπερ <ἐστὶν> ἄτοπον· πρόσκειται μὴ ὄντα κατὰ ἀποκοπήν διὰ τὸ οὖτα· τοῦτο γὰρ συνεσταλμένον ἔχει τὸ 240 ˉα, ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ ἀπὸ τοῦ οὔταε γέγονε κατὰ ἀποκοπήν. Μὴ δυνάμενον οὖν τὸ προστακτικὸν τοῦ πρώτου ἀορί στου καὶ μέλλοντος μήτε εἰς ˉε εἶναι μήτε εἰς ˉα, ὡς δέδεικται, μήτε εἰς ˉθˉι, ἐπειδὴ οὐκ ἔχει τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένηνεἰ γὰρ καὶ εἰς ˉς καὶ διὰ τοῦ ˉνˉτ κλι νομένην αὐτὴν ἔχει, ἀλλ' οὐκ ὀξύτονον, οἷον τύψας τύψαντος, ἐκεῖνα δὲ ἔχουσι προστακτικὸν εἰς ˉθˉι, ὅσα ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον τυπείς τυπέντος τύπηθι, νυγείς νυγέντος νύγηθι, δαρείς δαρέντος δάρηθι, γνούς γνόν τος γνῶθιἐξ ἀνάγκης γέγονεν εἰς ˉοˉν, κατὰ μίμησιν, ὡς εἴρηται, τῶν Συρρακουσίων προστακτικῶν τοῦ δευτέρου ἀορίστου. Τούτου χάριν, φασί, καὶ τὰ προστακτικὰ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου τῆς ἐνεργητικῆς τε καὶ μέσης