παθητικῷ παρακειμένῳ μεμα θήκαμεν, ὁ παθητικὸς παρακείμενος συγκοπήν τε πέπονθε καὶ ἔνδειαν συλλαβῆς· τούτου οὖν χάριν ἐπενοήθη ὁ μετ' ὀλίγον μέλλων μιᾷ συλ λαβῇ περιττεύων τοῦ παθητικοῦ παρακειμένου, οἷον τέτυμμαι τετύψο μαι, ἵνα τὴν συλλαβὴν τὴν κεχρεωστημένην τῷ παθητικῷ παρακειμένῳ ἀναπληρώσῃ. Κανονίζεται δὲ ὁ μετ' ὀλίγον μέλλων τοῦτον τὸν τρόπον· ὁ παθητικὸς παρακείμενος κατὰ τὸ δεύτερον ἑαυτοῦ πρόσωπον πρὸ τῆς ˉαˉι διφθόγγου προσλαμβάνων τὸ ˉο καὶ ˉμ τὸν μετ' ὀλίγον μέλλοντα ποιεῖ, οἷον τέτυψαι τετύψομαι, βέβρωσαι βεβρώσομαι. Ἰστέον δὲ ὅτι πολλάκις ὁ μετ' ὀλίγον μέλλων καὶ ὁ μέσος μέλλων συνεμπίπτουσιν ἀλλήλοις, οἷον ὡς [ἐπὶ τούτου] ἐστὶν ὠθῶ ὠθήσω, καὶ ὁ μέσος μέλλων ὠθήσομαι, εἶτα ὁ παθητικὸς παρακείμενος ὤθημαι ὤθησαι, καὶ ὁ μετ' ὀλίγον μέλλων ὠθήσομαι· πάλιν ἐστὶν ἡβῶ ἡβήσω, καὶ ὁ μέσος μέλλων ἡβήσομαι, εἶτα ὁ παθητικὸς παρακείμενος ἥβημαι ἥβησαι, καὶ ὁ μετ' ὀλίγον μέλλων ἡβήσομαι· πάλιν ἐστὶν ἰξεύω ἰξεύσω, καὶ ὁ μέσος μέλλων ἰξεύσομαι, εἶτα ὁ παθητικὸς παρακείμενος ἴξευμαι ἴξευσαι, καὶ ὁ μετ' ὀλίγον μέλλων ἰξεύσομαι· πάλιν ἐστὶν ὑδρεύω ὑδρεύσω, καὶ ὁ μέσος μέλλων ὑδρεύσομαι, εἶτα ὁ παθητικὸς παρακείμενος ὕδρευμαι ὕδρευσαι, καὶ ὁ μετ' ὀλίγον μέλλων ὑδρεύσομαι· καὶ ἔστιν εἰπεῖν, ὅτι τότε ὁ μέσος μέλλων καὶ ὁ μετ' ὀλίγον μέλλων συνεμπίπτουσιν ἀλλήλοις, ἡνίκα ἡ αὐτὴ ἄρχουσα φυλάττεται ἐπὶ τοῦ ἐνεργητικοῦ μέλλοντος καὶ ἐπὶ τοῦ παθητικοῦ παρακειμένου· τοῦτο δὲ γίνεται ἐπὶ τῶν ἀρχομένων ἀπὸ 9 τοῦ ˉη ἢ ˉω ἢ ˉι ἢ ˉυ, ὡς τὰ προλεχθέντα παραδείγματα δεδηλώκασιν. ∆εῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι ἐπὶ τῶν ἀπὸ τοῦ ˉι ἢ ˉυ ἀρχομένων ὁ μὲν μέσος μέλλων συνεσταλμένα αὐτὰ ἔχει, ὁ δὲ μετ' ὀλίγον μέλλων ἐκτεταμένα, ἐπειδὴ καὶ ὁ παθητικὸς παρακείμενος ἐκτείνει αὐτά. Τετύψῃ, τετύψεται. ∆υϊκά. Τετυψόμεθον, τετύψεσθον, τετύψεσθον. Πληθυντικά. Τετυψόμεθα, τετύψεσθε, τετύ ψονται. Πεπλήρωται σὺν θεῷ ἡ ὁριστικὴ ἔγκλισις. Περὶ ἀπαρεμφάτων.Ἐδόκει τισὶ τὰ ἀπαρέμφατα μηδὲ ῥήματα εἶναι. Ἰστέον ὅτι τὰ ἀπαρέμφατα δευτέραν ἔχουσι τάξιν, καὶ τοῦτο εὐλόγως, εἴ γε καὶ πρώτην ὤφειλον ἐπέχειν τάξιν, ὡς ὄντα ἀρχαὶ καὶ οἱονεὶ ῥίζαι τῶν ῥημάτων· ἐξ αὐτῆς γὰρ τῆς ἀπαρεμφάτου γίνονται πᾶσαι αἱ ἐγκλίσεις καὶ εἰς αὐτὴν ἀναλύονται· ὥσπερ γὰρ ἐκ τῶν τεττάρων στοιχείων τὰ ἡμέτερα συνίστανται σώματα καὶ εἰς αὐτὰ πάλιν ἀναλύονται, ὡς καὶ ὁ ποιητὴς δηλοῖ λέγων <Η 99> ὕδωρ καὶ γαῖα γένοισθε, οὕτω καὶ ἐκ τῆς ἀπαρεμφάτου ἐγκλίσεως συνίστανται αἱ ἄλλαι ἐγκλίσεις καὶ εἰς αὐτὴν ἀναλύονται· ἐκ γὰρ τοῦ τύπτειν μεταλαμβάνω καὶ λέγω τύπτω καὶ τύπτε καὶ τύπτοιμι καὶ ἐὰν τύπτω, καὶ ἰδοὺ ἐξ αὐτῆς συνίστανται· ἀλλὰ καὶ εἰς αὐτὴν ἀναλύονται· ἐὰν γὰρ λέγω τύπτω καὶ ἐρωτηθῶ τί ὡρισάμην, λέγω τὸ τύπτειν, καὶ πάλιν ἐὰν λέγω τύπτοιμι καὶ ἐρωτηθῶ τί ηὐξάμην, λέγω τὸ τύπτειν, καὶ πάλιν ἐὰν εἴπω τύπτε καὶ ἐρωτηθῶ τί προσέταξα, λέγω τὸ τύπτειν, καὶ πάλιν ἐὰν εἴπω ἐὰν τύπτω καὶ ἐρωτηθῶ τί ἐδίστασα, λέγω ὅτι τὸ τύπτειν. Ἀλλ' ἐπειδή, ὡς δειχθή σεται, ἀμφιβάλλονται τὰ ἀπαρέμφατα, εἰ ἄρα εἰσὶ ῥήματα, εἰ ἄρα οὐκ εἰσὶ ῥήματα, οὐ δεῖ δὲ τὰς ἀρχὰς ἀπὸ τῶν ἀμφιβαλλομένων ποιεῖσθαι, διὰ τοῦτο οὐ προετάγησαν τῶν ἄλλων ἐγκλίσεων· μὴ προταγέντα οὖν τὰ ἀπαρέμφατα εἰκότως τὴν δευτέραν εἰλήφασι τάξιν, εἴ γε, ὡς εἴρηται, καὶ πρώτην ὤφειλον ἐπέχειν τάξιν. Ἰστέον δὲ ὅτι τινὲς τὴν ἀπαρέμφα τον τελευταίαν ἔταττον διὰ τὸ μὴ ἔχειν μήτε πρόσωπα μήτε ἀριθμοὺς μήτε θέλημα ψυχῆς, ὅθεν καὶ ἀπαρέμφατος λέγεται, παρὰ τὸ μὴ παρεμφαίνειν ἤγουν μὴ δηλοῦν μήτε πρόσωπα μήτε ἀριθμοὺς μήτε θέλημα ψυχῆς. Ταῦτα μὲν ἐν τούτοις. Ἔλθωμεν δὲ καὶ εἴπωμεν, πῶς ἀμφιβάλλονται τὰ ἀπαρέμφατα, εἰ ἄρα εἰσὶ ῥήματα, εἰ ἄρα οὐκ εἰσὶ ῥήματα. Καὶ δεῖ γινώσκειν, ὅτι πᾶν 210 ῥῆμα θέλει ἔχειν πρόσωπα, θέλει ἔχειν ἀριθμούς, θέλει ἔχειν θέλημα ψυχῆς, οἷον τύπτω τύπτεις τύπτει, τύπτετον τύπτετον, τύπτομεν τύπτετε τύπτουσιν· τὰ δὲ ἀπαρέμφατα οὐδὲν ἐκ τούτων ἔχουσιν· οὔτε γὰρ πρόσωπα ἔχουσιν οὔτε ἀριθμοὺς