πράγματος ὀφείλοντος πληρωθῆναι· ὁ γὰρ λέγων γράψειας εὔχεται ἵνα εἰς πέρας ἔλθῃ τοῦ 266 γράψαι, καὶ ὁ λέγων ποιήσειας εὔχεται ἵνα εἰς πέρας ἔλθῃ τοῦ ποιῆσαι· ὅθεν οὐ δεῖ λέγειν τινὶ ζήσειας, ἐπειδὴ εὑρίσκῃ εὐχόμενος ἵνα εἰς τὸ πέρας ἔλθῃ τῆς ζωῆς, ἤγουν ἵνα ἀποθάνῃ, καὶ λοιπὸν εὑρίσκῃ καταρώ μενος αὐτῷ. Τύψαις, τύψαι. ∆υϊκά· τύψαιτον, τυψαίτην. Πλη θυντικά· τύψαιμεν, τύψαιτε, τύψαιεν· εἴρηται. Ἀορίστου δευτέρου.Τύποιμι. Ἰστέον ὅτι ἐστὶ τυπών τυπόντος ἡ γενικὴ τῆς μετοχῆς, καὶ λοιπὸν τρέπουσα τὴν τελευταίαν συλλαβὴν εἰς ˉμˉι, καὶ πρὸ τοῦ ˉμ δεχομένη τὸ ˉι, καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνεκφωνηθῆναι στοι χεῖα, φημὶ δὴ τὸ ˉν, ποιεῖ τὸ εὐκτικόν, οἷον τύποιμι· εἰ γὰρ καὶ ἔχει τοῦτο τὴν μετοχὴν ὀξύτονον καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, ἀλλ' οὖν οὐκ ἔχει αὐτὴν εἰς ˉς, καὶ τούτου χάριν οὐκ ἔχει εἰς ˉηˉν καθαρὸν τὸ εὐκτι κόν. Τύποις, τύποι. ∆υϊκά· τύποιτον, τυποίτην. Πληθυντικά· τύποιμεν, τύποιτε, τύποιεν· εἴρηται. Μέλλοντος πρώτου.Τύψοιμι. Ἰστέον ὅτι ἐστὶ τύψων τύψοντος ἡ γενικὴ τῆς μετοχῆς, καὶ λοιπὸν τρέπουσα τὴν τελευταίαν συλλαβὴν εἰς ˉμˉι, καὶ πρὸ τοῦ ˉμ δεχομένη τὸ ˉι, καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνακουσθῆναι στοι χεῖα, φημὶ δὴ τὸ ˉν, ποιεῖ τὸ εὐκτικόν, οἷον τύψοιμι. Τύψοις, τύψοι. ∆υϊκά· τύψοιτον, τυψοίτην. Πληθυντικά· τύψοιμεν, τύψοιτε, τύψοιεν. Μέλλοντος δευτέρου.Τυποῖμι. Ἰστέον ὅτι ἐστὶν ἡ μετοχὴ τοῦ δευτέρου μέλλοντος τυπῶν τυποῦντος, καὶ λοιπὸν τρέπουσα τὴν τελευταίαν συλλαβὴν εἰς ˉμˉι, καὶ πρὸ τοῦ ˉμ δεχομένη τὸ ˉι, καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα σὺν αὐτῷ ἐκφωνηθῆναι στοιχεῖα, φημὶ δὴ τὸ ˉν, τὸ εὐκτικὸν ποιεῖ, καὶ ὤφειλεν εἶναι τυπούιμι διὰ τοῦ ˉο καὶ ˉυ καὶ ˉι· ἀλλ' ἐπειδὴ τρία φωνήεντα οὐ δύνανται ἐν μιᾷ συλλαβῇ παραλαμβάνεσθαι, ἀνάγκη ἓν ἐξ αὐτῶν ἀποβληθῆναι, καὶ ἐπειδὴ οὔτε τὸ ˉο ἠδύνατο ἀποβληθῆναι οὔτε τὸ ˉι διὰ τὴν προλεχθεῖσαν αἰτίαν, τούτου χάριν ἀπεβλήθη τὸ ˉυ, καὶ γέγονε τυποῖμι τὸ εὐκτικὸν διὰ τῆς ˉοˉι διφθόγγου. Ταῦτα μὲν ἐν 267 τούτοις. Ἰστέον δὲ ὅτι τὸ εὐκτικὸν τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργη τικοῦ καὶ τοῦ δευτέρου μέλλοντος, εἰ καὶ τῇ φωνῇ συνέπεσον, ἀλλ' οὖν τῷ τόνῳ διαστέλλονται· καὶ γὰρ τὸ μὲν εὐκτικὸν τοῦ δευτέρου ἀορίστου προπαροξύνεται, οἷον τύποιμι, τὸ δὲ εὐκτικὸν τοῦ δευτέρου μέλλοντος προπερισπᾶται, οἷον τυποῖμι. Τυποῖς, τυποῖ. ∆υϊκά· τυποῖτον, τυποίτην. Πληθυντικά· τυποῖμεν, τυποῖτε, τυποῖεν· εἴρηται. Εὐκτικὰ παθητικά χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ.Τυπτοίμην. Ἐνταῦθα τὸ εὐκτικὸν τοῦ ἐνεστῶτος καὶ παρατατι κοῦ τῶν παθητικῶν κανονίζει. Ἔστι δὲ εἰπεῖν καθολικὸν κανόνα τοιοῦτον· πᾶν ὁριστικὸν παθητικὸν ἢ μέσον ἔχον τὸ ˉμ κλιτικόν, τρέπον τὴν ἐσχάτην εἰς ˉμˉηˉν, ἐὰν μὴ ἔχῃ αὐτὴν εἰς ˉμˉηˉν, ἐὰν δὲ ἔχῃ αὐτὴν εἰς ˉμˉηˉν, φυλάττον αὐτήν, καὶ ἀποβάλλον τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασινδηλονότι χωρὶς τοῦ παρακειμένου, οὗτος γάρ, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασινκαὶ πρὸ τοῦ ˉμ δεχόμενον τὸ ˉι, χωρὶς τῶν τῆς τετάρτης συζυγίας τῶν εἰς ˉμˉι, τὸ εὐκτικὸν ποιεῖ, οἷον τύπτομαι τυπτοίμην, λέγο μαι λεγοίμην, βοῶμαι βοῴμην, γελῶμαι γελῴμην, τίθεμαι τιθείμην, ἵστα μαι ἱσταίμην, δίδομαι διδοίμην, πεποίημαι πεποιῄμην, νενόημαι νενοῄμην, ἐτυψάμην τυψαίμην, τέθεμαι τεθείμην, ἕσταμαι ἑσταίμην, δέδομαι δε δοίμην, ἐτυπόμην τυποίμην, τυφθήσομαι τυφθησοίμην, τύψομαι τυψοίμην, τετύψομαι τετυψοίμην. Τούτων οὕτως ἐχόντων ἀπὸ τοῦ τυποῦμαι καὶ ποιοῦμαι καὶ χρυσοῦμαι ὤφειλε τὸ εὐκτικὸν γενέσθαι τυπουΐμην καὶ ποιουΐμην καὶ χρυσουΐμην διὰ τοῦ ˉο καὶ ˉυ καὶ ˉι τῆς ἐσχάτης τραπείσης εἰς ˉμˉηˉν καὶ πρὸ τοῦ ˉμ τοῦ ˉι προσελθόντος· ἀλλ' ἐπειδὴ τρία φωνήεντα οὐ δύνανται ἐν μιᾷ συλλαβῇ παραλαμβάνεσθαι, ἀνάγκη ἓν ἐξ αὐτῶν ἀποβληθῆναι· καὶ ἐπειδὴ οὔτε τὸ ˉο ἠδύνατο ἀποβληθῆναι οὔτε τὸ ˉι, διὰ τὴν προλεχθεῖσαν αἰτίαν ἐν τῇ περὶ τοῦ ποιοῖμι καὶ χρυσοῖμι διδα σκαλίᾳ, τούτου χάριν ἀπεβλήθη τὸ ˉυ, καὶ γέγονε τυποίμην καὶ ποιοίμην καὶ χρυσοίμην διὰ τῆς ˉοˉι διφθόγγου. Ταῦτα μὲν ἐν τούτοις. 268