ποιέεται, καὶ κράσει τοῦ μὲν ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον γίνεται ποιοῦμαι, ὥσπερ χάλκεος χαλκοῦς, κατὰ κρᾶσιν δὲ τῶν δύο ˉεˉε εἰς τὴν ˉεˉι δίφθογγον ποιεῖται, ὥσπερ Πηλέες Πηλεῖς. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐν τῷ ποιεῖται τὰ δύο ˉεˉε εἰς τὴν ˉεˉι δίφθογγον κιρνῶνται καὶ μὴ εἰς τὸ ˉη· καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· τὰ εἰς ˉμˉαˉι καὶ τὰ εἰς ˉτˉαˉι τὰ ἴσα φωνή εντα θέλουσιν ἔχειν κατὰ τὴν παραλήγουσαν, οἷον τύπτομαι τύπτεται, λέγομαι λέγεται, βοῶμαι βοᾶται, χρυσοῦμαι χρυσοῦται, στεφανοῦμαι στεφανοῦται, ὀρθοῦμαι ὀρθοῦται· εἰ οὖν τὸ ποιοῦμαι διὰ δύο φωνηέν των ἐκφέρεται κατὰ τὴν παραλήγουσαν, δηλονότι καὶ τὸ ποιεῖται ἀναγκάζεται διὰ δύο φωνηέντων ἐκφέρεσθαι κατὰ τὴν παραλήγουσαν, καὶ δηλονότι εὐλόγως εἰς τὴν ˉεˉι δίφθογγον ἐγένετο ἡ κρᾶσις καὶ οὐκ εἰς τὸ ˉη· πάλιν ἐστὶ βοάομαι βοάεται, καὶ κατὰ κρᾶσιν τοῦ μὲν ˉα καὶ ˉο εἰς τὸ ˉω γίνεται βοῶμαι, ὥσπερ ἐλούσαο ἐλούσω, τοῦ δὲ ˉα καὶ ˉε εἰς ˉα μακρὸν βοᾶται, ὥσπερ τὰ ἐμά τἀμά· πάλιν ἐστὶ χρυσόομαι χρυσόεται, καὶ κατὰ κρᾶσιν τῶν μὲν δύο ˉοˉο εἰς τὴν ˉοˉυ δίφθογγον γί νεται χρυσοῦμαι, ὥσπερ νόος νοῦς, τοῦ δὲ ˉο καὶ ˉε πάλιν εἰς τὴν ˉοˉυ δίφθογγον χρυσοῦται, ὥσπερ τὸ ἐμόν τοὐμόν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι περιττῶς εἶπεν ὁ τεχνικός τὰ εἰς ˉμˉαˉι ἔχοντα τὸ ˉμ κλιτικόν, πάντα γὰρ τὰ εἰς ˉμˉαˉι κλιτικὸν ἔχουσι τὸ ˉμ· εἰ δέ τις εἴποι, ὅτι διὰ τὰ εἰς ˉμˉαˉι τὰ ἀπὸ τῶν εἰς ˉμˉι τοῦτο εἶπεν, τὰ γὰρ εἰς ˉμˉι ἀπὸ παραγωγῆς ἔχουσι τὸ ˉμτὸ γὰρ τίθημι ἀπὸ τοῦ τιθῶ γέγονε κατὰ παραγωγὴν καὶ τὸ ἵστημι ἀπὸ τοῦ ἱστῶλέγομεν, ὅτι εἰ καὶ τὰ εἰς ˉμˉι ἀπὸ παραγωγῆς ἔχουσι τὸ ˉμ, ἀλλ' οὖν τὰ παθητικὰ αὐτῶν ἀπὸ κλί 179 σεως ἔχουσι τὸ ˉμ· τροπὴ γὰρ τοῦ ˉμ ἐκείνου παρηκολούθησεν ἐν τοῖς παθητικοῖς εἰς ἕτερον ˉμ, ὅθεν καὶ αὐτὰ τροπῇ τῆς ˉμˉαˉι εἰς ˉτˉαˉι τὸ τρίτον πρόσωπον ποιοῦσιν, οἷον τίθεμαι τίθεται, ἵσταμαι ἵσταται· περιττῶς οὖν κεῖται τὸ ἔχοντα τὸ ˉμ κλιτικόν. ∆υϊκά. Τυπτόμεθον, τύπτεσθον, τύπτεσθον. Ἰστέον ὅτι τὸ μὲν πρῶτον πρόσωπον τῶν δυϊκῶν οὐκ ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν οὐκ ἔχει τὸ ˉμ ἐπὶ τῆς τελευ ταίας συλλαβῆς· τυπτόμεθα γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πλη θυντικῶν, καὶ τὸ ˉθ ἔχει ἐν τῇ τελευταίᾳ συλλαβῇ, οὐ τὸ ˉμ. Κανονίζεται δὲ ἐκ τοῦ πρώτου τῶν πληθυντικῶν τροπῇ τῆς ˉθˉα εἰς ˉθˉοˉν, οἷον τυπτό μεθα τυπτόμεθον· καθόλου γὰρ πᾶν πρῶτον πρόσωπον πληθυντικὸν εἰς ˉθˉα λῆγον τροπῇ τῆς ˉθˉα εἰς ˉθˉοˉν τὸ πρῶτον τῶν δυϊκῶν ποιεῖ, οἷον τυπτόμεθα τυπτόμεθον, λεγόμεθα λεγόμεθον, τετύμμεθα τετύμμεθον, ἐτυψάμεθα ἐτυψάμεθον, τυφθησόμεθα τυφθησόμεθον. Τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε τροπῇ τοῦ ˉε εἰς ˉοˉν, οἷον τύπτεσθε τύπτεσθον· καθόλου γὰρ πᾶν δεύτερον πληθυντικόν, εἴτε εἰς ˉτˉε λήγει εἴτε εἰς ˉσˉθˉε, τροπῇ τοῦ ˉε εἰς ˉοˉν τὸ δεύτερον τῶν δυϊκῶν ποιεῖ, οἷον τύπτετε τύπτετον, ἐτύψατε ἐτύψατον, τετύφατε τετύφατον, τύπτεσθε τύπτεσθον, ἐτύψασθε ἐτύψασθον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ὁμο φωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν εἰς ˉτˉαˉι λήγει. Πληθυντικά. Τυπτόμεθα. Κανονίζει τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τοῦτον τὸν τρόπον· πᾶν πρῶτον πρόσωπον ἑνικὸν ἔχον τὸ ˉμ κλιτικὸν μετὰ μακρᾶς τροπῇ τῆς τελευταίας συλ λαβῆς εἰς ˉμˉεˉθˉα τὸ πληθυντικὸν ποιεῖ, οἷον τύπτομαι τυπτόμεθα, ἐτυπτόμην ἐτυπτόμεθα, τέτυμμαι τετύμμεθα, τυφθήσομαι τυφθησόμεθα, τυπήσομαι τυπησόμεθα, ἐτυψάμην ἐτυψάμεθα, ἐτυπόμην ἐτυπόμεθα, τύψο μαι τυψόμεθα. Πρόσκειται ἔχον τὸ ˉμ κλιτικόν διὰ τὸ ἐδάμην· τοῦτο γὰρ ἔχει τὸ ˉμ καὶ μετὰ μακρᾶς, καὶ ὅμως οὐ ποιεῖ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τροπῇ τῆς τελευταίας συλλαβῆς εἰς ˉμˉεˉθˉα, οὐδὲ γὰρ λέγομεν ἐδάμεθα ἀλλ' ἐδάμημεν, ἐπειδὴ οὐκ ἔχει τὸ ˉμ κλιτι κὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό, δάμνω γάρ ἐστιν ὁ ἐνεστώς· μετὰ μακρᾶς δὲ πρόσκειται διὰ τὰ εἰς ˉμˉι εὐκτικά· ταῦτα γὰρ κλιτικὸν ἔχουσι τὸ ˉμ, καὶ ὅμως οὐ ποιοῦσιν εἰς ˉμˉεˉθˉα τὸ πληθυντικὸν ἀλλ' εἰς ˉμˉεˉν, οἷον τύπτοιμι