τὰ δὲ δυϊκὰ καὶ τὰ πλη θυντικὰ <ὡς> ἀπὸ τοῦ ἴω διὰ τοῦ ˉι. ∆εῖ δὲ γινώσκειν, ὅτι τὸ ἶσι τρίτον πληθυντικὸν διὰ τοῦτο ἐκτεταμένον ἔχει τὸ ˉι, τῶν δυϊκῶν καὶ τῶν πλη θυντικῶν συστελλόντων αὐτό, ἐπειδὴ τὰ εἰς ˉσˉι λήγοντα ῥήματα μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον τετύφασιν ἱστᾶσι διδοῦσιν· ἀμέλει ἐν τῷ ἴασιν, οἷον <Π 160> καί τ' ἀγεληδὸν ἴασιν, ἐπειδὴ τὸ ˉι οὐκ ἔστι κατὰ τὴν παραλήγουσαν, συστέλλεται. Ταῦτα μὲν ἐν τούτοις.
Ἰστέον δὲ ὅτι τὰ εἰς ˉμˉι ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, οἷον τίθημι εἶμι (ὃ σημαίνει τὸ πορεύομαι), χωρὶς τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω καὶ τοῦ φημί καὶ τοῦ ἠμί τοῦ σημαίνοντος τὸ λέγω. Ἔστι δὲ ἀπολογήσασθαι περὶ τοῦ εἰμί καὶ τοῦ φημί, ὅτι διὰ τοῦτο ταῦτα ὀξύνονται, ἐπειδὴ ἐγκλιτικά εἰσιν, οἷον ἄνθρωπός εἰμι, αἰδεῖσθαί φημι, τὰ δὲ ἐγκλιτικὰ αὐτὰ καθ' ἑαυτὰ ὄντα ἐν τῇ τελευταίᾳ συλλαβῇ θέλου σιν ἔχειν τὸν τόνον, οἷον ἐστί τινῶν πώς τέ· πρόσκειται αὐτὰ καθ' ἑαυτὰ ὄντα, ἐπειδὴ ἐν τῇ συντάξει ἀναπέμπουσι τὸν ἴδιον τόνον ἢ τῇ προηγουμένῃ λέξει, οἷον ἄνθρωπός ἐστιν, ὑπέρ τινων, καί πως, <Β 495> Ἀρκεσίλαός τε, ἢ τῇ προηγουμένῃ συλλαβῇ, οἷον ἤκουσαν ἥμων, δέδωκεν ἥμιν· οὕτως οὖν καὶ τὸ εἰμί καὶ τὸ φημί ἐγκλιτικὰ ὄντα, οἷον ἄνθρωπός εἰμι, ἐγώ φημι, εἰκότως ἐν τῇ τελευταίᾳ συλλαβῇ ἔχουσι τὸν τόνον αὐτὰ καθ' ἑαυτὰ ὄντα, ἐν δὲ τῇ τελευταίᾳ ἔχοντα τὸν τόνον εὐλόγως ὀξύνονται καὶ οὐ περισπῶνται, ἐπειδὴ βραχυκαταληκτοῦσιν· περισπωμένη γὰρ οὔτε ἐπάνω βραχείας τίθεται οὔτε ἐπάνω θέσει μακρᾶς· τὸ δὲ εἶμι τὸ σημαῖνον τὸ πορεύομαι οὐκ ἔστιν ἐγκλιτικόν, ὡς δηλοῖ ὁ τόνος· βαρύνεται γάρ. Τούτων οὕτως ἐχόντων ἰστέον, ὅτι τὰ εἰς ˉμˉι οὐ θέλουσι συμφώνῳ παραλήγεσθαι, οἷον τίθημι ἵστημι· ὅθεν ἡμάρτηται συμφώνῳ παραληγό μενον τὸ ἐσμί (σημαίνει δὲ τὸ ὑπάρχω)· τούτου οὖν χάριν, ὡς ἀνω τέρω εἴρηται, τὰ παραγόμενα εἰς ˉμˉι ἀπὸ βαρυτόνων ἀπὸ τῆς ἕκτης 327 συζυγίας παράγονται, οἷον ζευγνύω ζεύγνυμι, καὶ οὐκ ἀπὸ τῶν ἄλλων συζυγιῶν τῶν βαρυτόνων· εἰ γὰρ ἐγένοντο ἀπὸ τῶν ἄλλων συζυγιῶν τῶν βαρυτόνων, ἔμελλον παραλήγεσθαι συμφώνῳ, ἅτε δὴ τῶν ἄλλων συζυγιῶν τῶν βαρυτόνων διὰ συμφώνου ἐκφερομένων, ὅπερ ἐστὶν ἀδύνατον. Ἰστέον δὲ ὅτι οὐ μόνον κατὰ τοῦτο ἡμάρτηται τὸ ἐσμί, φημὶ δὴ καθότι παραλήγεται συμφώνῳ, ἀλλὰ καὶ ὅτι θέσει μακρᾷ παραλήγεται, τῶν εἰς ˉμˉι, ὥσπερ εἴρηται, φύσει μακρᾷ παραλήγεσθαι θελόντων, οἷον τίθημι δίδωμι ζεύγνυμι· τοῦτο δὲ τὸ ἐσμί οὔτε ἔστιν ἐν χρήσει, ἀλλ' ἐν ὑπομνήσει ἔχομεν ἐξ αὐτοῦ τὸ ἐσσί καὶ τὸ ἐστί, περὶ ὧν, εἰ θεῷ φίλον, ἐν τοῖς ἐφεξῆς μαθησόμεθα. Ἰστέον δὲ ὅτι τὰ εἰς ˉμˉι ἀναδιπλασιαζόμενα κατὰ τὸν ἐνεστῶτα τούτῳ τῷ τρόπῳ ἀναδιπλασιάζονται· εἰ μὲν τὸ πρωτότυπον ἀπὸ φω νήεντος ἄρχεται, διὰ τοῦ ˉι γίνεται μόνου ὁ ἀναδιπλασιασμός, <οἷον> ὧ ἱῶ ἵημι (τὸ πέμπω)· εἰ δὲ τὸ πρωτότυπον ἀπὸ συμφώνου ἄρχεται ἑνός, τότε δι' αὐτοῦ τοῦ συμφώνου καὶ τοῦ ˉι γίνεται ὁ ἀναδιπλασιασμός, οἷον δῶ διδῶ δίδωμι, βῶ βιβῶ βίβημι, θῶ τιθῶ τίθημι, τοῦ δασέος ˉθ διὰ τὴν κακοφωνίαν τραπέντος εἰς τὸ ἀντίστοιχον τὸ ψιλόν, φημὶ δὴ εἰς τὸ ˉτ· εἰ δὲ τὸ πρωτότυπον διὰ <δύο> συμφώνων ἄρχεται, εἰ μὲν μὴ ἔστιν ἄφωνον πρὸ ἀμεταβόλου, διὰ τοῦ ˉι μόνου γίνεται ὁ ἀναδιπλα σιασμός, οἷον στῶ ἱστῶ ἵστημι, εἰ δέ ἐστιν ἄφωνον πρὸ ἀμεταβόλου, τότε δι' αὐτοῦ τοῦ συμφώνου, φημὶ δὴ τοῦ ἀφώνου, γίνεται ὁ ἀνα διπλασιασμὸς καὶ τοῦ ˉι, οἷον πρῶ πιπρῶ πίπρημι καὶ πίμπρημι κατὰ πλεονασμὸν τοῦ ˉμ, πλῶ πιπλῶ πίπλημι καὶ κατὰ πλεονασμὸν τοῦ ˉμ πίμπλημι, χρῶ κιχρῶ κίχρημι, τοῦ δασέος ˉχ διὰ τὴν κακοφωνίαν τρα πέντος εἰς τὸ ἀντίστοιχον τὸ ψιλόν, φημὶ δὴ εἰς τὸ ˉκ. Τούτων οὕτως ἐχόντων ἀποροῦσί τινες λέγοντες, διὰ ποίαν αἰτίαν, ὥσπερ ἀπὸ τοῦ θῶ γίνεται κατὰ πλεονασμὸν τιθῶ τίθημι καὶ ἀπὸ τοῦ δῶ διδῶ δίδωμι, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ φῶ γίνεται μετὰ ἀναδιπλασιασμοῦ πιφῶ καὶ πίφημι, ἀλλὰ φημί λέγεται ἄνευ διπλασιασμοῦ. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται τὸ φημί ἀναδιπλασιασθῆναι, ἐπειδὴ ἐγκλιτικόν ἐστιν, οἷον αἰδεῖσθαί φημι· κανὼν δέ ἐστιν ὁ