καὶ τῶν συνδέσμων, οἷον Ἀχίλλευς σόφος, τὸ δὲ <εἰμί καὶ τὸ> ἠμί καὶ τὸ φημί ὀξύνονται· δῆλον οὖν ὅτι οὐκ εἰσὶν Αἰολικά· πρόσκειται χωρὶς τῶν προθέσεων καὶ τῶν συνδέσμων, ἐπειδὴ ἐπὶ τούτων οἱ Αἰολεῖς φυλάττουσι τὴν ὀξεῖαν τάσιν, οἷον ἀνά κατά ἀτάρ αὐτάρ. Ἀπὸ δὲ κλίσεως δείκνυνται μὴ ὄντα Αἰολικὰ τὰ εἰς ˉμˉι, ὅτι τὰ εἰς ˉμˉι ἐν τῷ δευτέρῳ προσώπῳ παρ' ἡμῖν προσλαμβάνοντα τὸ ˉι τὸ τρίτον ποιοῦσιν, οἷον τίθημι τίθης τίθησι, τὰ δὲ Αἰολικὰ ἀποβολῇ τοῦ ˉς ποιοῦσι τὰ τρίτα, οἷον γέλαιμι γέλαις γέλαι· δῆλον οὖν ὅτι οὐκ εἰσὶν Αἰολικά. Ἀπὸ γραφῆς δέ, ὅτι τὰ εἰς ˉμˉι οὐ θέλουσι παρ' ἡμῖν διφθόγγῳ παραλήγεσθαι, οἷον τίθημι δίδωμι, σεση μειωμένου τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω καὶ τοῦ εἶμι τοῦ σημαί νοντος τὸ πορεύομαι, παρὰ δὲ τοῖς Αἰολεῦσι πολλὰ εὑρίσκονται διφθόγγῳ παραληγόμενα, οἷον ἵσταιμι κίχραιμι γέλαιμι διὰ τῆς ˉαˉι διφθόγγου· δῆλον οὖν ὅτι οὐκ εἰσὶν Αἰολικά. Ἀπὸ πνεύματος δέ, ὅτι οἱ Αἰολεῖς ψιλωτικοί εἰσιν, οἷον ὔμμες ἄμμιν, τὸ δὲ ἵημι καὶ ἵστημι δασύνονται· ἄρα οὐκ εἰσὶ τὰ εἰς ˉμˉι Αἰολικά. Ἀπὸ ποσότητος δὲ συλλαβῶν, ὅτι οὐδέποτε παρ' ἡμῖν τὰ εἰς ˉμˉι ἁπλᾶ ὄντα ὑπερβαίνουσι τὰς τρεῖς συλ λαβάς, οἷον τίθημι δίδωμι ὄμνυμι, χωρὶς τοῦ ὀρέγνυμι καὶ κορέννυμι καὶ πετάννυμι καὶ ὀμόργνυμι καὶ ὀνίνημι (ὃ σημαίνει τὸ ὠφελῶ), παρὰ δὲ τοῖς Αἰολεῦσι πολλάκις εὑρίσκονται εἰς ˉμˉι ὑπερβαίνοντα τὰς τρεῖς συλλαβάς, οἷον ἐλευθέρωμι δοκίμωμι· δῆλον οὖν ὅτι οὐκ εἰσὶν Αἰολικὰ τὰ εἰς ˉμˉι· πρόσκειται ἁπλᾶ ὄντα διὰ τὸ ἀποδίδωμι καὶ συνίστημι καὶ ἀποτίθημι, ταῦτα γὰρ ὑπερβαίνουσι τὰς τρεῖς συλλαβάς, ἀλλ' οὐκ εἰσὶν ἁπλᾶ. Ἀπὸ τῶν πρωτοτύπων δὲ δείκνυνται, ὅτι οὐδέποτε παρὰ 322 τοῖς Αἰολεῦσιν ἀπὸ βαρυτόνων γίνονται εἰς ˉμˉι, ἀλλ' ἀπὸ μόνων περι σπωμένων, οἷον ἐλευθερῶ ἐλευθέρωμι, δοκιμῶ δοκίμωμι, γελῶ γέλαιμι· καὶ ἡ αἰτία δήλη ἐστίν· ἐπειδὴ γάρ, ὡς προείρηται, οἱ Αἰολεῖς βαρυντι κοί εἰσιν, τὰ δὲ εἰς ˉμˉι ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, χωρὶς τοῦ φημί καὶ ἠμί καὶ εἰμί (τὸ ὑπάρχω), τούτου χάριν τὰ εἰς ˉω περισπώ μενα μεταποιοῦσιν εἰς ˉμˉι, ἵνα μεταδιώξωσι χαρακτῆρα ἀποστρεφόμενον τὴν ὀξεῖαν τάσιν· ἐπὶ γὰρ τῶν βαρυτόνων οὐδὲν τοιοῦτον ποιοῦσιν, ἐπειδὴ καὶ χωρὶς τοῦ ποιῆσαι ταῦτα εἰς ˉμˉι τὸ σπουδαζόμενον ἔχουσιν, φημὶ δὴ τὴν βαρεῖαν τάσιν· παρ' ἡμῖν δὲ καὶ ἀπὸ βαρυτόνων γίνονται εἰς ˉμˉι, ὡς ἀπὸ τῆς ἕκτης συζυγίας, οἷον ζευγνύω ζεύγνυμι· ἄρα οὖν οὐκ εἰσὶν Αἰολικά. ∆έδεικται οὖν διὰ πάντων, ὅτι τὰ εἰς ˉμˉι οὐκ εἰσὶν Αἰολικά. Ἰστέον δὲ ὅτι τὰ εἰς ˉμˉι παράγωγά εἰσιν. ∆εῖ δὲ γινώσκειν, ὅτι τὸ δίδωμι ἐπὶ τοῦ παρέχω τρίτης ἐστὶ συζυγίας τῶν εἰς ˉμˉι, ἐπὶ γὰρ τοῦ δεσμεύω πρώτης ἐστὶ συζυγίας, οἷον δίδημι (ἀντὶ τοῦ δεσμεύω), ὅθεν δήσω ὁ μέλλων, ὡς θήσω, καὶ ἔδησα ὁ ἀόριστος, καὶ δέδηκα ὁ ἐνεργητικὸς παρακείμενος, καὶ δέδεμαι ὁ παθητικός, καὶ ἐδέθην ὁ πρῶτος ἀόριστος. Ἰστέον <δὲ> ὅτι τῆς τρίτης ἔστι συζυγίας οὐδαμοῦ ὁ ἐνεστώς, πλὴν τοῦ δίδωμι· πρόσκειται ἐνεστώς διὰ τὸ ἐβίων καὶ ἥλων δευ τέρου ἀορίστου, ταῦτα γὰρ τρίτης συζυγίας εἰσὶ τῶν εἰς ˉμˉι, ὡς ἀπὸ τοῦ βίωμι καὶ ἅλωμι, ἀλλ' οἱ ἐνεστῶτες οὗτοι, φημὶ δὴ ὁ βίωμι καὶ ἅλωμι, οὐχ εὕρηνται ἐν χρήσει· ὡσαύτως δὲ καὶ τοῦ ἔγνων δευτέρου ἀορίστου οὐχ εὕρηται ἐν χρήσει ὁ ἐνεστὼς ὁ γνῶμι. Ἡ δὲ τετάρτη συζυγία τῶν εἰς ˉμˉι μὴ ἔχουσα τετάρτην συζυγίαν τῶν περισπωμένων, ἐξ ἧς ὤφειλε παραχθῆναι, ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων παράγεται, οἷον ἀπὸ τοῦ πηγνύω πήγνυμι· καὶ εὐλόγως ἀπὸ τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων <παράγεται> ἡ τετάρτη συζυγία τῶν εἰς ˉμˉι, ἐπειδὴ καὶ αἱ τρεῖς συζυγίαι τῶν περισπωμένων, ὅσον κατὰ τὴν ἐντέλειαν, τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων εἰσίν· τὸ γὰρ τιθῶ ἀπὸ τοῦ τιθέω ἐστίν, καὶ τὸ ἱστῶ ἀπὸ τοῦ ἱστάω, καὶ τὸ διδῶ ἀπὸ τοῦ διδόω, τὸ δὲ τιθέω καὶ ἱστάω καὶ διδόω ἕκτης συζυγίας τῶν βαρυτόνων εἰσίν. Παράγονται δὲ ἐκ τῶν τριῶν συζυγιῶν τῶν περισπωμένων εἰς ˉμˉι, καὶ τούτου χάριν καὶ ἀπὸ τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων ἡ τετάρτη συζυγία τῶν εἰς ˉμˉι, ἐπειδὴ τὰ εἰς ˉμˉι οὐ θέλουσι συμφώνῳ παραλήγεσθαι, οἷον τίθημι, πλὴν τοῦ ἐσμί τοῦ σημαίνοντος τὸ ὑπάρχω,